← アッリアノス

アレクサンドロス遠征記

§1.16.1-1.16.7

グラニコフ川での勝利と戦後処理

グラニコスの戦いでアレクサンドロスはペルシア騎兵を敗走させ、取り残されたギリシア人傭兵部隊を包囲・殲滅して敵の要人を多数討ち取った。アレクサンドロスは自軍の戦死者を厚葬して遺族に諸特権を与え、敵方を含む戦死者を埋葬する一方、捕虜の傭兵を強制労働に送り、アテナイに戦利品を奉納した。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.16.1

καὶ οἱ Πέρσαι παιόμενοί τε πανταχόθεν ἤδη ἐς τὰ πρόσωπα αὐτοί τε καὶ ἵπποι τοῖς ξυστοῖς καὶ πρὸς τῶν ἱππέων ἐξωθούμενοι, πολλὰ δὲ καὶ πρὸς τῶν ψιλῶν ἀναμεμιγμένων τοῖς ἱππεῦσι βλαπτόμενοι ἐγκλίνουσι ταύτῃ πρῶτον, ᾗ Ἀλέξανδρος προεκινδύνευεν. ὡς δὲ τὸ μέσον ἐνεδεδώκει αὐτοῖς, παρερρήνυτο δὴ καὶ τὰ ἐφʼ ἑκάτερα τῆς ἵππου, καὶ ἦν δὴ φυγὴ καρτερά. τῶν μὲν δὴ ἱππέων τῶν Περσῶν ἀπέθανον εἰς χιλίους.

そしてペルシア兵たちは、今や四方から自身も馬も手槍で顔を突かれ、騎兵たちに押し出され、また騎兵に混じった軽装兵たちからも大いに損害を受けていたため、まずアレクサンドロス自らが先頭で危険を冒していた地点で陣形を崩した。彼らの中央部が崩れると、騎兵の左右両翼もまた打ち破られ、実に激しい敗走となった。ペルシアの騎兵のうち戦死した者は約千名に及んだ。

§1.16.2

οὐ γὰρ πολλὴ ἡ δίωξις ἐγένετο, ὅτι ἐξετράπη Ἀλέξανδρος ἐπὶ τοὺς ξένους τοὺς μισθοφόρους· ὧν τὸ στῖφος, ᾗ τὸ πρῶτον ἐτάχθη, ἐκπλήξει μᾶλλόν τι τοῦ παραλόγου ἢ λογισμῷ βεβαίῳ ἔμενεν· καὶ τούτοις τήν τε φάλαγγα ἐπαγαγὼν καὶ τοὺς ἱππέας πάντῃ προσπεσεῖν κελεύσας ἐν μέσῳ διʼ ὀλίγου κατακόπτει αὐτούς, ὥστε διέφυγε μὲν οὐδείς, ὅτι μὴ διέλαθέ τις ἐν τοῖς νεκροῖς,1 ἐζωγρήθησαν δὲ ἀμφὶ τοὺς δισχιλίους.

アレクサンドロスが外国人傭兵たちの方へと転進したため、追撃は大規模なものにはならなかった。傭兵の密集部隊は、最初に布陣した場所で、確固たる思慮というよりもむしろ不測の事態への茫然自失から踏みとどまっていた。アレクサンドロスは彼らに対してファランクスを進軍させ、騎兵たちには全方位から襲いかかるよう命じて、短時間のうちに中央で彼らを切り伏せたため、死者の中に紛れ込んで逃げおおせた者を例外として誰一人逃げ果せることはなく、捕虜となった者は約二千名であった。

§1.16.3

ἔπεσον δὲ καὶ ἡγεμόνες τῶν Περσῶν Νιφάτης τε καὶ Πετήνης καὶ Σπιθριδάτης ὁ Λυδίας σατράπης καὶ ὁ τῶν Καππαδοκῶν ὕπαρχος Μιθροβουζάνης καὶ Μιθριδάτης ὁ Δαρείου γαμβρὸς καὶ Ἀρβουπάλης ὁ Δαρείου τοῦ Ἀρτοξέρξου παῖς καὶ Φαρνάκης, ἀδελφὸς οὗτος τῆς Δαρείου γυναικός, καὶ ὁ τῶν ξένων ἡγεμὼν Ὠμάρης. Ἀρσίτης δὲ ἐκ μὲν τῆς μάχης φεύγει ἐς Φρυγίαν, ἐκεῖ δὲ ἀποθνήσκει αὐτὸς πρὸς αὑτοῦ, ὡς λόγος, ὅτι αἴτιος ἐδόκει Πέρσαις γενέσθαι τοῦ ἐν τῷ τότε πταίσματος.

