← タクティコスのアイネイアス

攻囲された者はいかに耐えるべきか

§16.13-16.22

兵員輸送の工夫と地形に応じた防衛策

著者は海路や馬車を利用した迅速かつ疲労のない兵員輸送の利点を説き、地形に応じた防衛策(隘路の封鎖、要衝の占拠、近郊拠点での迎撃)や地の利の徹底的活用、海軍による背後からの上陸作戦を指示する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§16.13

ἄριστον δ̓, ἵνα νεοκμῆσιν τοῖς στρατιώταις χρήσῃ, ὑπαρχόντων γε πλοίων, κατὰ θάλατταν τὴν δίωξιν ποιεῖσθαι·1 τό τε γὰρ φθάσαι καὶ τὰ ἄλλα εἰς τὸ δέον σοι συμβήσεται, ἐὰν μὴ κατοφθῇς πλέων ὑπʼ αὐτῶν.

しかし、兵士たちを疲労していない状態で投入するためには、船があるならば海路で追撃を行うことが最善である。航行しているところを敵に見つかりさえしなければ、先回りすることもその他の点も、そなたにとって望みどおりに運ぶであろう。

§16.14

Κυρηναίους δὲ καὶ Βαρκαίους λέγεται καὶ ἄλλας τινὰς πόλεις τὰς ἁμαξηλάτους τε ὁδοὺς καὶ μακρὰς βοηθείας ἐπὶ συνωρίδων καὶ ζευγῶν βοηθεῖν·2 κομισθέντων δὲ εἰς τὸ προσῆκον καὶ ἑξῆς τῶν ζευγέων παραταχθέντων, ἀποβάντες οἱ ὁπλῖται καὶ ἐν τάξει γενόμενοι εὐθὺς νεοκμῆτες προσεφέροντο τοῖς πολεμίοις.

キュレネ人やバルカ人、また他の幾つかの都市は、荷車が通れる道や遠方の救援には、二頭立てや繋駕の馬車に乗って救援に向かうと言われている。そしてしかるべき地点まで運ばれ、馬車が順に整列したのち、重装歩兵たちは降りて隊列を組み、疲労のない万全の状態で直ちに敵に向かって進軍したのである。

§16.15

οἷς οὖν εὐπορία ζευγῶν, καλὸν τὸ πλεονέκτημα, ταχύ τε καὶ νεοκμῆτας τοὺς στρατιώτας εἰς τὸ δέον ἐλθεῖν· εἴησαν δὲ ἂν αἱ ἅμαξαι εὐθὺς καὶ ἔρυμα ταῖς στρατοπεδείαις· οἱ τραυματίαι καὶ εἴ τι ἄλλο γένοιτο σύμπτωμα τοῖς στρατιώταις, ἐπὶ τούτοις ἀπάγοιντʼ ἂν εἰς τὴν πόλιν.

それゆえ、繋駕の車を豊富に持つ者たちにとっては、兵士たちが迅速かつ疲弊せずに必要な地点へと到達することは素晴らしい利点である。また馬車は直ちに陣営の防壁ともなりえ、負傷者やその他何らかの災難が兵士たちに生じた場合には、これらに乗せて市内へと連れ戻すこともできるであろう。

§16.16

Καὶ ἐὰν μὲν ᾖ ἡ χώρα μὴ εὐείσβολος, ἀλλʼ ὀλίγαι ὦσιν αἱ εἰσβολαὶ καὶ στεναί, προκατασκευάσαντας αὐτάς, ὡς προγέγραπται οὕτω μερισθέντας, ἐπὶ ταῖς εἰσβολαῖς ἐναντιοῦσθαι τοῖς ἐπιχειροῦσι3 καὶ βουλομένοις πρὸς τὴν πόλιν προσιέναι, προδιαταξαμένους καὶ τοὺς φρυκτοῖς γνωρίζοντας τὰ ἀλλήλων πάθη, ὅπως τὰ μέρη βοηθῇ, ἄν τι δέωνται ἀλλήλων.

そして、もし国土への侵入が容易でなく、進入路が少数で狭いならば、それらの進入路をあらかじめ塞いで防備を固め、前述のように分担したうえで、侵入を試みて市へと進もうと欲する者たちに進入路で立ち向かうべきである。その際、部隊同士が互いを必要とした場合に救援に向かえるよう、狼煙によって互いの状況を知らせ合う者たちをもあらかじめ配置しておくのである。

§16.17

ἂν δὲ μὴ δυσείσβολος ᾖ ἡ χώρα, ᾖ δὲ πολλαχῇ πολλοὺς εἰσβάλλειν, χρησίμους καταλαβεῖν τῆς χώρας τόπους, ὥστε τοῖς πολεμίοις χαλεπὴν εἶναι τὴν πάροδον ἐπὶ τὴν πόλιν.

