← ルキアノス

悲劇役者ゼウス

§1-4

ゼウスの苦悩と神々の存亡をめぐる論争

悩ましげなゼウスに対し、ヘラたちがその理由を問いただす。ゼウスは、ストア派とエピクロス派の哲学者による神意をめぐる論争が勃発し、神々の存亡が議論の行方に懸かっているという危機的状況を明かす。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1

Ἑρμῆς Ὦ Ζεῦ, τί σύννους κατὰ μόνας σαυτῷ λαλεῖς, ὠχρὸς περιπατῶν, φιλοσόφου τὸ χρῶμʼ ἔχων; ἐμοὶ προσανάθου, λαβέ με σύμβουλον πόνων, μὴ καταφρονήσῃς οἰκέτου φλυαρίας. Ἀθήνη ναὶ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων, γουνοῦμαί σε θεὰ γλαυκῶπις, τριτογένεια, ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἤδη, τίς μῆτις δάκνει σε κατὰ φρένα καὶ κατὰ θυμόν, ἢ τί βαρὺ στενάχεις ὦχρός τέ σε εἷλε παρειάς; Ζεύς οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδʼ εἰπεῖν ἔπος, οὐδὲ πάθος οὐδὲ συμφορὰ τραγῳδική, ἣν οὐκ ἰαμβείοις ὑπερπαίω δέκα. Ἀθήνη Ἄπολλον, οἵοις φροιμίοις ἄρχῃ λόγου; Ζεύς ὦ παγκάκιστα χθόνια γῆς παιδεύματα, σύ τʼ, ὦ Προμηθεῦ, οἷά μʼ εἴργασαι κακά. Ἀθήνη τί δʼ ἐστί; πρὸς χορὸν γὰρ οἰκείων ἐρεῖς. Ζεύς ὦ μεγαλοσμαράγου στεροπᾶς ῥοίζημα, τί ῥέξεις; Ἥρα Κοίμισον ὀργάν, εἰ μὴ κωμῳδίαν, ὦ Ζεῦ, δυνάμεθα ὑποκρίνεσθαι μηδὲ ῥαψῳδεῖν ὥσπερ οὗτοι μηδὲ τὸν Εὐριπίδην ὅλον καταπεπώκαμεν, ὥστε σοι ὑποτραγῳδεῖν.

Ἑρμῆς 「おおゼウスよ、なぜ独りで深く考え込み、青ざめて歩き、哲学者のような顔色をして独り言を言っているのですか。私に打ち明け、私を悩みの相談相手になさってください。召使の他愛ないおしゃべりと侮らないでください。」 Ἀθήνη 「しかり、我らが父、クロノスの子、支配者たちの中の至高なる者よ、灰色に輝く瞳の女神、トリトゲネイアたる私はあなたに懇願します。語ってください、心に隠さず、我らが今や知ることができるように。いかなる思慮があなたの胸と心を苛んでいるのか、あるいは、なぜ重苦しく呻き、青ざめがあなたの頬を捉えているのかを。」 Ζεύς 「口にするに恐るべきいかなる言葉も、いかなる苦難も、悲劇的な災厄も、私が十行のアイアンボス詩で凌駕しえぬものはない。」 Ἀθήνη 「アポロンよ!何という前置きで話を始められるのですか。」Ζεύς 「おお、大地の生み出した、極めて邪悪なる地上の被造物どもよ!そしてお前、プロメテウスよ、お前は私に何という災いをもたらしたことか。」 Ἀθήνη 「それは何ですか。身内を前にして話すのですから。」 Ζεύς 「おお、大音響で轟く稲妻の鳴り響きよ、汝は何をせんとするか。」 Ἥρα 「怒りを鎮めなさい、ゼウスよ。私たちは喜劇を演じることも、この者たちのように叙事詩を朗誦することもできませんし、あなたの悲劇の伴奏をするほどエウリピデスを丸呑みしたわけでもありませんから。」

