← アッリアノス

インド誌

§18.1-18.12

艦隊の編制と船長たちの任命および出航前の祭礼

アレクサンドロスはヒュダスペス川岸で艦隊を整え、フェニキア人らを乗組員とし、マケドニア人・ギリシア人・キュプロス人・ペルシア人から三段櫂船長を選び、ネアルコスを艦隊総司令官に任命した上で、神々と諸河川に犠牲を捧げ競技会を催した。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§18.1

Ἀλέξανδρος γάρ, ἐπειδή οἱ παρεσκεύαστο τὸ ναυτικὸν ἐπὶ τοῦ Ὑδάσπεω τῇσιν ὄχθῃσιν, ἐπιλεγόμενος1 ὅσοι τε Φοίνικες καὶ ὅσοι Κύπριοι καὶ Αἰγύπτιοι εἵποντο ἐν τῇ ἄνω στρατηλασίῃ, ἐκ τούτων ἐπλήρου τὰς νέας, ὑπηρεσίας τε αὐτῇσι καὶ ἐρέτας ἐπιλεγόμενος ὅσοι τῶν θαλασσίων ἔργων δαήμονες.

というのもアレクサンドロスは、ヒュダスペス川の岸辺で艦隊の準備が整うと、内陸への遠征に従軍していたフェニキア人、キュプロス人、エジプト人をすべて選び出し、彼らの中から船を満員にし、海上の作業に熟練した者たちを全員選び出して、船の乗組員や漕ぎ手として任命したからである。

§18.2

ἦσαν δὲ καὶ νησιῶται ἄνδρες οὐκ ὀλίγοι ἐν τῇ στρατιῇ, οἷσι ταῦτα ἔμελε, καὶ Ἴωνες καὶ Ἑλλησπόντιοι.

軍勢の中には、海上の仕事に通じた島嶼部の人々も少なからずおり、イオニア人やヘレスポントス人もいた。

§18.3

τριήραρχοι δὲ αὐτοῖσιν ἐπεστάθησαν ἐκ Μακεδόνων μὲν Ἡφαιστίων τε ὁ Ἀμύντορος, καὶ Λεόννατος ὁ Ἀντέου, καὶ Λυσίμαχος ὁ Ἀγαθοκλέος, καὶ Ἀσκληπιόδωρος ὁ Τιμάνδρου, καὶ Ἄρχων ὁ Κλεινίεω, καὶ Δημόνικος ὁ Ἀθηναίου, καὶ Ἀρχίης ὁ Ἀναξιδότεω, καὶ Ὀφέλας ὁ Σειληνοῦ, καὶ Τιμάνθης ὁ Παντιάδεω. οὗτοι μὲν Πελλαῖοι· ἐκ δὲ Ἀμφιπόλιος ἦγον οἵδε·2

彼らの上に三段櫂船長として任命されたのは、マケドニア人からは、アミュントルの子ヘパイスティオン、アンテアスの子レオンナトス、アガトクレスの子リュシマコス、ティマンドロスの子アスクレピオドロス、クレイニアスの子アルコン、アテナイオスの子デモニコス、アナキシドトスの子アルキアス、セイレノスの子オフェラス、パンティアデスの子ティマンテスであった。これらはペラ出身である。アンフィポリスからは以下の者たちが指揮した。

§18.4

Νέαρχος ὁ Ἀνδροτίμου, ὃς τὰ ἀμφὶ τῷ παραπλόῳ ἀνέγραψε· καὶ Λαομέδων ὁ Λαρίχου, καὶ Ἀνδροσθένης ὁ Καλλιστράτου·

アンドロティモスの子ネアルコス(この者が沿岸航海に関する事柄を記録した)、ラリコスの子ラオメドン、カリストラトスの子アンドロステネス。

§18.5

ἐκ δὲ τῆς Ὀρεστίδος Κράτερός τε ὁ Ἀλεξάνδρου, καὶ Περδίκκας ὁ Ὀρόντεω· Ἐορδαῖοι δὲ Πτολεμαῖός τε ὁ Λάγου καὶ Ἀριστόνοος ὁ Πισαίου. ἐκ Πύδνης δὲ Μήτρων τε ὁ Ἐπιχάρμου καὶ Νικαρχίδης ὁ Σίμου.

