- 底本
- Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.15.1-1.15.8
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
グラニコス川の渡河地点でマケドニア先遣部隊とペルシア精鋭騎兵が激突して苦戦するが、アレクサンドロス自ら率いる部隊が突入して形勢を逆転させ、ミトリダテスら敵将との一騎打ちとクレイトスによる救出劇が繰り広げられる。
οἱ δὲ Πέρσαι, ᾗ πρῶτοι οἱ ἀμφὶ Ἀμύνταν καὶ Σωκράτην προσέσχον τῇ ὄχθῃ, ταύτῃ καὶ αὐτοὶ ἄνωθεν ἔβαλλον, οἱ μὲν αὐτῶν ἀπὸ τῆς ὄχθης ἐξ ὑπερδεξίου ἐς τὸν ποταμὸν ἐσακοντίζοντες, οἱ δὲ κατὰ τὰ χθαμαλώτερα αὐτῆς ἔστε ἐπὶ τὸ ὕδωρ καταβαίνοντες.
ペルシア軍は、アミュンタスとソクラテスの部隊が最初に川岸に達した場所へ、上から投擲を浴びせかけた。彼らのうちある者は川岸の有利な高所から川の中へと投げ槍を放ち、別の者らは岸のより低い箇所を通って水際まで降りていった。
καὶ ἦν τῶν τε ἱππέων ὠθισμός, τῶν μὲν ἐκβαίνειν ἐκ τοῦ ποταμοῦ, τῶν δʼ εἴργειν τὴν ἔκβασιν,1 καὶ παλτῶν ἀπὸ μὲν τῶν Περσῶν πολλὴ ἄφεσις, οἱ Μακεδόνες δὲ ξὺν τοῖς δόρασιν ἐμάχοντο. ἀλλὰ τῷ τε πλήθει πολὺ ἐλαττούμενοι οἱ Μακεδόνες ἐκακοπάθουν ἐν τῇ πρώτῃ προσβολῇ, καὶ αὐτοὶ ἐξ οὐ βεβαίου τε καὶ ἅμα κάτωθεν ἐκ τοῦ ποταμοῦ ἀμυνόμενοι, οἱ δὲ Πέρσαι ἐξ ὑπερδεξίου τῆς ὄχθης· ἄλλως τε καὶ τὸ κράτιστον τῆς Περσικῆς ἵππου ταύτῃ ἐπετέτακτο, οἵ τε Μέμνονος παῖδες καὶ αὐτὸς Μέμνων μετὰ τούτων ἐκινδύνευε.
そして騎兵同士の押し合いとなり、一方は川から上陸しようとし、他方はその上陸を阻もうとした。ペルシア兵からは投げ槍の夥しい投擲があったのに対し、マケドニア兵は手槍で戦った。しかしマケドニア軍は数で大いに劣っていたため最初の攻撃で苦戦を強いられた。彼ら自身は定まらない足場から、しかも下方の川の中から応戦し、ペルシア兵は川岸の有利な高所から戦っていたからである。しかもペルシア騎兵の精鋭がそこに配置されており、メムノンの息子たちやメムノン自身も彼らとともに身を挺して戦っていた。
