- 底本
- Lucian, Vol. 3. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1921.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg025.humanitext-grc2:49-52
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
パルレーシアデースは、プラトン、アリストテレス、クリュシッポスを装う偽哲学者たちを次々と釣り上げ、本物の哲学者たちの承認を得て彼らを岩から投げ落とします。最後に哲学が彼に、偽者たちに印を押し、本物には戴冠するよう命じて去り、パルレーシアデースとエレンコスはそれぞれの学派を巡る旅に出発します。
Παρρησιάδης ἰδού τις ἄλλος ὑπόπλατος ὥσπερ ἡμίτομος ἰχθὺς πρόσεισιν, ψῆττά τις, κεχηνὼς εἰς τὸ ἄγκιστρον· κατέπιεν, ἔχεται, ἀνεσπάσθω. τίς ἐστιν; Ἔλεγχος ὁ Πλατωνικὸς εἶναι λέγων. Παρρησιάδης καὶ σύ, ὦ κατάρατε, ἥκεις ἐπὶ τὸ χρυσίον; τί φής, ὦ Πλάτων; τί ποιῶμεν αὐτόν;
パルレーシアデース ご覧なさい、半分に切られたような別の平たい魚が近づいてきます。カレイの類ですね。釣り針に向かって口を大きく開けています。飲み込みました、かかりました、引き上げましょう。これは誰ですか。 エレンコス プラトン主義者だと自称する男です。 パルレーシアデース お前もか、呪わしい奴め、金貨を目当てに来たのか。どうおっしゃいますか、プラトンよ。彼をどうしましょう。
Πλάτων ἀπὸ τῆς αὐτῆς πέτρας καὶ οὗτος· ἐπʼ ἄλλον καθείσθω. Παρρησιάδης καὶ μὴν ὁρῶ τινα πάγκαλον προσιόντα, ὡς ἂν ἐν βυθῷ δόξειεν,1 ποικίλον τὴν χρόαν, ταινίας τινὰς ἐπὶ τοῦ νώτου ἐπιχρύσους ἔχοντα. ὁρᾷς, ὦ Ἔλεγχε; Ἔλεγχος ὁ τὸν Ἀριστοτέλη προσποιούμενος οὗτός ἐστιν. Παρρησιάδης ἦλθεν, εἶτα πάλιν ἄπεισιν. περισκοπεῖ ἀκριβῶς, αὖθις ἐπανῆλθεν, ἔχανεν, εἴληπται, ἀνιμήσθω. Ἀριστοτέλης μὴ ἀνέρῃ με, ὦ Παρρησιάδη, περὶ αὐτοῦ· ἀγνοῶ γὰρ ὅστις ἐστίν. Παρρησιάδης οὐκοῦν καὶ οὗτος, ὦ Ἀριστότελες, κατὰ τῶν πετρῶν.
プラトン この男も同じ岩から投げ落としなさい。また別の人に下ろすように。 パルレーシアデース おや、実に見事なのが近づいてくるのが見えます。深海で見れば、そう思えるのでしょうが。まだらな色で、背中には金色の帯のような筋を持っています。見えますか、エレンコス。 エレンコス アリストテレスを装うのがこの男です。 パルレーシアデース やって来ました、しかしまた立ち去ろうとします。注意深く周りを見回しています。また戻ってきました、口を開けました、かかりました、引き上げましょう。 アリストテレス パルレーシアデースよ、彼について私に尋ねないでくれ。私はそれが誰なのか知らないのだ。 パルレーシアデース それではアリストテレスよ、この者も岩から落としましょう。
