← ルキアノス

蘇ってきた哲学者

§5-8

パルレーシアデースの弁明と裁判の提案

パルレーシアデースは自らの言論が哲学者たちの教えに基づくものであると弁明し、プラトンはその弁明を恩知らずな反逆であると非難するが、最終的にパルレーシアデースは正規の裁判による決着を提案する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5

Παρρησιάδης ἀνέπνευσα· οὐ γὰρ ἀποκτενεῖτέ με, ἢν μάθητε ὁποῖος ἐγὼ περὶ ὑμᾶς ἐγενόμην· ὥστε ἀπορρίψατε τοὺς λίθους, μᾶλλον δὲ φυλάττετε. χρήσεσθε γὰρ αὐτοῖς κατὰ τῶν ἀξίων. Πλάτων ληρεῖς. σὲ δὲ χρὴ τήμερον ἀπολωλέναι, καὶ ἤδη γε "λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχʼ ὅσσα ἔοργας." Παρρησιάδης καὶ μήν, Ὢ ἄριστοι, ὃν ἐχρῆν μόνον ἐξ ἁπάντων ἐπαινεῖν οἰκεῖόν τε ὑμῖν ὄντα καὶ εὔνουν καὶ ὁμογνώμονα καί, εἰ μὴ φορτικὸν εἰπεῖν, κηδεμόνα τῶν ἐπιτηδευμάτων εὖ ἴστε ἀποκτενοῦντες,1 ἢν ἐμὲ ἀποκτείνητε τοσαῦτα ὑπὲρ ὑμῶν πεπονηκότα. ὁρᾶτε οὖν μὴ κατὰ τοὺς πολλοὺς τῶν νῦν φιλοσόφων αὐτοὶ ποιεῖτε,2 ἀχάριστοι καὶ ὀργίλοι καὶ ἀγνώμονες φαινόμενοι πρὸς ἄνδρα εὐεργέτην. Πλάτων Ὢ τῆς ἀναισχυντίας. καὶ χάριν σοι τῆς κακηγορίας προσοφείλομεν; οὕτως ἀνδραπόδοις ὡς ἀληθῶς οἴει διαλέγεσθαι; ἢ καὶ εὐεργεσίαν καταλογιῇ πρὸς ἡμᾶς ἐπὶ τῇ τοσαύτῃ ὕβρει καὶ παροινίᾳ τῶν λόγων;

パルレーシアデース ほっとしました。あなたがたが、私があなたがたに対してどのような者であったかを知れば、私を殺すはずがありませんから。ですから、石を投げ捨てるか、いや、むしろ取っておきなさい。その石は、受けるに値する者たちに対して使うことになるでしょうから。 プラトン 戯言を。お前は今日死ぬべきなのだ。それも今すぐにだ。 「自らが働いた数々の悪事のために、石の衣を身にまとうがよい。」 パルレーシアデース それにしても、おお、最も優れた方々よ。本来なら皆が、あなたがたの身内であり、好意を寄せ、同じ意見を持ち、そして(おこがましくなければ)あなたがたの教えの擁護者であるただ一人の人間として称賛すべきであった私を、あなたがたが殺すとなれば、あなたがたのためにこれほど多く骨を折ってきた私を殺すことになるのだと、よくよく知っておくがよい。ですから、現在の多くの哲学者たちと同じようなことを自ら行い、恩人に対して恩知らずで、怒りっぽく、無分別であると見られることのないように気をつけなさい。 プラトン ああ、何という恥知らずなことだ。我々がお前の誹謗に対して恩義を感じねばならぬというのか。お前は本当に、我々を奴隷とでも思って話しているのか。それとも、これほどの侮辱と言論による乱暴を働きながら、我々に対して恩義を主張するつもりなのか。

