← アッリアノス

インド誌

§16.1-16.12

インド人の衣服や身なりと兵士たちの武装

ネアルコスを典拠に、インド人の綿布の衣服、装飾品、染めた髭、履物といった風俗と、長弓や刀を用いる歩兵、独特の馬具を用いる騎兵などの武装について記す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§16.1

ἐσθῆτι δὲ Ἰνδοὶ λινέῃ χρέονται, κατάπερ λέγει Νέαρχος, λίνου τοῦ ἀπὸ τῶν δενδρέων, ὑπὲρ ὅτων μοι ἤδη λέλεκται. τὸ δὲ λίνον τοῦτο ἢ λαμπρότερον τὴν χροιήν ἐστιν ἄλλου λίνου παντός, ἢ μέλανες αὐτοὶ ἐόντες λαμπρότερον τὸ λίνον φαίνεσθαι ποιέουσιν.

インド人たちは、ネアルコスが語るように、木から採れる麻(綿)で作られた麻の衣を用いている。それについては私がすでに述べておいた。この麻は、他のあらゆる麻よりも色合いが明るいか、あるいは彼ら自身が浅黒いために麻がより白く見えるかのどちらかである。

§16.2

ἔστι δὲ κιθὼν λίνεος αὐτοῖσιν ἔστε ἐπὶ μέσην τὴν κνήμην, νῆμα δὲ τὸ μὲν τοῖσιν ὤμοισι περιβεβλημένον, τὸ δὲ περὶ τῇσι κεφαλῇσιν εἰλιγμένον.

彼らは向こう脛の半ばに達する麻のキトンを着ており、織布の一方は肩に掛けられ、他方は頭の周りに巻かれている。

§16.3

καὶ ἐνώτια Ἰνδοὶ φορέουσιν ἐλέφαντος, ὅσοι κάρτα εὐδαίμονες· οὐ γὰρ πάντες Ἰνδοὶ φορέουσι.

またインド人は、きわめて裕福な者たちであれば象牙の耳飾りを身につけている。すべてのインド人が身につけているわけではないからである。

§16.4

τοὺς δὲ πώγωνας λέγει Νέαρχος ὅτι βάπτονται Ἰνδοὶ χροιὴν ἄλλην καὶ ἄλλην, οἳ μέν, ὡς λευκοὺς φαίνεσθαι οἵους λευκοτάτους, οἳ δὲ κυανέους· τοῖσι δὲ φοινικέους εἶναι, τοῖσι δὲ καὶ πορφυρέους, ἄλλοισι πρασοειδέας·1

ネアルコスによると、インド人たちは髭を様々な色に染めており、ある者たちはできるかぎり白く見えるように白に、ある者たちは藍色に染め、またある者たちには深紅、ある者たちには紫、他の者たちにはニラ色(薄緑色)であるという。

§16.5

καὶ σκιάδια ὅτι προβάλλονται τοῦ θέρεος ὅσοι οὐκ ἠμελημένοι Ἰνδῶν. ὑποδήματα δὲ λευκοῦ δέρματος φορέουσι, περισσῶς καὶ ταῦτα ἠσκημένα· καὶ τὰ ἴχνεα τῶν ὑποδημάτων αὐτοῖσι ποικίλα καὶ ὑψηλά, τοῦ μέζονας φαίνεσθαι.2

またインド人のうち身分の高い者たちは、夏には日傘を差し掛ける。彼らは白革の履物を履くが、これもまた際立って入念に作られている。そして自らをより背高く見せるために、履物の底は色とりどりで高く作られている。

§16.6

ὁπλίσιος δὲ τῆς Ἰνδῶν οὐκ ὡυτὸς εἷς τρόπος, ἀλλὰ οἱ μὲν πεζοὶ αὐτοῖσι τόξον τε ἔχουσιν, ἰσόμηκες τῷ φορέοντι τὸ τόξον,3 καὶ τοῦτο κάτω ἐπὶ τὴν γῆν θέντες καὶ τῷ ποδὶ τῷ ἀριστερῷ ἀντιβάντες, οὕτως ἐκτοξεύουσι, τὴν νευρὴν ἐπὶ μέγα ὀπίσω ἀπαγαγόντες·

インド人の武装には単一の型があるわけではない。歩兵は、射手の身の丈と同じ長さの弓を持っており、これを地面の上に下ろし、左足で踏みつけて支え、弦を大きく後ろへ引き絞って矢を放つ。

§16.7

ὁ γὰρ ὀιστὸς αὐτοῖσιν ὀλίγον ἀποδέων τριπήχεος, οὐδέ τι ἀντέχει τοξευθὲν πρὸς Ἰνδοῦ ἀνδρὸς τοξικοῦ, οὔτε ἀσπὶς οὔτε θώρηξ οὔτε εἴ τι καρτερώτερον ἐγένετο.

彼らの矢は三ペーキュス(約1.3メートル)にわずかに足りないほどであり、インド人の弓手によって射られたとき、盾であれ胸当てであれ、あるいはたとえそれ以上に強固なものであったとしても、持ちこたえられるものは何一つない。

§16.8

ἐν δὲ τῇσιν ἀριστερῇσι πέλται εἰσὶν αὐτοῖσιν ὠμοβόιναι, στεινότεραι μὲν ἢ κατὰ τοὺς φορέοντας, μήκεϊ δὲ οὐ πολλὸν ἀποδέουσαι. τοῖσι δὲ ἄκοντες ἀντὶ τόξων εἰσί.