§2

Ἥρα ἀγνοεῖν ἡμᾶς νομίζεις τὴν αἰτίαν τῆς λύπης ἥτις ἐστί σοι;1 Ζεύς οὐκ οἶσθʼ, ἐπεί τοι κἂν ἐκώκυες μέγα. Ἥρα οἶδα τὸ κεφάλαιον αὐτὸ ὧν πάσχεις ὅτι ἐρωτικόν ἐστιν· οὐ μὴν κωκύω γε ὑπὸ ἔθους, ἤδη πολλάκις ὑβρισθεῖσα ὑπὸ σοῦ τὰ τοιαῦτα. εἰκὸς γοῦν ἤτοι Δανάην τινὰ ἢ Σεμέλην ἢ Εὐρώπην αὖθις εὑρόντα σε ἀνιᾶσθαι ὑπὸ τοῦ ἔρωτος, εἶτα βουλεύεσθαι ταῦρον ἢ σάτυρον ἢ χρυσὸν γενόμενον ῥυῆναι2 διὰ τοῦ ὀρόφου εἰς τὸν κόλπον τῆς ἀγαπωμένης· τὰ σημεῖα γὰρ ταῦτα, οἱ στεναγμοὶ καὶ τὰ δάκρυα καὶ τὸ ὠχρὸν εἶναι, οὐκ ἄλλου του ἢ ἔρωτός ἐστιν·. Ζεύς ὦ μακαρία, ἥτις ἐν ἔρωτι καὶ ταῖς τοιαύταις παιδιαῖς οἴει τὰ πράγματα ἡμῖν εἶναι. Ἥρα ἀλλὰ τί ἄλλο, εἰ μὴ τοῦτο, ἀνιᾷ σε Δία ὄντα;

Ἥρα 「あなたは、私たちがあなたの嘆きの原因が何であるかを知らないと思っているのですか。」 Ζεύς 「お前は知らないのだ。さもなければお前も大声で泣き叫んでいただろう。」 Ἥρα 「私はあなたの苦悩の本質そのものを知っています。それは色恋沙汰だということです。もっとも、私は慣れっこになってしまっているので泣き叫びはしませんが。すでに何度もあなたからそのようなことで侮辱されてきましたから。どうせまたダナエやらセメレやらエウロペやらを見つけて、恋に煩わされ、それから牛かサテュロスか黄金になって、屋根を通り抜けて愛する者の膝に流れ込もうと企んでいるのでしょう。それらの兆候、すなわち呻き声や涙や青ざめた顔は、恋以外の何ものでもありませんから。」 Ζεύς 「おめでたい女だな、我らの問題が恋やそのようなお遊びにあると思っているとは!」Ἥρα 「では、これでないとしたら、ゼウスたるあなたをこれほど悩ませる何があるというのですか。」

§3

Ζεύς ἐν ἐσχάτοις, ὦ Ἥρα, τὰ θεῶν πράγματα, καὶ τοῦτο δὴ τὸ τοῦ λόγου, ἐπὶ ξυροῦ ἕστηκεν εἴτε χρὴ τιμᾶσθαι ἡμᾶς ἔτι καὶ τὰ γέρα ἔχειν τἀν τῇ γῇ εἴτε καὶ ἠμελῆσθαι παντάπασι καὶ τὸ μηδὲν εἶναι δοκεῖν. Ἥρα μῶν ἢ γίγαντάς τινας αὖθις ἡ γῆ ἔφυσεν, ἢ οἱ Τιτᾶνες διαρρήξαντες τὰ δεσμὰ καὶ τῆς φρουρᾶς ἐπικρατήσαντες αὖθις ἡμῖν ἐναντία αἴρονται τὰ ὅπλα; Ζεύς θάρσει, τὰ νέρθεν ἀσφαλῶς ἔχει θεοῖς. Ἥρα τί οὖν ἄλλο δεινὸν ἂν γένοιτο; οὐχ ὁρῶ γάρ, ὅτε μὴ τὰ τοιαῦτα παραλυποῖ, ἐφʼ ὅτῳ Πῶλος ἢ Ἀριστόδημος ἀντὶ Διὸς ἡμῖν ἀναπέφηνας.

Ζεύς 「ヘラよ、神々の問題は瀬戸際にあり、まさにことわざに言うように『剃刀の刃の上に立って』いるのだ。我々が今後もなお崇められ地上で特権を持ち続けるのか、それとも完全に無視されて無きに等しいものと見なされるのかが。」 Ἥρα 「まさか大地がまたしても巨人たちを生み出したのですか、あるいはティタンたちが鎖を断ち切り、番兵たちを打ち負かして、またしても私たちに対して武器をとって立ち上がったのですか。」 Ζεύς 「安心せよ、冥界の状況は神々にとって安全だ。」 Ἥρα 「それでは、他にどのような恐ろしいことが起こり得るというのですか。そのようなことが私たちを悩ませていないのに、なぜあなたがゼウスではなくポロスやアリストデモスのように私たちの前に現れたのか、私には分かりませんから。」

