← アッリアノス

インド誌

§17.1-17.7

インド人の体格や婚姻習俗と航海記への復帰

インド人の体格、身分に応じた乗り物、女性の貞操観と婚姻習俗、生業が語られ、著者は本論がアレクサンドロス艦隊の航海記であると述べてインド誌の余談を締めくくる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§17.1

τὰ δὲ σώματα ἰσχνοί τέ εἰσιν Ἰνδοὶ καὶ εὐμήκεες, καὶ κοῦφοι πολλόν τι ὑπὲρ τοὺς ἄλλους ἀνθρώπους. ὀχήματα δὲ τοῖσι μὲν πολλοῖσιν Ἰνδῶν κάμηλοί εἰσι καὶ ἵπποι καὶ ὄνοι, τοῖσι δὲ εὐδαίμοσιν ἐλέφαντες.

体格においてインド人は細身で長身であり、他の人々に比べてはるかに身軽である。多くのインド人の乗り物はラクダ、馬、ロバであるが、富裕な者たちには象である。

§17.2

βασιλικὸν γὰρ ὄχημα ὁ ἐλέφας παρʼ Ἰνδοῖσίν ἐστι, δεύτερον δὲ τιμῇ τὰ τέθριππα, τρίτον δὲ αἱ κάμηλοι. τὸ δὲ ἐπʼ ἑνὸς ἵππου ὀχέεσθαι ἄτιμον.

というのもインド人にとって象は王者の乗り物であり、名誉においては四頭立ての戦車が第二位、ラクダが第三位だからである。だが一頭の馬に乗ることは不名誉とされる。

§17.3

αἱ γυναῖκες δὲ αὐτοῖσιν, ὅσαι κάρτα σώφρονες, ἐπὶ μὲν ἄλλῳ μισθῷ οὐκ ἄν τι διαμάρτοιεν, ἐλέφαντα δὲ λαβοῦσα γυνὴ μίσγεται τῷ δόντι· οὐδὲ αἰσχρὸν Ἰνδοὶ ἄγουσι τὸ ἐπὶ ἐλέφαντι μιγῆναι, ἀλλὰ καὶ σεμνὸν δοκέει τῇσι γυναιξὶν ἀξίην τὸ κάλλος φανῆναι ἐλέφαντος.1

彼らの妻たちの中で、きわめて貞淑な者たちは、他のどんな報酬のためにも過ちを犯すことは決してないであろうが、象を受け取った女は、それを贈った男と交わる。そして象のために身を任せることをインド人は恥とは見なさず、むしろ自分の美しさが象に値すると認められたことは、女たちには名誉なことにさえ思われる。

§17.4

γαμέουσι δὲ οὔτε τι διδόντες οὔτε τι λαμβάνοντες, ἀλλὰ ὅσαι ἤδη ὡραῖαι γάμου, ταύτας δὲ οἱ πατέρες προάγοντες ἐς τὸ ἐμφανὲς κατιστᾶσιν ἐκλέξασθαι τῷ νικήσαντι2 πάλην ἢ πὺξ ἢ δρόμον ἢ κατʼ ἄλλην τινὰ ἀνδρηίην προκριθέντι.

彼らは結納を与えることも受け取ることもなしに結婚する。むしろ年頃に達した娘たちを、父親たちが公の場へ連れ出し、レスリングやボクシングや徒競走で勝利した者、あるいは他の何らかの男らしい武勇において選抜された者が選べるように据え置くのである。

§17.5

σιτοφάγοι δὲ καὶ ἀροτῆρες Ἰνδοί εἰσιν, ὅσοι γε μὴ ὄρειοι αὐτῶν· οὗτοι δὲ θηρήια κρέα σιτέονται.

インド人は、そのうち山地に住む者たちを除けば、穀物を常食とし耕作に従事する者たちである。一方、山地の人々は野獣の肉を常食としている。

§17.6

ταῦτά μοι ἀπόχρη δεδηλῶσθαι ὑπὲρ Ἰνδῶν, ὅσα γνωριμώτατα Νέαρχός τε καὶ Μεγασθένης, δοκίμω ἄνδρε, ἀνεγραψάτην·

インド人について、ネアルコスとメガステネスという二人の著名な人物が記録したもののうち、最もよく知られている事柄については、私がこれだけ明らかにしておけば十分である。

§17.7

ἐπεὶ δὲ οὐδὲ ἡ ὑπόθεσίς μοι τῆσδε τῆς συγγραφῆς τὰ Ἰνδῶν νόμιμα ἀναγράψαι ἦν, ἀλλὰ ὅκως γὰρ περιεκομίσθη Ἀλεξάνδρῳ ἐς Πέρσας ἐξ Ἰνδῶν ὁ στόλος, ταῦτα δέ μοι ἐκβολὴ ἔστω τοῦ λόγου.3

というのも、私のこの著作の主題はインド人の習俗を記録することではなく、むしろアレクサンドロスのための艦隊がどのようにしてインドからペルシアへと航海したかということなのだから、これらの記述は私の本筋からの余談としておこう。

構文注3 件
  1. 17.3ἀξίην τὸ κάλλος φανῆναι ἐλέφαντος

    不定詞 φανῆναι の意味上の主語である女性代名詞(αὐτήν)が省略されており、ἀξίην はその述語として対格・女性・単数となっている。τὸ κάλλος は限定の対格(「美しさにおいて」)、ἐλέφαντος は価値・価格を表す属格(「象一頭に値する」)として ἀξίην に係っている。

  2. 17.4κατιστᾶσιν ἐκλέξασθαι τῷ νικήσαντι

    不定詞 ἐκλέξασθαι(中動相)は目的を表す不定詞として主動詞 κατιστᾶσιν に掛かっており、「選ばせるために据え置く」の意。与格 τῷ νικήσαντι は、不定詞の意味上の動作主(自ら選ぶ主体)兼利益の与格として機能している。

  3. 17.7ἐπεὶ δὲ οὐδὲ ἡ ὑπόθεσίς μοι ... ταῦτα δέ μοι ἐκβολὴ ἔστω τοῦ λόγου

    従属節 ἐπεὶ δὲ ... に対し、帰結部が ταῦτα δέ と接続詞 δέ(apodotic δέ)を伴って導入されている。古典ギリシア語散文において、長い前提節・理由節の後に主節を再開・強調する慣用的な構文。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:17.1-17.7