左手には彼らは生牛皮の小盾(ペルテー)を持ち、それは持つ者の身幅よりは狭いが、長さにおいてはそれほど劣らない。またある者たちは弓の代わりに投げ槍を持っている。

§16.9

μάχαιραν δὲ πάντες φορέουσι, πλατέαν δὲ καὶ τὸ μῆκος οὐ μέζω τριπήχεος· καὶ ταύτην, ἐπεὰν συστάδην καταστῇ αὐτοῖσιν ἡ μάχη — τὸ δὲ οὐκ εὐμαρέως Ἰνδοῖσιν ἐς ἀλλήλους γίνεται — ἀμφοῖν τοῖν χεροῖν καταφέρουσιν, τοῦ καρτερὴν τὴν πληγὴν γενέσθαι.

全員が刀(マカイラ)を帯びているが、これは幅広く、長さは三ペーキュスを超えない。そして白兵戦が生じた際には――もっともインド人同士ではそのような戦いは滅多に生じないが――強打を加えるために、両手でこれを振り下ろす。

§16.10

οἱ δὲ ἱππέες αὐτοῖσιν ἀκόντια δύο ἔχουσιν, οἷα τὰ σαύνια ἀκόντια, καὶ πέλτην σμικροτέρην τῶν πεζῶν. οἱ δὲ ἵπποι αὐτοῖσιν οὐ σεσαγμένοι εἰσίν, οὐδὲ χαλινοῦνται τοῖσιν Ἑλληνικοῖσι χαλινοῖσιν ἢ τοῖσι Κελτικοῖσιν ἐμφερέως, ἀλλὰ περὶ ἄκρῳ τῷ στόματι ἐν κύκλῳ ἔχουσι δέρμα ὠμοβόινον ῥαπτὸν περιηρτημένον, καὶ ἐν τούτῳ χάλκεα κέντρα ἢ σιδήρεα, οὐ κάρτα ὀξέα, ἔσω ἐστραμμένα· τοῖσι δὲ πλουσίοισιν ἐλεφάντινα κέντρα ἐστίν. ἐν δὲ τῷ στόματι σίδηρον αὐτοῖσιν οἱ ἵπποι ἔχουσιν, οἷόν περ ὀβελόν, ἔνθεν ἐξηρτημένοι εἰσὶν αὐτοῖσιν οἱ ῥυτῆρες·

彼らの騎兵はサウニオンのような投げ槍を二本持ち、歩兵のものより小さな小盾を持つ。馬には鞍が置かれておらず、ギリシア風の轡やケルト風のものに似た轡がはめられているのでもない。むしろ口の先端の周りに、縫い合わされた生牛皮の革紐を環状に取り付けてあり、その内側には青銅製または鉄製の、あまり鋭くはない突起が内側を向けて付けられている。富裕な者たちには象牙の突起がある。そして口の中には馬たちに串のような鉄棒がくわえさせられており、そこから手綱が結びつけられている。

§16.12

ἐπεὰν ὦν ἐπαγάγωσι τὸν ῥυτῆρα, ὅ τε ὀβελὸς κρατέει τὸν ἵππον, καὶ τὰ κέντρα, οἷα δὴ ἐξ αὐτοῦ ἠρτημένα, κεντέοντα οὐκ ἐᾷ ἄλλο τι ἢ πείθεσθαι τῷ ῥυτῆρι.4

したがって手綱を引くと、その串状の鉄が馬を制御し、そこに取り付けられている突起が馬を突いて手綱に従うこと以外を許さないのである。

構文注4 件
  1. 16.4τοὺς δὲ πώγωνας λέγει Νέαρχος ὅτι βάπτονται Ἰνδοὶ χροιὴν ἄλλην καὶ ἄλλην, οἳ μέν, ὡς λευκοὺς φαίνεσθαι οἵους λευκοτάτους, οἳ δὲ κυανέους· τοῖσι δὲ φοινικέους εἶναι, τοῖσι δὲ καὶ πορφυρέους, ἄλλοισι πρασοειδέας

    文頭の τοὺς πώγωνας は先取り的対格(prolepsis)。ὅτι 節の中で主語・動詞は Ἰνδοὶ βάπτονται であるが、後半では τοῖσι δὲ φοινικέους εἶναι と与格+不定詞 εἶναι による間接話法構文へ破格的に移行(anacoluthon)している。λευκούς は ὡς 節内の不定詞 φαίνεσθαι の述語対格、κυανέους は補われる βάπτονται(または φαίνεσθαι)の述語対格であり、後半の対格(φοινικέους, πορφυρέους)は εἶναι の主語(髭)に一致している。

  2. 16.5τοῦ μέζονας φαίνεσθαι

    定冠詞中性単数属格 τοῦ と不定詞 φαίνεσθαι が結びついて目的を表す構文(目的の属格不定詞)。後文の τοῦ καρτερὴν τὴν πληγὴν γενέσθαι(「打撃を強力にするために」)も同一の構文である。結果ではなく動作の意図・目的を表す。

  3. 16.6ἰσόμηκες τῷ φορέοντι τὸ τόξον

    ἰσόμηκες(身の丈と等しい長さの)は同等・類似を表す形容詞であり、比較の基準となる対象を与格(τῷ φορέοντι「それを身につけている人にとって」)で取る。

  4. 16.12οὐκ ἐᾷ ἄλλο τι ἢ πείθεσθαι τῷ ῥυτῆρι

    οὐκ ἐάω(許さない、妨げる)が不定詞を伴い、さらに ἄλλο τι ἤ(〜のほかの何か)と否定が組み合わさることで、「手綱に従うこと以外のいかなる動作をも許さない(=手綱に従わざるを得なくする)」という強い義務・必然を表す慣用構文。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:16.1-16.12