καὶ οἱ μὲν πρῶτοι τῶν Μακεδόνων ξυμμίξαντες τοῖς Πέρσαις κατεκόπησαν πρὸς αὐτῶν, ἄνδρες ἀγαθοὶ γενόμενοι ὅσοι γε μὴ πρὸς Ἀλέξανδρον πελάζοντα ἀπέκλιναν έκλιναν αὐτῶν.2 Ἀλέξανδρος γὰρ ἤδη πλησίον ἦν, ἅμα οἷ ἄγων τὸ κέρας τὸ δεξιόν, καὶ ἐμβάλλει ἐς τοὺς Πέρσας πρῶτος, ἵνα τὸ πᾶν στῖφος τῆς ἵππου καὶ αὐτοὶ οἱ ἡγεμόνες τῶν Περσῶν τεταγμένοι ἦσαν· καὶ περὶ αὐτὸν ξυνειστήκει μάχη καρτερά·
そしてペルシア兵と交戦したマケドニア兵の先鋒は、勇敢に戦ったものの、近づいてくるアレクサンドロスのもとへと進路を転じなかった者たちはことごとく彼らによって切り伏せられた。というのもアレクサンドロスはすでに間近に迫り、自ら右翼を率いて、ペルシア騎兵の全密集部隊とペルシアの将帥たち自身が布陣していた地点へと先頭を切って突入したからである。そして彼の周りで激しい戦闘が起こった。
καὶ ἐν τούτῳ ἄλλαι ἐπʼ ἄλλαις τῶν τάξεων τοῖς Μακεδόσι διέβαινον οὐ χαλεπῶς ἤδη. καὶ ἦν μὲν ἀπὸ τῶν ἵππων ἡ μάχη, πεζομαχίᾳ δὲ μᾶλλόν τι ἐῴκει. ξυνεχόμενοι γὰρ ἵπποι τε ἵπποις καὶ ἄνδρες ἀνδράσιν ἠγωνίζοντο, οἱ μὲν ἐξῶσαι εἰς ἅπαν ἀπὸ τῆς ὄχθης καὶ ἐς τὸ πεδίον βιάσασθαι τοὺς Πέρσας, οἱ Μακεδόνες, οἱ δὲ εἶρξαί τε αὐτῶν τὴν ἔκβασιν, οἱ Πέρσαι, καὶ ἐς τὸν ποταμὸν αὖθις ἀπώσασθαι.
その間に、マケドニア軍の他の隊が次々と、もはや困難もなく渡河していった。戦闘は騎馬によるものであったが、むしろ歩兵戦のような様相を呈していた。馬と馬、兵士と兵士が密集して組み合って戦い、マケドニア側はペルシア軍を岸から完全に押し出して平原へと追いやろうとし、ペルシア側は彼らの上陸を阻んで再び川の中へと押し戻そうとした。
καὶ ἐκ τούτου ἐπλεονέκτουν ἤδη οἱ σὺν Ἀλεξάνδρῳ τῇ τε ἄλλῃ ῥώμῃ καὶ ἐμπειρίᾳ καὶ ὅτι ξυστοῖς κρανεΐνοις πρὸς παλτὰ ἐμάχοντο.
こうして、アレクサンドロスに従う部隊は、持ち前の体力と熟練度において、また投げ槍に対してサンシュユの木で作られた槍で戦っていたことによって、すでに優勢に立ち始めた。
ἔνθα δὴ καὶ Ἀλεξάνδρῳ ξυντρίβεται τὸ δόρυ ἐν τῇ μάχῃ· ὁ δὲ Ἀρέτην ᾔτει δόρυ ἕτερον, ἀναβολέα τῶν βασιλικῶν·3 τῷ δὲ καὶ αὐτῷ πονουμένῳ συντετριμμένον τὸ δόρυ ἦν, ὁ δὲ τῷ ἡμίσει κεκλασμένου τοῦ δόρατος οὐκ ἀφανῶς ἐμάχετο, καὶ τοῦτο δείξας Ἀλεξάνδρῳ ἄλλον αἰτεῖν ἐκέλευεν· Δημάρατος δέ, ἀνὴρ Κορίνθιος, τῶν ἀμφʼ αὐτὸν ἑταίρων, δίδωσιν αὐτῷ τὸ αὑτοῦ δόρυ.
