← アッリアノス

アレクサンドロス遠征記

§1.14.1-1.14.7

グラニコフ川での両軍の布陣と渡河攻撃の開始

アレクサンドロスはグラニコフ川を挟んで全軍の戦闘配置を整え、ペルシア軍も布陣して対峙したのち、アレクサンドロス率いる右翼先頭部隊が斜めに陣形を保ちながら渡河を開始する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.14.1

ταῦτα εἰπὼν Παρμενίωνα μὲν ἐπὶ τὸ εὐώνυμον κέρας πέμπει ἡγησόμενον, αὐτὸς δὲ ἐπὶ τὸ δεξιὸν παρῆγε. προετάχθησαν δὲ αὐτῷ τοῦ μὲν δεξιοῦ Φιλώτας ὁ Παρμενίωνος, ἔχων τοὺς ἑταίρους τοὺς ἱππέας καὶ τοὺς τοξότας καὶ τοὺς Ἀγριᾶνας τοὺς ἀκοντιστάς· Ἀμύντας δὲ ὁ Ἀρραβαίου τούς τε σαρισσοφόρους ἱππέας ἔχων Φιλώτᾳ ἐπετάχθη καὶ τοὺς Παίονας καὶ τὴν ἴλην τὴν Σωκράτους.

こう語ったのち、アレクサンドロスはパルメニオンを左翼の指揮を執らせるために派遣し、自身は右翼へと軍を進めた。彼のために右翼の先頭には、ヘタイロイの騎兵隊、弓兵たち、そして投げ槍兵であるアグリアネス人を擁するパルメニオンの子フィロタスが配置された。さらに、アラバイオスの子アミュンタスが、サリッサ騎兵隊、パイオニア人たち、ソクラテスの騎兵中隊を擁してフィロタスの傍らに配置された。

§1.14.2

ἐχόμενοι δὲ τούτων ἐτάχθησαν οἱ ὑπασπισταὶ τῶν ἑταίρων, ὧν ἡγεῖτο Νικάνωρ ὁ Παρμενίωνος· ἐπὶ δὲ τούτοις ἡ Περδίκκου τοῦ Ὀρόντου φάλαγξ· ἐπὶ δὲ ἡ Κοίνου τοῦ Πολεμοκράτους· [ἐπὶ δὲ ἡ Κρατεροῦ τοῦ Ἀλεξάνδρου·] ἐπὶ δὲ ἡ Ἀμύντου τοῦ Ἀνδρομένους· ἐπὶ δὲ ὧν Φίλιππος ὁ Ἀμύντου ἦρχε.

これらに隣接してヘタイロイの近衛歩兵部隊が配置され、これをパルメニオンの子ニカノルが率いた。これに続いてオロンテスの子ペルディッカス指揮下のファランクス、続いてポレモクラテスの子コイノス指揮下の部隊、続いてアレクサンドロスの子クラテロス指揮下の部隊、続いてアンドロメネスの子アミュンタス指揮下の部隊、そしてアミュンタスの子フィリッポスが指揮する部隊が配置された。

§1.14.3

τοῦ δὲ εὐωνύμου πρῶτοι μὲν οἱ Θετταλοὶ ἱππεῖς ἐτάχθησαν, ὧν ἡγεῖτο Κάλας ὁ Ἁρπάλου· ἐπὶ δὲ τούτοις οἱ ξύμμαχοι ἱππεῖς, ὧν ἦρχε Φίλιππος ὁ Μενελάου· ἐπὶ δὲ τούτοις οἱ Θρᾷκες, ὧν ἦρχεν Ἀγάθων· ἐχόμενοι δὲ τούτων πεζοὶ ἥ τε Κρατεροῦ φάλαγξ καὶ ἡ Μελεάγρου καὶ ἡ Φιλίππου ἔστε ἐπὶ τὸ μέσον τῆς ξυμπάσης τάξεως.

左翼においては、まずハルパロスの子カラスが率いるテッサリア騎兵が配置された。これに続いてメネラオスの子フィリッポスが率いる同盟軍の騎兵、これに続いてアガトンが率いるトラキア人部隊が置かれた。これらに隣接する歩兵として、クラテロスのファランクス、メレアグロスの部隊、そしてフィリッポスの部隊が全陣形の中央に至るまで配置された。

§1.14.4

Περσῶν δὲ ἱππεῖς μὲν ἦσαν ἐς δισμυρίους, ξένοι δὲ πεζοὶ μισθοφόροι ὀλίγον ἀποδέοντες δισμυρίων· ἐτάχθησαν δὲ τὴν μὲν ἵππον παρατείναντες τῷ ποταμῷ κατὰ τὴν ὄχθην ἐπὶ φάλαγγα μακράν, τοὺς δὲ πεζοὺς κατόπιν τῶν ἱππέων· καὶ γὰρ ὑπερδέξια ἦν τὰ ὑπὲρ τὴν ὄχθην χωρία. ᾗ δὲ Ἀλέξανδρον αὐτὸν καθεώρων — δῆλος γὰρ ἦν τῶν τε ὅπλων τῇ λαμπρότητι καὶ τῶν ἀμφʼ αὐτὸν τῇ σὺν ἐκπλήξει θεραπείᾳ — κατὰ τὸ εὐώνυμον [μὲν] σφῶν ἐπέχοντα, ταύτῃ πυκνὰς ἐπέταξαν τῇ ὄχθῃ τὰς ἴλας τῶν ἱππέων.