§4

Ζεύς Τιμοκλῆς, ὦ Ἥρα, ὁ Στωϊκὸς καὶ Δᾶμις ὁ Ἐπικούρειος χθές, οὐκ οἶδα ὅθεν σφίσιν ἀρξαμένου τοῦ λόγου,3 προνοίας πέρι διελεγέσθην παρόντων μάλα συχνῶν καὶ δοκίμων ἀνθρώπων, ὅπερ μάλιστα ἠνίασέ με· καὶ ὁ μὲν Δᾶμις οὐδʼ εἶναι θεοὺς ἔφασκεν, οὐχ ὅπως4 τὰ γινόμενα ἐπισκοπεῖν ἢ διατάττειν, ὁ Τιμοκλῆς δὲ ὁ βέλτιστος ἐπειρᾶτο συναγωνίζεσθαι ἡμῖν· εἶτα ὄχλου πολλοῦ ἐπιρρυέντος οὐδὲν πέρας ἐγένετο τῆς συνουσίας· διελύθησαν γὰρ εἰσαῦθις ἐπισκέψεσθαι τὰ λοιπὰ συνθέμενοι, καὶ νῦν μετέωροι πάντες εἰσίν, ὁπότερος κρατήσει καὶ ἀληθέστερα δόξει λέγειν. ὁρᾶτε τὸν κίνδυνον, ὡς ἐν στενῷ παντάπασι τὰ ἡμέτερα, ἐν ἑνὶ ἀνδρὶ κινδυνευόμενα; καὶ δυοῖν θάτερον ἢ παρεῶσθαι ἀνάγκη, ὀνόματα μόνον εἶναι δόξαντας, ἢ τιμᾶσθαι ὥσπερ πρὸ τοῦ, ἢν ὁ Τιμοκλῆς ὑπέρσχῃ λέγων.

Ζεύς 「ヘラよ、ストア派のティモクレスとエピクロス派のダミスが昨日、――何から話が始まったのかは知らないが――きわめて多数の、しかも定評ある人々が居合わせる前で、神意について議論したのだ。それこそが私を最も悩ませた。そしてダミスの方は、神々は存在すらしないと主張したのだ、ましてや生起することを見守ったり秩序づけたりすることなどあろうか、と。一方、善良なるティモクレスは我々のために共闘しようと試みてくれた。それから、大群衆が押し寄せてきたため、その集まりには何の決着もつかなかった。というのも、彼らは残された事柄を後日あらためて検討することを約束して散会したからだ。そして今や全員が、どちらが勝ち、より真実を語っていると見なされるか、固唾をのんで見守っている。我々の事態がいかに完全に窮地にあり、一人の男に命運が賭けられているか、その危険が見えるか。そして二つのうちどちらかにならざるを得ない。すなわち、単なる名前にすぎないと見なされて必然的に退けられるか、あるいは、もしティモクレスが議論で勝てば、以前のように崇められるかだ。」

構文注4 件
  1. 2ἀγνοεῖν ἡμᾶς νομίζεις τὴν αἰτίαν τῆς λύπης ἥτις ἐστί σοι

    「先取り(prolepsis)」と呼ばれる構文。従属節 ἥτις ἐστί σοι の主語となるべき αἰτία が、主節の不定詞 ἀγνοεῖν の直接目的語として前方に引き出されている。

  2. 2εἰκὸς γοῦν ... ἀνιᾶσθαι ... εἶτα βουλεύεσθαι ... ῥυῆναι

    非人称表現 εἰκός (ἐστι) に、現在受動不定詞 ἀνιᾶσθαι と現在中動不定詞 βουλεύεσθαι が対格の意味上の主語 σε を伴って並列で依存している。さらに ῥυῆναι(無定過去受動不定詞)は βουλεύεσθαι(目論む)の目的語として機能している。

  3. 4οὐκ οἶδα ὅθεν σφίσιν ἀρξαμένου τοῦ λόγου

    ἀρξαμένου τοῦ λόγου は属格独立分詞構文。σφίσιν は関係の与格(「彼らにとって」)。οὐκ οἶδα ὅθεν は文中に挿入された関係節であり、全体として「彼らの間でどこから議論が始まったのかは知らないが」という挿入的副詞句として機能している。

  4. 4οὐχ ὅπως

    否定を伴って「〜は言うまでもなく(まして〜ない)」を意味する慣用表現。ここでは「(神々が)生起することを見守ったり統制したりすることは言うまでもなく、存在すらしない」という否定の文脈を強めている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0062.tlg018.humanitext-grc2:1-4