まさにそのとき、戦闘の中でアレクサンドロスの槍が粉砕された。そこで彼は王室の従馬官であるアレテスにもう一本の槍を求めた。しかしアレテス自身も苦戦中で槍は砕かれており、折れた槍の半截を用いて目覚ましく戦っていたため、これをアレクサンドロスに示して他の者に求めるよう促した。すると彼の周りの側近騎兵の一人であるコリントス人のデマラトスが、自らの槍を彼に渡した。
καὶ ὃς ἀναλαβὼν καὶ ἰδὼν Μιθριδάτην τὸν Δαρείου γαμβρὸν πολὺ πρὸ τῶν ἄλλων προϊππεύοντα καὶ ἐπάγοντα ἅμα οἷ ὥσπερ ἔμβολον τῶν ἱππέων ἐξελαύνει καὶ αὐτὸς πρὸ τῶν ἄλλων, καὶ παίσας ἐς τὸ πρόσωπον τῷ δόρατι καταβάλλει τὸν Μιθριδάτην. ἐν δὲ τούτῳ Ῥοισάκης μὲν ἐπελαύνει τῷ Ἀλεξάνδρῳ καὶ παίει Ἀλεξάνδρου τὴν κεφαλὴν τῇ κοπίδι·
アレクサンドロスはそれを受け取り、ダレイオスの娘婿ミトリダテスが他の者たちよりも遥かに前に馬を進め、騎兵のくさび形の陣形のようなものを自ら引き連れているのを見ると、自らも他者に先んじて馬を駆けさせ、槍で顔を突いてミトリダテスを討ち倒した。その時、ロイサケスがアレクサンドロスへと馬を突進させ、大刀でアレクサンドロスの頭部を打った。
καὶ τοῦ μὲν κράνους τι ἀπέθραυσε, τὴν πληγὴν δὲ ἔσχε τὸ κράνος. καὶ καταβάλλει καὶ τοῦτον Ἀλέξανδρος πείσας τῷ ξυστῷ διὰ τοῦ θώρακος ἐς τὸ στέρνον. Σπιθριδάτης δὲ ἀνετέτατο μὲν ἤδη ἐπʼ Ἀλέξανδρον ὄπισθεν τὴν κοπίδα, ὑποφθάσας δὲ αὐτὸν4 Κλεῖτος ὁ Δρωπίδου παίει κατὰ τοῦ ὤμου καὶ ἀποκόπτει τὸν ὦμον τοῦ Σπιθριδάτου ξὺν τῇ κοπίδι· καὶ ἐν τούτῳ ἐπεκβαίνοντες ἀεὶ τῶν ἱππέων ὅσοις προὐχώρει κατὰ τὸν ποταμὸν προσεγίγνοντο τοῖς ἀμφʼ Ἀλέξανδρον.
兜の一部を砕き割ったものの、兜がその一撃を受け止めた。アレクサンドロスは彼をも、手槍で胸甲を貫いて胸を突き刺し討ち倒した。一方スピトリダテスは背後からアレクサンドロスへと大刀をすでに振り上げていたが、ドロピデスの息子クレイトスが先手を打って彼の肩を切りつけ、大刀ごとスピトリダテスの肩を切り落とした。その間に、渡河できた限りの騎兵たちが川に沿って次々と上陸し、アレクサンドロスの周囲に合流した。
- 1.15.2ὠθισμός, τῶν μὲν ἐκβαίνειν ἐκ τοῦ ποταμοῦ, τῶν δʼ εἴργειν τὴν ἔκβασιν
τῶν ἱππέων を受ける代名詞的用法の τῶν μὲν / τῶν δʼ(「一方は…他方は」)が部分同格をなし、名詞 ὠθισμός(押し合い)に込められた「努める」の意に不定詞 ἐκβαίνειν / εἴργειν が続いて、双方が目指す具体的な行動の内実を説明している。
- 1.15.3ὅσοι γε μὴ πρὸς Ἀλέξανδρον πελάζοντα ἀπέκλιναν έκλιναν αὐτῶν
テキストに ἀπέκλιναν と ἔκλιναν の重複が見られるが、関係節 ὅσοι γε μὴ... は主格として前の主語(マケドニア兵の先鋒)を限定し、「近づいてくるアレクサンドロスの方へと退避・転進しなかった者たちはことごとく(討ち死にした)」の意を表す。
- 1.15.6ὁ δὲ Ἀρέτην ᾔτει δόρυ ἕτερον, ἀναβολέα τῶν βασιλικῶν
動詞 αἰτέω は二重対格(人を表す対格 Ἀρέτην と物を表す対格 δόρυ ἕτερον)を取る。ἀναβολέα τῶν βασιλικῶν は Ἀρέτην に対する同格で、「王室の従馬官(馬丁)であるアレテス」を表す。
- 1.15.8ὑποφθάσας δὲ αὐτὸν
ὑποφθάνω は「先手を打つ」「相手より先に行動する」を意味し、対格 αὐτόν(スピトリダテス)を直接の目的語に取る。