Παρρησιάδης ἀλλʼ ἢν ἰδού, πολλούς που τοὺς ἰχθῦς ὁρῶ κατὰ ταὐτὸν ὁμόχροας, ἀκανθώδεις καὶ τὴν ἐπιφάνειαν ἐκτετραχυσμένους, ἐχίνων δυσληπτοτέρους. ἦ που σαγήνης ἐπʼ αὐτοὺς δεήσει; Φιλοσοφία ἀλλʼ οὐ πάρεστιν. ἱκανὸν εἰ κἂν ἕνα τινὰ ἐκ τῆς ἀγέλης ἀνασπάσαιμεν. ἥξει δὲ ἐπὶ τὸ ἄγκιστρον δηλαδὴ ὃς ἂν αὐτῶν θρασύτατος ᾖ. Ἔλεγχος κάθες, εἰ δοκεῖ, σιδηρώσας γε πρότερον ἐπὶ πολὺ τῆς ὁρμιᾶς, ὡς μὴ ἀποπρίσῃ τοῖς ὀδοῦσι καταπιὼν τὸ χρυσίον.2 Παρρησιάδης καθῆκα. καὶ σὺ δέ, ὦ Πόσειδον, ταχεῖαν ἐπιτέλει τὴν ἄγραν. βαβαί, μάχονται περὶ τοῦ δελέατος, καὶ οἱ μὲν συνάμα πολλοὶ περιτρώγουσι τὴν ἰσχάδα, οἱ δὲ προσφύντες ἔχονται τοῦ χρυσίου. εὖ ἔχει· περιεπάρη τις μάλα καρτερός. φέρʼ ἴδω τίνος ἐπώνυμον σεαυτὸν εἶναι λέγεις; καίτοι γελοῖός εἰμι ἀναγκάζων ἰχθὺν λαλεῖν· ἄφωνοι γὰρ οὗτοί γε. ἀλλὰ σύ, ὦ Ἔλεγχε, εἰπὲ ὅντινα ἔχει διδάσκαλον αὐτοῦ. Ἔλεγχος Χρύσιππον τουτονί. Παρρησιάδης μανθάνω· διότι χρυσίον προσῆν, οἶμαι, τῷ ὀνόματι. σὺ δʼ οὖν, Χρύσιππε, πρὸς τῆς Ἀθηνᾶς εἰπέ, οἶσθα τοὺς ἄνδρας ἢ τοιαῦτα παραινεῖς αὐτοῖς ποιεῖν; Χρύσιππος νὴ Δίʼ, ὑβριστικὰ ἐρωτᾷς, ὦ Παρρησιάδη, προσήκειν τι ἡμῖν ὑπολαμβάνων τοιούτους ὄντας. Παρρησιάδης εὖ γε, ὦ Χρύσιππε, γενναῖος εἶ. οὗτος δὲ καὶ αὐτὸς ἐπὶ κεφαλὴν μετὰ τῶν ἄλλων, ἐπεὶ καὶ ἀκανθώδης ἐστί, καὶ δέος μὴ διαπαρῇ τις τὸν λαιμὸν ἐσθίων.
パルレーシアデース しかし、ご覧なさい。同じような色のたくさんの魚が見えます。トゲだらけで表面はゴツゴツしており、ウニよりも捕まえにくそうです。まさか彼らには引き網が必要でしょうか。 哲学 いや、それはありません。群れの中から一人でも引き上げることができれば十分です。彼らのうちで最も厚かましい者が、当然、針に向かってくるでしょう。 エレンコス もしよければ、あらかじめ釣り糸の大部分を針金で補強してから下ろしなさい。金貨を飲み込んだ後、歯で噛み切られないように。 パルレーシアデース 下ろしました。そしてポセイドーンよ、あなたも素早い獲物を実現させてください。おやおや、彼らは餌をめぐって争っています。多くが同時にイチジクをかじり、またある者たちは金貨にしがみついて離れません。よし、非常に手強いのが引っかかりました。さあ見せてみよ、お前は誰の名を自分の名としていると言うのか。とはいえ、魚に喋らせようとするなんて私も滑稽ですね。彼らは口がきけないのですから。しかしエレンコス、彼の師が誰なのか言ってください。 エレンコス こちらのクリュシッポスです。 パルレーシアデース なるほど。その名に金が含まれていたからですね。ところで、クリュシッポスよ、アテーナーにかけて言ってください。お前は彼らのことを知っているのですか、それとも彼らにそのようなことをするよう勧めているのですか。 クリュシッポス ゼウスにかけて、パルレーシアデース、無礼な質問をするものだ。あのような者たちが我々と何らかの関係があるなどと想定するとは。 パルレーシアデース お見事です、クリュシッポスよ、気高いお方だ。この者も他の連中と一緒に頭から落しましょう。何しろトゲだらけですし、食べる時に誰かの喉を突き刺しはしないかと恐ろしいですから。