§6

Παρρησιάδης ποῦ γὰρ ἐγὼ ὑμᾶς ἢ πότε ὕβρικα, ὃς ἀεὶ φιλοσοφίαν τε θαυμάζων διατετέλεκα καὶ ὑμᾶς αὐτοὺς ὑπερεπαινῶν καὶ τοῖς λόγοις οἷς καταλελοίπατε ὁμιλῶν; αὐτὰ γοῦν ἅ φημι ταῦτα, πόθεν ἄλλοθεν ἢ παρʼ ὑμῶν λαβὼν καὶ κατὰ τὴν μέλιτταν ἀπανθισάμενος ἐπιδείκνυμαι τοῖς ἀνθρώποις; οἱ δὲ ἐπαινοῦσι καὶ γνωρίζουσιν ἕκαστον τὸ ἄνθος ὅθεν καὶ παρʼ ὅτου καὶ ὅπως ἀνελεξάμην,3 καὶ λόγῳ μὲν ἐμὲ ζηλοῦσι τῆς ἀνθολογίας, τὸ δʼ ἀληθὲς ὑμᾶς καὶ τὸν λειμῶνα τὸν ὑμέτερον, οἳ τοιαῦτα ἐξηνθήκατε ποικίλα καὶ πολυειδῆ τὰς βαφάς, εἴ τις ἀναλέξασθαί τε αὐτὰ ἐπίσταιτο καὶ ἀναπλέξαι καὶ ἁρμόσαι, ὡς μὴ ἀπᾴδειν θάτερον θατέρου. ἔσθʼ ὅστις οὖν ταῦτα εὖ πεπονθὼς παρʼ ὑμῶν κακῶς ἂν εἰπεῖν ἐπιχειρήσειεν εὐεργέτας ἄνδρας, ἀφʼ ὧν εἶναί τις ἔδοξεν; ἐκτὸς εἰ μὴ κατὰ τὸν Θάμυριν ἢ τὸν Εὔρυτον εἴη τὴν φύσιν, ὡς ταῖς Μούσαις ἀντᾴδειν, παρʼ ὧν εἴληφε τὴν ᾠδήν, ἢ τῷ Ἀπόλλωνι ἐριδαίνειν ἐναντία τοξεύων, καὶ ταῦτα δοτῆρι ὄντι τῆς τοξικῆς.

パルレーシアデース そもそも私はどこで、あるいはいつ、あなたがたを侮辱したというのですか。私は常に哲学を称賛し続け、あなたがた自身をこの上なく褒め称え、あなたがたが残された言葉を親しく読んできたではありませんか。まさに私が語るこれらのこと自体、あなたがたから受け取り、蜂のように花蜜を摘み取って人々に示しているものにほかなりません。人々は称賛し、私がどの花を、誰から、どのようにして摘み取ったかを一つずつ認識してくれます。そして、言葉の上ではその花摘みについて私を羨みますが、実際にはあなたがたを、そして様々に色とりどりの花を咲かせたあなたがたの庭園を称賛しているのです――もしそれをうまく摘み取り、編み合わせ、互いに調和させて不協和音を奏でないようにする方法を心得ている者がいるならば。そうであれば、あなたがたからこれほどの恩恵を受け、それによって名声を博した者が、どうして恩人である方々を悪く言おうとするでしょうか。タミュリスやエウリュトスのような本性を持っていて、歌を与えてくれたムーサイに歌で抗ったり、弓術の与え手であるアポロンに向かって敵対的な矢を射て争ったりするなら別ですが。

§7

Πλάτων τοῦτο μέν, ὦ γενναῖε, κατὰ τοὺς ῥήτορας εἴρηταί σοι· ἐναντιώτατον δʼ οὖν ἐστι τῷ πράγματι καὶ χαλεπωτέραν σου ἐπιδείκνυσι τὴν τόλμαν, εἴ γε τῇ ἀδικίᾳ καὶ ἀχαριστία πρόσεστιν, ὃς παρʼ ἡμῶν τὰ τοξεύματα, ὡς φής, λαβὼν καθʼ ἡμῶν ἐτόξευες,4 ἕνα τοῦτον ὑποθέμενος τὸν σκοπόν, ἅπαντας ἡμᾶς ἀγορεύειν κακῶς· τοιαῦτα παρὰ σοῦ ἀπειλήφαμεν ἀνθʼ ὧν σοι τὸν λειμῶνα ἐκεῖνον ἀναπετάσαντες οὐκ ἐκωλύομεν δρέπεσθαι καὶ τὸ προκόλπιον ἐμπλησάμενον ἀπελθεῖν· ὥστε διά γε τοῦτο μάλιστα δίκαιος ἂν εἴης ἀποθανεῖν.

プラトン おお、見事な男よ。それは雄弁家たちの調子で語られたことだ。しかしそれは事実に全く反しており、お前の不敵さをいっそう深刻に示している。もしも、その不正と恩知らずに加えて、お前が言うように、我々から矢を受け取りながら我々を狙い撃ちし、我々全員を悪しざまに言うという一つの目的を定めていたとすれば。我々が、あの庭園を広く開放してお前が摘み取るのを妨げず、懐いっぱいに満たして立ち去らせてやったことに対して、お前から受け取った返礼がこれなのか。だからこそ、まさにこのことによって、お前は死ぬのが最もふさわしいのだ。