またペルシアの将帥たちも討ち死にした。ニファテス、ペテネス、リュディアのサトラップであるスピトリダテス、カッパドキアの太守ミトロブザネス、ダレイオスの娘婿ミトリダテス、アルタクセルクセスの子ダレイオスの息子アルブパレス、ダレイオスの妻の兄弟であるファルナケス、そして外国人部隊の指揮官オマレスである。一方アルシテスは戦場からフリュギアへと逃れたが、当時の失策の原因を作ったとペルシア人たちから見なされたため、伝えられるところでは、かの地で自ら命を絶った。

§1.16.4

Μακεδόνων δὲ τῶν μὲν ἑταίρων ἀμφὶ τοὺς εἴκοσι καὶ πέντε ἐν τῇ πρώτῃ προσβολῇ ἀπέθανον· καὶ τούτων χαλκαῖ εἰκόνες ἐν Δίῳ ἑστᾶσιν, Ἀλεξάνδρου κελεύσαντος Λύσιππον ποιῆσαι, ὅσπερ καὶ Ἀλέξανδρον μόνος προκριθεὶς ἐποίει· τῶν δὲ ἄλλων ἱππέων ὑπὲρ τοὺς ἑξήκοντα, πεζοὶ δὲ ἐς τοὺς τριάκοντα.

マケドニア軍では、側近騎兵のうち約二十五名が最初の突撃で戦死した。彼らの青銅像がディオンに立っているが、これはアレクサンドロスの命によりリュシッポスが制作したものであり、リュシッポスこそはアレクサンドロス自身の像をも単独で選ばれて制作した彫刻家であった。その他の騎兵では六十名以上、歩兵は約三十名が戦死した。

§1.16.5

καὶ τούτους τῇ ὑστεραίᾳ ἔθαψεν Ἀλέξανδρος ξὺν τοῖς ὅπλοις τε καὶ ἄλλῳ κόσμῳ· γονεῦσι δὲ αὐτῶν καὶ παισὶ τῶν τε κατὰ τὴν χώραν ἀτέλειαν ἔδωκε καὶ ὅσαι ἄλλαι ἢ τῷ σώματι λειτουργίαι ἢ κατὰ τὰς κτήσεις ἑκάστων εἰσφοραί,2 καὶ τῶν τετρωμένων δὲ πολλὴν πρόνοιαν ἔσχεν, ἐπελθών τε αὐτὸς ἑκάστους καὶ τὰ τραύματα ἰδὼν καὶ ὅπως τις ἐτρώθη ἐρόμενος καὶ ὅ τι πράττων εἰπεῖν τε καὶ ἀλαζονεύσασθαί οἱ παρασχών.3

アレクサンドロスは翌日、これら戦死者を武具ならびにその他の装飾とともに埋葬した。そして彼らの父母と子供たちには、土地にかかる公課を免除し、その他身をもって果たす役務や各自の財産に応じた臨時の拠出金もすべて免除した。また負傷者たちに対しても手厚い配慮を示し、自ら一人一人を訪ねて傷を検分し、どのように負傷したかを尋ね、各自が何をなしたかをアレクサンドロスに語り、誇る機会を与えた。

§1.16.6

ὁ δὲ καὶ τῶν Περσῶν τοὺς ἡγεμόνας ἔθαψεν· ἔθαψε δὲ καὶ τοὺς μισθοφόρους Ἕλληνας, οἳ ξὺν τοῖς πολεμίοις στρατεύοντες ἀπέθανον· ὅσους δὲ αὐτῶν αἰχμαλώτους ἔλαβε, τούτους δὲ δήσας ἐν πέδαις εἰς Μακεδονίαν ἀπέπεμψεν ἐργάζεσθαι, ὅτι παρὰ τὰ κοινῇ δόξαντα τοῖς Ἕλλησιν Ἕλληνες ὄντες ἐναντία τῇ Ἑλλάδι ὑπὲρ τῶν βαρβάρων ἐμάχοντο.