ペルシア軍は、騎兵が約二万、外国人傭兵の歩兵が二万弱であった。彼らは騎兵を川沿いの土手に沿って長いファランクスを組んで配置し、歩兵を騎兵の後方に配した。土手の上の土地がより高所にあって有利だったからである。そして、アレクサンドロス自身が――武具の輝きと取り巻きたちの畏敬に満ちた奉仕ぶりによって彼であることは明白であったが――自分たち〔ペルシア軍〕の左翼に向かい合って位置しているのを目にすると、ペルシア軍はその地点の土手に騎兵の中隊を稠密に配置した。

§1.14.5

χρόνον μὲν δὴ ἀμφότερα τὰ στρατεύματα ἐπʼ ἄκρου τοῦ ποταμοῦ ἐφεστῶτες1 ὑπὸ τοῦ τὸ μέλλον ὀκνεῖν ἡσυχίαν ἦγον καὶ σιγὴ ἦν πολλὴ ἀφʼ ἑκατέρων. οἱ γὰρ Πέρσαι προσέμενον τοὺς Μακεδόνας, ὁπότε ἐσβήσονται ἐς τὸν πόρον, ὡς ἐπικεισόμενοι ἐκβαίνουσιν·

しばらくの間、両軍は川の縁に立ちはだかり、これから起きることへの躊躇いから静止を保ち、双方から深い沈黙が漂っていた。ペルシア軍は、マケドニア軍がいつ徒渉地点に入り込んでくるかを待ち受けており、彼らが岸へ上がってくるところを襲いかかろうとしていたからである。

§1.14.6

Ἀλέξανδρος δὲ ἀναπηδήσας ἐπὶ τὸν ἵππον καὶ τοῖς ἀμφʼ αὑτὸν ἐγκελευσάμενος ἕπεσθαί τε καὶ ἄνδρας ἀγαθοὺς γίγνεσθαι, τοὺς μὲν προδρόμους ἱππέας καὶ μὴν καὶ τοὺς Παίονας προεμβαλεῖν ἐς τὸν ποταμὸν ἔχοντα Ἀμύνταν τὸν Ἀρραβαίου ἔταξε2 καὶ τῶν πεζῶν μίαν τάξιν, καὶ πρὸ τούτων τὴν Σωκράτους ἴλην Πτολεμαῖον τὸν Φιλίππου ἄγοντα, ἣ δὴ καὶ ἐτύγχανε τὴν ἡγεμονίαν τοῦ ἱππικοῦ παντὸς ἔχουσα[ν] ἐκείνῃ τῇ ἡμέρᾳ·

しかしアレクサンドロスは馬上に飛び乗り、身辺の者たちに従いかつ勇敢な男となるよう呼びかけ、アラバイオスの子アミュンタスに前衛騎兵およびパイオニア人たち、さらに歩兵の一隊を率いて川へ先行して突入するよう命じ、彼らの前にはフィリッポスの子プトレマイオスが率いるソクラテスの騎兵中隊を配した。この中隊はまさにその日、全騎兵隊の先頭に立つ当番に当たっていた。

§1.14.7

αὐτὸς δὲ ἄγων τὸ δεξιὸν κέρας ὑπὸ σαλπίγγων τε καὶ τῷ Ἐνυαλίῳ ἀλαλάζοντας ἐμβαίνει ἐς τὸν πόρον, λοξὴν ἀεὶ παρατείνων τὴν τάξιν, ᾗ παρεῖλκε τὸ ῥεῦμα,3 ἵνα δὴ μὴ ἐκβαίνοντι αὐτῷ οἱ Πέρσαι κατὰ κέρας προσπίπτοιεν, ἀλλὰ καὶ αὐτὸς ὡς ἀνυστὸν τῇ φάλαγγι προσμίξῃ αὐτοῖς.

そしてアレクサンドロス自身は右翼を率い、軍喇叭の響きと戦神エニュアリオスへの鬨の声のもとで徒渉地点へと突入した。その際、上陸する彼に対してペルシア軍が側面から襲いかかることがないよう、また自身も可能な限り正面陣形で敵と接触できるように、流れが引き寄せる方向に沿って隊列を常に斜めに保ちながら進んだ。

構文注3 件
  1. 1.14.5ἐφεστῶτες

    文法上の主語である中性複数名詞句 ἀμφότερα τὰ στρατεύματα に対し、軍勢を構成する兵士たちを男性複数として捉えた意味的一致(constructio ad sensum)による男性複数分詞。直後の述語動詞 ἡσυχίαν ἦγον(3人称複数未完了過去)に呼応している。

  2. 1.14.6τοὺς μὲν προδρόμους ἱππέας καὶ μὴν καὶ τοὺς Παίονας προεμβαλεῖν ἐς τὸν ποταμὸν ἔχοντα Ἀμύνταν τὸν Ἀρραβαίου ἔταξε

    主動詞 ἔταξε が対格不定詞構文(accusativus cum infinitivo)を導いており、対格 Ἀμύνταν が不定詞 προεμβαλεῖν の意味上の主語である。ἔχοντα は Ἀμύνταν を修飾し、その目的語として τοὺς μὲν προδρόμους ἱππέας... を従えている。

  3. 1.14.7ᾗ παρεῖλκε τὸ ῥεῦμα

    関係副詞 ᾗ(「〜の方向へ」)が導く節で、τὸ ῥεῦμα(「流れ」)が主語、παρεῖλκε が「(船や兵を)押し流す、横へと引く」の意。全体で「川の流れが引き寄せる方向へ」、すなわち流れに直角に逆らわず斜めに流される向きを指す副詞節を形成している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.14.1-1.14.7