オレスティス地方からは、アレクサンドロスの子クラテロス、オロンテスの子ペルディッカス。エオルダイア人としては、ラゴスの子プトレマイオス、ピサイオスの子アリストノオス。ピュドナからは、エピカルモスの子メトロン、シモスの子ニカルキデス。

§18.6

ἐπὶ δὲ Ἄτταλός τε ὁ Ἀνδρομένεος Τυμφαῖος, καὶ Πευκέστας ὁ Ἀλεξάνδρου, Μιεζεύς, καὶ Πείθων ὁ Κρατεύα, Ἀλκομενεύς, καὶ Λεόννατος ὁ Ἀντιπάτρου Αἰγαῖος, καὶ Πάνταυχος ὁ Νικολάου Ἀλωρίτης, καὶ Μυλλέας ὁ Ζωΐλου Βεροιαῖος. οὗτοι μὲν οἱ σύμπαντες Μακεδόνες·

さらに、アンドロメネスの子アッタロス(テュンファイア人)、アレクサンドロスの子ペウケスタス(ミエザ人)、クラテウアスの子ペイトン(アルコメナイ人)、アンティパトロスの子レオンナトス(アイガイ人)、ニコラオスの子パンタウコス(アロロス人)、ゾイロスの子ミュレアス(ベロイア人)である。これらがマケドニア人の全員であった。

§18.7

Ἑλλήνων δὲ Μήδιος μὲν ὁ Ὀξυθέμιδος Λαρισαῖος, Εὐμένης δὲ ὁ Ἱερωνύμου ἐκ Καρδίης, Κριτόβουλος δὲ ὁ Πλάτωνος Κῷος καὶ Θόας ὁ Μηνοδώρου καὶ Μαίανδρος ὁ Μανδρογένεος Μάγνητες.

ギリシア人からは、オクシュテミスの子メディオス(ラリサ人)、ヒエロニュモスの子エウメネス(カルディア出身)、プラトンの子クリトブロス(コス人)、メノドロスの子トアスとマンドロゲネスの子マイアンドロス(マグネシア人)。

§18.8

Ἄνδρων δὲ ὁ Καβήλεω Τήιος, Κυπρίων δὲ Νικοκλέης ὁ Πασικράτεος Σόλιος, καὶ Νιθάφων ὁ Πνυταγόρεω Σαλαμίνιος. ἦν δὲ δὴ καὶ Πέρσης αὐτῷ τριήραρχος, Βαγώας ὁ Φαρνούχεω.

カベレスの子アンドロン(テオス人)、キュプロス人からはパシクラテスの子ニコクレス(ソロイ人)、プニュタゴラスの子ニタフォン(サラミス人)であった。さらに彼にはペルシア人の三段櫂船長もおり、ファルヌケスの子バゴアスであった。

§18.9

τῆς δὲ αὐτοῦ Ἀλεξάνδρου νεὸς κυβερνήτης ἦν Ὀνησίκριτος Ἀστυπαλαιεύς, γραμματεὺς δὲ τοῦ στόλου παντὸς Εὐαγόρας ὁ Εὐκλέωνος Κορίνθιος.

アレクサンドロス自身の船の舵手はアステュパライア出身のオネシクリトスであり、艦隊全体の書記官はエウクレオンの子エウアゴラス(コリントス人)であった。

§18.10

ναύαρχος δὲ αὐτοῖσιν ἐπεστάθη Νέαρχος ὁ Ἀνδροτίμου, τὸ γένος μὲν Κρὴς ὁ Νέαρχος, ᾤκεε δὲ ἐν Ἀμφιπόλι τῇ ἐπὶ Στρυμόνι.