Φιλοσοφία ἅλις, ὦ Παρρησιάδη, τῆς ἄγρας, μὴ καί τίς σοι, οἷοι πολλοί εἰσιν, οἴχηται ἀποσπάσας3 τὸ χρυσίον καὶ τὸ ἄγκιστρον, εἶτά σε ἀποτῖσαι τῇ ἱερείᾳ δεήσῃ. ὥστε ἡμεῖς μὲν ἀπίωμεν περιπατήσουσαι· καιρὸς δὲ καὶ ὑμᾶς ἀπιέναι ὅθεν ἥκετε, μὴ καὶ ὑπερήμεροι γένησθε τῆς προθεσμίας. σφὼ δέ, σὺ καὶ ὁ Ἔλεγχος, ὦ Παρρησιάδη, ἐν κύκλῳ ἐπὶ πάντας αὐτοὺς ἰόντες ἢ στεφανοῦτε ἢ ἐγκάετε, ὡς ἔφην. Παρρησιάδης ἔσται ταῦτα, ὦ Φιλοσοφία. χαίρετε, ὦ βέλτιστοι ἀνδρῶν. ἡμεῖς δὲ κατίωμεν, ὦ Ἔλεγχε, καὶ τελῶμεν τὰ παρηγγελμένα. Ἔλεγχος ποῖ δὲ καὶ πρῶτον ἀπιέναι δεήσει; μῶν εἰς τὴν Ἀκαδημίαν ἢ εἰς τὴν Στοὰν ἢ ἀπὸ τοῦ Λυκείου ποιησώμεθα τὴν ἀρχήν; Παρρησιάδης οὐδὲν διοίσει τοῦτο. πλὴν οἶδά γε ἐγὼ ὡς ὅποι ποτʼ ἂν ἀπέλθωμεν, ὀλίγων μὲν τῶν στεφάνων, πολλῶν δὲ τῶν καυτηρίων δεησόμεθα.
哲学 パルレーシアデースよ、獲物はもう十分です。よくあることですが、誰かが金貨と針をむしり取って逃げてしまい、あなたが巫女に弁償しなければならなくなるといけませんから。ですから、私たちは散歩がてら立ち去りましょう。あなた方も、期限を過ぎて遅滞に陥らないよう、来たところへ戻る時間です。そしてパルレーシアデースよ、お前とエレンコスの二人は、彼ら全員のもとを巡回して、私が言ったように戴冠するか、あるいは焼き印を押しなさい。 パルレーシアデース かしこまりました、哲学よ。皆様、ごきげんよう。エレンコスよ、私たちは下りていって、命じられたことを実行しましょう。 エレンコス それにしても、まずどこへ行くべきでしょうか。アカデメイアから始めましょうか、それともストア、あるいはリュケイオンから始めましょうか。 パルレーシアデース どちらでも同じことです。ただ私はよく知っています。私たちがどこへ行こうとも、冠は少しで済み、焼き印のほうはたくさん必要になることを。
- 50ὡς ἂν ἐν βυθῷ δόξειεν
潜在を表す ἄν を伴う無人称の希求法であり、「深海においてならば(そう)思われるであろうように」という比喩的な表現。外見の美しさが、海中という特定の状況下でのみ際立つことを示唆している。
- 51μὴ ἀποπρίσῃ τοῖς ὀδοῦσι καταπιὼν τὸ χρυσίον
接続法 ἀποπρίσῃ は ὡς μή(〜しないように)に導かれる目的節を構成する。主動詞 κάθες(下ろせ)に対する従属節であり、分詞 καταπιὼν(飲み込んだ後で)は行為の前後関係を示す。
- 52μὴ καί τίς σοι ... οἴχηται ἀποσπάσας
懸念を表す μή に導かれる節で、主動詞 ἅλις(十分だ、止めよ)の後に置かれ、望ましくない事態への警戒を示す。οἴχομαι +分詞(ἀποσπάσας)は「〜して去ってしまう」という慣用的な表現。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 1 件