もし国土が進入困難ではなく、多くの者が多方面から侵入しうる状況であるなら、敵にとって市へと抜ける通路が険しくなるよう、領内の有用な地点をあらかじめ占拠すべきである。

§16.18

ἂν δὲ μηδὲ ταῦτα ὑπάρχῃ, τῶν λοιπῶν καταλαβεῖν ἐγγὺς τῆς πόλεως χωρία σύμμαχα πρὸς τὸ μάχεσθαί τε πλεονεκτικῶς καὶ εὐαπαλλάκτως ἔχειν τοῦ χωρίου ὅταν βούλῃ ἀπιέναι πρὸς τὴν πόλιν· κἂν οὕτως ἐμβαλόντες οἱ πολέμιοι εἰς τὴν χώραν πρὸς τὴν πόλιν πορεύωνται, κατάρχειν ὑμᾶς τῆς μάχης ἐκ τῶν χωρίων τούτων ὁρμωμένους.

もしこれらも不可能であるなら、残りの場所のうちで市に近く、有利に戦うことができ、かつ市へと退去したいと望んだときにはその場所から容易に離脱できるような、味方に有利な拠点を占拠すべきである。そして、このようにして敵が国土に侵入して市へと進軍してきた場合には、そなたたちがこれら拠点から撃って出て戦闘を開始するのである。

§16.19

τὰς δʼ ἐπιθέσεις αὐτοῖς ποιεῖσθαι ἀεὶ πλεονεκτοῦντα ἐκ τῆς χώρας τῇ συνηθείᾳ· πολὺ γὰρ προέξεις προειδὼς τὰ χωρία καὶ προάγων εἰς τόπους οἵους ἂν σὺ βούλῃ, σοὶ μὲν γνωστοὺς καὶ ἐπιτηδείους καὶ φυλάξασθαι καὶ διῶξαι καὶ φυγεῖν καὶ ἀπιέναι εἰς τὴν πόλιν λαθραίως καὶ φανερῶς— ἔτι δὲ καὶ τὰ ἐπιτήδεια προειδότα ὅπου ἂν τῆς χώρας ὑπάρχῃ ὑμῖν— τοῖς δὲ πολεμίοις ἀσυνήθεις καὶ ἀγνῶτας καὶ λελειμμένους πάντων τούτων.

そして、常に土地への熟知によって有利に立ちつつ、敵への攻撃を行うべきである。あらかじめ地形を熟知し、そなたが望むような場所へと敵を誘導するならば、そなたは敵に大きく差をつけるであろう。その場所はそなたにとっては既知で、警戒するにも、追撃するにも、退却するにも、また隠れてあるいは公然と市へ退去するにも好都合であるのに対し――さらに〔そなたは〕国土のどこにそなたたちのための物資があるかも前もって知っているのである――敵にとっては不慣れで未知であり、これらすべてに事欠く場所だからである。

§16.20

εἰδότες δὲ ὅτι ἄπειρον ὄντα τῆς χώρας οὐ μόνον ἀδύνατον πρᾶξαί τι ὧν θέλει, ἀλλὰ καὶ σωθῆναι χαλεπόν,4 τῶν γε ἐν τῇ χώρᾳ βουλομένων ἐπιχειρεῖν, πρὸς πάντʼ ἂν ἀτόλμως καὶ δειλῶς διακείμενοι σφάλλοιντο διὰ τὸ μηδὲν τῶν τοιούτων εἰκάζειν. διενέγκοι γὰρ ἂν ἑκατέροις ὅσον εἰ τοῖς μὲν νυκτὸς μάχεσθαι εἰλήχει τοῖς δὲ ἡμέρας,5 εἰ οἷόν τέ πως ἦν τοῦτο ἅμα γενέσθαι.

その土地に不案内な者は、望むことの何一つ成し遂げられないばかりか、少なくとも国内の者たちが攻撃を仕掛けようと望むなら生き残ることさえ困難であることを〔敵は〕悟り、何事にも臆病かつ小心になって、こうした事態を何一つ予見できないがゆえに過ちを犯すであろう。というのも、もしそのようなことが同時に起こりうるなら、一方が夜間に戦う運命を割り振られ、他方が昼間に戦うのと同じほどの差が両者の間に生じるからである。

§16.21

ὑπάρχοντος δέ σοι ναυτικοῦ, πεπληρῶσθαι τὰς ναῦς· οὐ γὰρ ἐλάσσω τοὺς πολεμίους ὀχλήσουσιν οἱ ἐν ταῖς ναυσίν, ἐάν γε παραπλέον ὑπάρχῃ πρὸς τὰ ἐπιθαλάσσια χωρία καὶ τὰς παρὰ θάλασσαν ὁδούς, ἵνʼ ὑπὸ ὑμῶν τε ὀχλῶνται καὶ ὑπὸ τῶν ἐκ τῶν νηῶν κατὰ νώτου αὐτοῖς τὴν ἀπόβασιν ποιουμένων.