彼らの上に艦隊司令官として、アンドロティモスの子ネアルコスが任命された。ネアルコスは家系としてはクレタ人であったが、ストリュモン川沿いのアンフィポリスに居住していた。

§18.11

ὡς δὲ ταῦτα ἐκεκόσμητο Ἀλεξάνδρῳ,3 ἔθυε τοῖσι θεοῖσιν ὅσοι γε πάτριοι ἢ μαντευτοὶ αὐτῷ, καὶ Ποσειδῶνι καὶ Ἀμφιτρίτῃ καὶ Νηρηίσι καὶ αὐτῷ τῷ Ὠκεανῷ, καὶ τῷ Ὑδάσπῃ ποταμῷ, ἀπʼ ὅτου ὡρμᾶτο, καὶ τῷ Ἀκεσίνῃ, ἐς ὅντινα ἐκδιδοῖ Ὑδάσπης, καὶ τῷ Ἰνδῷ, ἐς ὅντινα ἄμφω ἐκδιδοῦσιν·

アレクサンドロスにとってこれらの配置が整うと、彼は父祖伝来の神々や託宣によって示された神々、さらにはポセイドン、アムピトリテ、ネレイデス、そしてオケアノスそのものに犠牲を捧げ、また彼が出発の地としたヒュダスペス川、ヒュダスペス川が注ぎ込むアケシネス川、そして両方の川が注ぎ込むインダス川にも犠牲を捧げた。

§18.12

ἀγῶνές τε αὐτῷ μουσικοί τε καὶ γυμνικοὶ ἐποιεῦντο, καὶ ἱερήϊα τῇ στρατιῇ πάσῃ κατὰ τέλεα4 ἐδίδοτο.

そして彼によって音楽や運動競技の競技会が催され、全軍には部隊ごとに犠牲獣の肉が配分された。

構文注4 件
  1. 18.1ἐπιλεγόμενος ὅσοι τε Φοίνικες ... ἐκ τούτων ἐπλήρου τὰς νέας, ὑπηρεσίας τε αὐτῇσι καὶ ἐρέτας ἐπιλεγόμενος

    主文の核は ἐκ τούτων ἐπλήρου τὰς νέας(彼らの中から船を満員にした)であり、分詞 ἐπιλεγόμενος(選び出しつつ)が主動詞の前後に反復されている。前者は関係節 ὅσοι...εἵποντο を目的語に取り、後者は ὅσοι...δαήμονες を目的語としつつ ὑπηρεσίας τε αὐτῇσι καὶ ἐρέτας を述語対格(「船の乗組員や漕ぎ手として」)に伴う二重対格構文を形成している。

  2. 18.3ἐκ δὲ Ἀμφιπόλιος ἦγον οἵδε

    動詞 ἦγον は主語 οἵδε(これらの者たちが)に伴われ、「率いていた」「指揮していた」の意で用いられている(文脈上、前掲の τριήραρχοι ἐπεστάθησαν を承けて三段櫂船の指揮を執ったことを指す)。他動詞としての直接目的語(船など)を文脈上省略した絶対的用法である。

  3. 18.11ὡς δὲ ταῦτα ἐκεκόσμητο Ἀλεξάνδρῳ

    接続詞 ὡς(〜したとき)が導く時間節。動詞 ἐκεκόσμητο は κοσμέω の過去完了受動態3人称単数(主語は中性複数 ταῦτα)。与格 Ἀλεξάνδρῳ は受動完了構文に伴う動作主の与格(「アレクサンドロスによって」)、または利害・関心の与格(「アレクサンドロスにとって」)として解釈できる。

  4. 18.12κατὰ τέλεα

    前置詞 κατὰ に名詞 τέλος(分隊、部隊、隊形)の複数対格が後続し、配分を表す副詞句(「部隊ごとに」)を形成している。全軍(τῇ στρατιῇ πάσῃ)に犠牲獣の肉を行き渡らせる際の分配単位を示している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:18.1-18.12