§8

Παρρησιάδης ὁρᾶτε· πρὸς ὀργὴν ἀκούετε καὶ οὐδὲν τῶν δικαίων προσίεσθε. καίτοι οὐκ ἂν ᾠήθην ποτὲ ὡς ὀργὴ Πλάτωνος ἢ Χρυσίππου ἢ Ἀριστοτέλους ἢ τῶν ἄλλων ὑμῶν καθίκοιτο ἄν, ἀλλά μοι ἐδοκεῖτε μόνοι δὴ πόρρω εἶναι τοῦ τοιούτου. πλὴν ἀλλὰ μὴ ἄκριτόν γε, ὦ θαυμάσιοι, μηδὲ πρὸ δίκης ἀποκτείνητέ με. ὑμέτερον γοῦν καὶ τοῦτο ἦν, μὴ βίᾳ μηδὲ κατὰ τὸ ἰσχυρότερον πολιτεύεσθαι,5 δίκῃ δὲ τὰ διάφορα λύεσθαι διδόντας λόγον καὶ δεχομένους ἐν τῷ μέρει. ὥστε δικαστὴν ἑλόμενοι κατηγορήσατε μὲν ὑμεῖς ἢ ἅμα πάντες ἢ ὅντινα ἂν χειροτονήσητε ὑπὲρ ἁπάντων, ἐγὼ δὲ ἀπολογήσομαι πρὸς τὰ ἐγκλήματα. κᾆτα ἢν μέν τι ἀδικῶν φαίνωμαι καὶ τοῦτο περὶ ἐμοῦ γνῷ τὸ δικαστήριον, ὑφέξω δηλαδὴ τὴν ἀξίαν· ὑμεῖς δὲ βίαιον οὐδὲν τολμήσετε· ἢν δὲ τὰς εὐθύνας ὑποσχὼν καθαρὸς ὑμῖν καὶ ἀνεπίληπτος εὑρίσκωμαι, ἀφήσουσί με οἱ δικασταί, ὑμεῖς δὲ εἰς τοὺς ἐξαπατήσαντας ὑμᾶς καὶ παροξύναντας καθʼ ἡμῶν τὴν ὀργὴν τρέψετε.

パルレーシアデース ご覧なさい、あなたがたは怒りに任せて聞いており、いかなる正しい言い分も受け入れようとしません。しかしながら、プラトンやクリュシッポスやアリストテレス、あるいはあなたがた他の人々に怒りが及ぶことがあろうとは、私は一度も思ったことがありません。あなたがただけは、そのような怒りから遠く離れていると私は思っていました。しかし、おお、驚くべき方々よ、私を審判なしに、あるいは裁判の前に殺してはなりません。そもそも、暴力や力ずくで物事を処理するのではなく、互いに弁論を行い、代わる代わるそれを聞くことによって、裁判で相違点を解決するというのは、まさにあなたがたの教えだったではありませんか。ですから、裁判官を選び、あなたがた全員で、あるいはあなたがたを代表して選出された誰かが告発を行いなさい。私はそれらの容疑に対して弁明します。そしてもし、私が何か不正を働いていることが明らかになり、裁判所が私に対してそのように判断するならば、私は当然それに値する罰を受けるでしょう。あなたがたは暴力的な手段を決して取ってはなりません。もしも私が弁明を行って、あなたがたに対して非の打ち所のない潔白であると認められたなら、裁判官たちは私を無罪とし、あなたがたは、あなたがたを欺いて我々に対する怒りを煽り立てた者たちへとその怒りを向けることでしょう。

構文注5 件
  1. 5εὖ ἴστε ἀποκτενοῦντες

    分詞 ἀποκτενοῦντες(未来能動態)は、知覚・知識を表す動詞 εὖ ἴστε(οἶδα の二人称複数命令法)の補足分詞として機能しており、「…することになるということをよく知っておくがよい」という確実な未来の帰結を表す。

  2. 5ὁρᾶτε οὖν μὴ ... αὐτοὶ ποιεῖτε

    注意・懸念を促す動詞 ὁρᾶτε の後に μὴ と直説法現在(ποιεῖτε)が続くことで、現在の好ましくない事実への懸念(「現に…しているのではないかと気をつける」)を示している。

  3. 6ἕκαστον τὸ ἄνθος ὅθεν καὶ παρʼ ὅτου καὶ ὅπως ἀνελεξάμην

    間接疑問節(ὅθεν...)の目的語である ἕκαστον τὸ ἄνθος(ἀνελεξάμην の目的語)が、主節の認知動詞 γνωρίζουσιν の直接目的語として前方に引き出された先取り(prolepsis)構文である。

  4. 7εἴ γε τῇ ἀδικίᾳ καὶ ἀχαριστίᾳ πρόσεστιν, ὃς ... ἐτόξευες

    条件節の中に、主節の主語(二人称)を先行詞とする関係代名詞 ὃς に導かれた関係節が挿入されている。この ὃς ... ἐτόξευες は「…しながら射かけたお前が」と原因や非難のニュアンスを帯びた叙述として機能する。

  5. 8μὴ βίᾳ μηδὲ κατὰ τὸ ἰσχυρότερον πολιτεύεσθαι

    不定詞 πολιτεύεσθαι(および λύεσθαι)は、前文の指示代名詞を含む名詞句(ὑμέτερον γοῦν καὶ τοῦτο ἦν「これこそがあなたがたの[信条]であった」)を受けて、その具体的な中身を説明する同格的名詞的用法である。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 2 件
  • 2026-09-21 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0062.tlg025.humanitext-grc2:5-8