- 底本
- Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:18.1-18.12
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
夕刻の閉門時における閂の差しピンの管理の重要性を説き、門番による不正工作の手口や、アカイアで実際に用いられたピンの寸法測定と抜き具製作の技法を詳述する。
Ὅταν δὲ οἱ ἐκπορευθέντες παραγένωνται καὶ δείλη γίγνηται, σημαίνειν1 δειπνοποιεῖσθαι καὶ εἰς φυλακὴν ἰέναι. ἐν ᾧ οἱ φύλακες εὐτρεπίζονται, ἐν τούτῳ περὶ τῶν πυλῶν ἐπιμελητέον ὅπως καλῶς κλείωνται· καὶ γὰρ περὶ τὰς βαλάνους πολλὰ σφάλματα γίγνεται διὰ τὰς τῶν ἀρχόντων μαλακίας.
外出した者たちが帰還し夕刻になったなら、夕食をとり警備につく合図を出すべきである。警備兵たちが準備を整えている間に、門がしっかりと閉ざされるよう配慮しなければならない。というのも、指揮官たちの怠慢によって、閂の差しピン(バラーノス)をめぐり多くの過ちが生じるからである。
ὅταν γὰρ ἐπὶ τὰς πύλας τις αὐτῶν ἐλθὼν κλεῖσαι μὴ αὐτουργὸς γίγνηται, ἀλλὰ παραδοὺς τὴν βάλανον τῷ πυλωρῷ κλεῖσαι κελεύῃ, τάδε κακουργεῖται ὑπὸ πυλωρῶν βουλομένων νυκτὸς δέξασθαι τοὺς πολεμίους.
彼らのうち誰かが門の施錠に向かった際、自ら手を下さず、門番に差しピンを渡して施錠するよう命じると、夜間に敵を迎え入れようと企む門番たちによって以下のような悪事が働かれる。
ὁ μέν τις ἡμέρας εἰς τὴν βαλανοδόκην τῶν πυλῶν ἄμμον προενέβαλεν, ὅπως ἡ βάλανος ἔξω μένῃ καὶ μὴ ἐμβάλληται εἰς τὸ τρύπημα. φασὶ δὲ καὶ ἐμβεβλημένας βαλάνους ὧδε ἐξαιρεθῆναι.
ある門番は、差しピンが外に残ったまま穴の中に入らないよう、昼のうちに門の差しピン受け(バラーノドケー)にあらかじめ砂を投入した。また、いったん差し込まれたピンも次のようにして抜き取られたと伝えられている。
ἐμβαλλομένης κατʼ ὀλίγον ἄμμου εἰς τὴν βαλανοδόκην σείεσθαι2 ἀψοφητί, ἵνα μηδεὶς αἴσθηται. μετέωρος οὖν ἡ βάλανος ἐγίγνετο προσπιπτούσης τῆς ψάμμου, ὥστε ῥᾳδίως αὐτὴν ἐξαιρεθῆναι.
ピン受けの中に少しずつ砂を入れながら、誰にも気づかれないよう物音を立てずに門を揺すると、砂が下に入り込むにつれてピンが浮き上がり、容易に抜き取ることができたというのである。
Ἤδη δὲ πυλωρὸς δεξάμενος τὴν βάλανον παρὰ στρατηγοῦ ἐμβαλεῖν, ἐντεμὼν λάθρᾳ σμίλῃ ἢ ῥίνῃ τὴν βάλανον, βρόχον λίνου περιβαλὼν ἐνέβαλεν, εἶτα μετʼ ὀλίγον τῷ λίνῳ ἀνέσπασεν.
また別の例では、将軍からピンを受け取って差し込もうとした門番が、鑿ややすりでピンにひそかに切れ目を入れ、亜麻糸の輪を巻きつけて差し込み、その後まもなくその糸で引き抜いた。
ἄλλος δὲ προετοιμάσας ἐν γυργάθῳ λεπτῷ ἐνέβαλεν προσημμένου λίνου, καὶ ὕστερον ἀνέσπασεν. ἐξῃρέθη δὲ καὶ ἀνακρουσθεῖσα ἡ βάλανος. ἔτι δὲ καὶ θερμαστίῳ λεπτῷ ἐξῃρέθη· χρὴ δὲ τοῦ θερμαστίου τὸ μὲν ἓν μέρος εἶναι οἷον σωλῆνα, τὸ δὲ ἕτερον πλατύ, ὥστε τῷ μὲν σωληνοειδεῖ ὑπολαμβάνειν τὴν βάλανον, τῷ δὲ ἐπιλαμβάνειν.
また別の者は、あらかじめ目の細かい魚籠を用意し、糸を取りつけたその中に〔ピンを〕入れて差し込み、後から引き抜いた。また、ピンは下から突き上げられて外されたこともあった。さらに細い挟み具によって外されたこともある。その挟み具は一方が樋のようなくぼみ、他方が平らな形状である必要があり、樋状の側でピンを下から支え、平らな側で挟み込むようにする。
ἕτερος δὲ ἔλαθεν τρέψας τὸν μοχλὸν μέλλων ἐμβάλλειν, ἵνα μὴ κατέλθῃ εἰς τὸ τρύπημα ἡ βάλανος καὶ ὕστερον ὠσθεῖσα ἀνοιχθῇ ἡ πύλη.
