- 底本
- Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:17.1-17.6
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
内紛下にある都市において、市外の祭礼や武装行進などの集会が謀反の契機となりうる危険をアルゴスの虐殺事例によって示し、キオス人の予防策と執政者による先行儀礼という対策を提言する。
Ἐν δὲ μὴ ὁμονοούσῃ πόλει καὶ ὑπόπτως πρὸς ἀλλήλους ἐχόντων1 χρὴ προνοοῦντα εὐλαβεῖσθαι τὰς μετʼ ὄχλου ἐξόδους ἐπὶ θεωρίαν λαμπάδος καὶ ἱπποδρομίας καὶ τῶν ἄλλων ἀγώνων ὅσαι γε ἱεροποιίαι πανδημεὶ ἐκτὸς τῆς πόλεως καὶ σὺν ὅπλοις πομπαὶ ἐκπέμπονται, ἔτι καὶ περὶ τὰς πανδήμους νεωλκίας καὶ τὰς συνεκφορὰς τῶν τελευτησάντων· ἔνι γὰρ καὶ ἐν τοιῷδε καιρῷ σφαλῆναι τοὺς ἑτέρους.
結束を欠き市民たちが互いに疑心暗鬼を抱いている都市にあっては、先を見通す者は、たいまつ競走や競馬その他の競技の観覧のための群衆を伴う外出、市民総出で市外にて行われるすべての祭儀や武装行進、さらに市民総出の引き船作業や死者の合同葬送に際して、細心の注意を払わねばならない。というのも、このような好機に乗じて一方の党派が打倒されることが起こりうるからである。
παράδειγμα δὲ ἐξοίσω γενόμενον πάθος. ἑορτῆς γὰρ πανδήμου ἔξω τῆς πόλεως Ἀργείων γενομένης ἐξῆγον πομπὴν σὺν ὅπλοις τῶν ἐν τῇ ἡλικίᾳ· συχνοὶ δὲ τῶν ἐπιβουλευόντων καὶ αὐτοὶ παρεσκευάζοντο καὶ αὐτοῖς συνείποντο ἔνοπλοι εἰς τὴν πομπήν, καὶ ὡς ἐγένετο πρὸς τῷ ναῷ τε καὶ τῷ βωμῷ, οἱ μὲν πολλοὶ τὰ ὅπλα θέμενοι ἀπωτέρω τοῦ ναοῦ πρὸς τὰς εὐχάς τε καὶ τὸν βωμὸν ὥρμησαν. τῶν δὲ ἐπιβουλευόντων οἱ μὲν ἐπὶ τῶν ὅπλων ὑπέμειναν, οἱ δὲ ταῖς ἀρχαῖς τε καὶ τῶν πολιτῶν τοῖς προέχουσι παρέστησαν ἐν ταῖς εὐχαῖς, ἀνὴρ ἀνδρί, ἔχοντες ἐγχειρίδια·
実際に起きた災難を実例として挙げよう。アルゴス人の都市の外で市民総出の祭礼が催された際、兵役年齢にある者たちの武装行進が行われた。陰謀に加担する者の多くも自ら準備を整え、武装して行進に加わった。そして神殿および祭壇の前に至ると、一般の多数の者は神殿からやや離れた場所に武器を置き、祈りと祭壇のもとへと急ぎ向かった。他方、陰謀者のうち一部は武器のそばに残り、他の者たちは短剣を帯びて、祈りの最中に執政者たちや有力市民の傍らに一人に一人ずつ寄り添った。
καὶ τοὺς μὲν κατεβεβλήκεσαν, οἱ δὲ αὐτῶν εἰς τὴν πόλιν σὺν τοῖς ὅπλοις ἔσπευσαν. ἕτεροι δὲ τῶν συνεπιβουλευόντων ὑπομείναντες ἐν τῇ πόλει μετὰ τῶν προαλισθέντων ὁπλιτῶν προκατέλαβον οὓς προσῆκε τόπους τῆς πόλεως, ὥστε δέξασθαι τῶν ἔξω οὓς ἐβούλοντο. διὸ δεῖ τὰς τοιαύτας ἐπιβουλὰς ἐν οὐδενὶ καιρῷ ἀφυλάκτως διακεῖσθαι.2
そして彼らを刺殺し、陰謀者のうちある者たちは武器を手に市街へと急行した。市内に残留していた他の共謀者たちは、あらかじめ集められていた重装歩兵らとともに市内の要衝を先回りして占拠し、市外の者のうち自分たちの望む者たちを迎え入れられるようにした。それゆえ、このような陰謀に対してはいかなる時にも油断した態勢にあってはならない。
Χῖοι δὲ ἄγοντες τὰ Διονύσια καὶ πέμποντες πομπὰς λαμπρὰς πρὸς τοῦ Διονύσου τὸν βωμόν, προκαταλαμβάνουσι τὰς εἰς τὴν ἀγορὰν φερούσας ὁδοὺς φυλακαῖς καὶ δυνάμεσι πολλαῖς, κώλυμα γοῦν οὐ μικρὸν τοῖς βουλομένοις νεωτερίζειν.
他方、キオス人はディオニュシア祭を催してディオニュソスの祭壇へと華麗な行進を送り出す際、アゴラへと通じる街路を警備隊と多数の兵力によって先回りして確保する。これは革命を企てる者たちにとって決して小さくはない妨げとなる。
ἄριστον δὲ τὰς ἀρχὰς πρῶτον μετὰ τῆς προῃρημένης δυνάμεως ἱεροποιῆσαι, τούτων δὲ ἐκ τοῦ ὄχλου ἀπαλλαγέντων, οὕτω τοὺς ἄλλους συνιέναι.
もっとも最善なのは、執政者たちがまず選抜された護衛部隊とともに行事の儀礼を執り行い、彼らが群衆から立ち去ったのちに、他の者たちが集まることである。
- 17.1καὶ ὑπόπτως πρὸς ἀλλήλους ἐχόντων
意味上の主語(「市民たちが」)が明示されない独立属格構文である。直前の「結束を欠く都市において(Ἐν δὲ μὴ ὁμονοούσῃ πόλει)」から、市民たち(τῶν πολιτῶν)がその主語として自明な文脈的了解に基づいている。
- 17.4διὸ δεῖ τὰς τοιαύτας ἐπιβουλὰς ἐν οὐδενὶ καιρῷ ἀφυλάκτως διακεῖσθαι
状態を表す動詞句 ἀφυλάκτως διακεῖσθαι(無警戒な状態でいる)に対して、対格 τὰς τοιαύτας ἐπιβουλάς が関係の対格(「〜に関して」)または警戒の対象を表す目的語的に結合している構文である。規範的には前置詞 πρός や περί を伴うところだが、直接対格によって「こうした陰謀に対して無防備であってはならない」という警戒義務を示している。