そなたに海軍があるならば、艦船に兵を満載しておくべきである。海沿いの地点や海沿いの道路へ船を並進させることができるならば、船上の者たちも劣らず敵を妨害するであろう。それは、敵がそなたたちによっても妨害され、また船から降りて背後へと上陸を行う者たちによっても妨害されるようにするためである。

§16.22

ταῦτα δὲ οὕτως πράττοντες ἀπαρασκευαστοτάτοις ἂν τοῖς πολεμίοις ἐπιθεῖσθε καὶ παρὰ δόξαν τὰ ἀφʼ ὑμῶν αὐτοῖς ἀποβαίη.

これらをこのように実行するならば、そなたたちは敵が最も無警戒なときに攻撃を仕掛けることができ、そなたたちの側から生じる事態は敵にとって思いがけないものとなるであろう。

構文注5 件
  1. 16.13ἄριστον δ̓, ἵνα νεοκμῆσιν τοῖς στρατιώταις χρήσῃ, ὑπαρχόντων γε πλοίων, κατὰ θάλατταν τὴν δίωξιν ποιεῖσθαι

    ἄριστον は述語形容詞であり、主語は不定詞句 κατὰ θάλατταν τὴν δίωξιν ποιεῖσθαι である。その間に目的節 ἵνα...χρήσῃ(χρήσῃ は接続法アオリスト2人称単数、与格 νεοκμῆσιν τοῖς στρατιώταις を目的語にとる)と、条件を表す独立属格 ὑπαρχόντων γε πλοίων が挿入されている。

  2. 16.14Κυρηναίους δὲ καὶ Βαρκαίους λέγεται καὶ ἄλλας τινὰς πόλεις τὰς ἁμαξηλάτους τε ὁδοὺς καὶ μακρὰς βοηθείας ἐπὶ συνωρίδων καὶ ζευγῶν βοηθεῖν

    非人称動詞 λέγεται に続く対格不定詞構文。主語は対格 Κυρηναίους δὲ καὶ Βαρκαίους... καὶ ἄλλας τινὰς πόλεις、動詞は βοηθεῖν である。対格名詞句 τὰς ἁμαξηλάτους τε ὁδοὺς καὶ μακρὰς βοηθείας は、同族対格あるいは適用範囲(「〜の道や〜の救援において」)を表す副詞的対格として機能している。

  3. 16.16προκατασκευάσαντας αὐτάς, ὡς προγέγραπται οὕτω μερισθέντας, ἐπὶ ταῖς εἰσβολαῖς ἐναντιοῦσθαι τοῖς ἐπιχειροῦσι

    条件節 ἐὰν μὲν ᾖ... に続く主節において、義務・当為を表す動詞(χρή や δεῖ)が省略されており、不定詞 ἐναντιοῦσθαι が当為・命令の意を表す(または文脈から δεῖ を補う)。分詞 προκατασκευάσαντας および μερισθέντας は意味上の主語(一般の人・防衛者たち)を示す対格である。

  4. 16.20εἰδότες δὲ ὅτι ἄπειρον ὄντα τῆς χώρας οὐ μόνον ἀδύνατον πρᾶξαί τι ὧν θέλει, ἀλλὰ καὶ σωθῆναι χαλεπόν

    εἰδότες は主文の主語(敵たち)にかかる分詞構文だが、主節の主語「敵」は文末の σφάλλοιντο ἄν に一致する。ὅτι 節内では、ἄπειρον ὄντα(対格分詞、一般の人「不案内である者」)が非人称述語 ἀδύνατον [ἐστί] および χαλεπόν [ἐστί] に対する不定詞 πρᾶξαι および σωθῆναι の意味上の主語となっている。

  5. 16.20διενέγκοι γὰρ ἂν ἑκατέροις ὅσον εἰ τοῖς μὲν νυκτὸς μάχεσθαι εἰλήχει τοῖς δὲ ἡμέρας

    非人称的表現 διενέγκοι ἄν(潜在の希求法、「大いに差があるだろう」)に、与格 ἑκατέροις(両者にとって)と程度を示す相関詞 ὅσον εἰ(あたかも〜であるかのように)が続く構文。εἰλήχει は過去完了(完了の意味の過去形)で、「〜が割り振られている」を表し、不定詞 μάχεσθαι がその主語である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:16.13-16.22