彼はペルシア側の将帥たちをも埋葬し、敵方とともに従軍して戦死したギリシア人傭兵たちも埋葬した。しかし彼らのうち捕虜とした者たちについては、ギリシア人全体の共通の決定に反し、ギリシア人でありながらギリシアに敵対して異民族のために戦ったという理由で、足枷をはめて強制労働に従事させるべくマケドニアへと送った。

§1.16.7

ἀποπέμπει δὲ καὶ εἰς Ἀθήνας τριακοσίας πανοπλίας Περσικὰς ἀνάθημα εἶναι τῇ Ἀθηνᾷ ἐν πόλει·4 καὶ ἐπίγραμμα ἐπιγραφῆναι ἐκέλευσε τόδε· Ἀλέξανδρος Φιλίππου καὶ οἱ Ἕλληνες πλὴν Λακεδαιμονίων ἀπὸ τῶν βαρβάρων τῶν τὴν Ἀσίαν κατοικούντων.

またアレクサンドロスは、アテナイのアクロポリスにおけるアテナへの奉納物とするために、三百領のペルシアの全軍装をアテナイへと送った。そして次のような銘文を刻むよう命じた。「ピリッポスの子アレクサンドロスとラケダイモン人を除くギリシア人たちが、アジアに住む異民族から奪いしもの」。

構文注4 件
  1. 1.16.2ὅτι μὴ διέλαθέ τις ἐν τοῖς νεκροῖς

    ὅτι μή は「〜を除いて(except)」を表す慣用句。ὅτι は関係代名詞 ὅ τι の中性単数対格(限定的対格)に由来し、「何らかの例外(〜を除く)」を意味する。ここでは全体否定 οὐδείς(誰も〜ない)に対する例外規定を導入しており、「死者の中に紛れ込んで逃げおおせた者を例外として」の意。

  2. 1.16.5τῶν τε κατὰ τὴν χώραν ἀτέλειαν ἔδωκε καὶ ὅσαι ἄλλαι ἢ τῷ σώματι λειτουργίαι ἢ κατὰ τὰς κτήσεις ἑκάστων εἰσφοραί

    動詞 ἔδωκε の目的語として ἀτέλειαν(免除)が置かれ、これに属格句 τῶν κατὰ τὴν χώραν(土地に関する公課の)が掛かる。続く καὶ ὅσαι ἄλλαι... の節は、関係代名詞 ὅσαι が先行詞を含む形で主格のまま置かれているか、あるいは名詞的述語構造として ἀτέλειαν ἔδωκε の意味上の対象(免除されるべき負担)を列挙している。「土地に関する諸公課の免除を与え、また身体による奉仕であれ各自の資産に応じた臨時拠出金であれ、その他のあらゆる役務についても(免除を)与えた」という構造。

  3. 1.16.5εἰπεῖν τε καὶ ἀλαζονεύσασθαί οἱ παρασχών

    分詞 παρασχών(παρέχω「与える」のアオリスト能動態分詞)の主語はアレクサンドロス。間接再帰代名詞 οἱ(3人称単数与格)はアレクサンドロス自身を指し、不定詞 εἰπεῖν(語る)および ἀλαζονεύσασθαι(誇る)の相手先・受取手となっている。不定詞の意味上の主語は文脈上「負傷者たち(各自)」であり、「彼らが自らの功績を彼(アレクサンドロス)に対して語り誇る機会を彼らに与えて」と解釈される。

  4. 1.16.7ἐν πόλει

    アテナイの文脈において ἐν πόλει は「ポリス(都市)の中で」ではなく、「アクロポリス(城塞・神域)において」を指す確立された慣用的表現。古代アテナイでは ἀκρόπολις を単に ἡ πόλις と呼ぶことが公的碑文や散文において一般的であった。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.16.1-1.16.7