また別の者は、ピンを差し込もうとする際に紛れて閂の向きをそっと回し、ピンが穴に落ち込まないようにして、後から押せば門が開くようにした。
Περὶ Ἀχαΐαν δὲ ἐν πόλει ἐπιχειροῦντες κρυφαίως δέξασθαι ξένους πρῶτον μὲν τῆς βαλάνου ἔλαβον τὰ μέτρα τρόπῳ τοιῷδε.
アカイア地方のある都市では、密かに外国人勢力を迎え入れようと企てた者たちが、まず差しピンの寸法を次のような方法で測定した。
προκαθέντες ἐν τῇ ἡμέρᾳ εἰς τὴν βαλανοδόκην λίνου λεπτοῦ καὶ ἰσχυροῦ βρόχον καὶ τὰς ἀρχὰς ἔξω οὔσας ἀφανεῖς, ὡς ἐν τῇ νυκτὶ ἐνεβλήθη ἡ βάλανος, ἀνέσπασαν ταῖς ἀρχαῖς τοῦ λίνου τὸν βρόχον καὶ τὴν βάλανον, λαβόντες δὲ τὰ μέτρα αὐτῆς πάλιν καθῆκαν. ἔπειτα πρὸς μέτρα οὕτω τῆς βαλάνου βαλανάγραν ἐποιήσαντο τρόπῳ τοιῷδε.
昼のうちに、細く丈夫な亜麻糸の輪を、端が外から見えないようにしてピン受けの中に垂らしておき、夜になってピンが落とし込まれると、糸の端を引いて輪とともにピンを引き上げ、その寸法を測ってから再び戻した。その後、このようにして得たピンの寸法に合わせて、以下のような方法でピン抜き具を製作した。
ἐχαλκεύσαντο σίφωνά τε καὶ φορμορραφίδα. ἦν δὲ ὁ μὲν σίφων ἐργασθεὶς καθάπερ εἴωθε γίγνεσθαι· τῆς δὲ φορμορραφίδος τὸ μὲν ὀξὺ καὶ πολὺ μέρος εἴργαστο καθάπερ ταῖς ἄλλαις φορμορραφίσιν, ἡ δὲ λαβὴ ἦν κοίλη ὥσπερ στυρακίου ᾗ τὸ στελεὸν ἐμβάλλεται.
彼らは送水管とむしろ針を鍛冶屋に打たせた。送水管は通例の作りのままであったが、むしろ針の鋭く長い大半の部分は他のむしろ針と同様に作りつつも、柄の部分は槍の石突のように空洞にし、そこに柄木を差し込めるようにした。
καὶ παρὰ μὲν τῷ χαλκεῖ ἐνεβλήθη στελεόν, ἀπενεχθέντος δὲ ἐξῃρέθη, ὥστε πρὸς τὴν βάλανον προσαχθεῖσαν ἁρμόσαι. προνοητικῶς δὴ δοκεῖ ποιηθῆναι πρὸς τὸ τὸν χαλκέα μηδὲν ὑποπτεῦσαι ὅ τε σίφων οὗ ἕνεκα ἐργασθεὶς εἴη καὶ ἡ φορμορραφίς,3 καὶ τὰ ἄρμενα γίγνεσθαι.4
そして鍛冶屋のところでは柄木を差し込んでおき、持ち帰った後でそれを取り外し、ピンにあてがった際に適合するようにした。鍛冶屋に送水管とむしろ針が何の目的で作られたのかを一切怪しまれず、かつ必要な道具が仕上がるように、まことに周到な工夫が凝らされたものと思われる。
Ἤδη δέ τινες ἐν τῇ βαλανοδόκῃ οὔσης βαλάνου τὸ περίμετρον ὧδε ἔλαβον. πηλὸν κεραμικὸν περιελίξαντες ὀθονίῳ λεπτῷ καθῆκαν, ἀρμένῳ πιέζοντες περὶ τὴν βάλανον τὸν πηλόν· ἔπειτα ἀνέσπασαν τὸν πηλὸν καὶ ἔλαβον τὸν τύπον τῆς βαλάνου, πρὸς ὃν τὴν βαλανάγραν ἐποιήσαντο.
また、すでにピンが受け穴の中にある状態で、その外周を次のように測り取った者たちもいた。陶工の粘土を薄い布で包んで垂らし、器具を使ってピンの周囲に粘土を押し当て、その後に粘土を引き上げてピンの型を取り、それに合わせてピン抜き具を作ったのである。
- 18.1σημαίνειν
命令・当為のニュアンスを持つ不定法(命令的不定法)として用いられており、後続の義務・必要を表す動形容詞 ἐπιμελητέον と呼応している。直説法や「〜すべし」を補って解釈する。
- 18.4σείεσθαι
直前の φασί(人々は言う、伝えられる)に支配される間接話法中の不定法。受動または自動詞的(あるいは非人称的構文)に「門(あるいは閂)が揺すられた」ことを表す。
- 18.11ὅ τε σίφων οὗ ἕνεκα ἐργασθεὶς εἴη καὶ ἡ φορμορραφίς
間接疑問節 οὗ ἕνεκα ἐργασθεὶς εἴη の主語となるべき語句(ὅ τε σίφων ... καὶ ἡ φορμορραφίς)が、節の外部に前置された先取り構文(prolepsis)。動詞 ὑποπτεῦσαι の直接の対象として前面に提示されている。
- 18.11καὶ τὰ ἄρμενα γίγνεσθαι
前置詞句 πρὸς τό に統率される不定法句として、先行する τὸν χαλκέα μηδὲν ὑποπτεῦσαι と並列関係にある。「鍛冶屋が怪しまないように、かつ必要な道具が仕上がるように」という二重の目的を示す。
