← クセノポン

ソクラテスの思い出

§1.4.1-1.4.9

アリストデモスへの神の配慮と合目的性の論証

ソクラテスが徳の勧奨だけでなく導きにも長けていたことを示す例として、無神論的なアリストデモスに対し、感覚器官や生命の合目的的構造を挙げて神的な配慮と理性の存在を論証する対話が語られる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.4.1

εἰ δέ τινες Σωκράτην νομίζουσιν, ὡς ἔνιοι γράφουσί τε καὶ λέγουσι περὶ αὐτοῦ τεκμαιρόμενοι, προτρέψασθαι μὲν ἀνθρώπους ἐπʼ ἀρετὴν κράτιστον γεγονέναι, προαγαγεῖν δʼ ἐπʼ αὐτὴν οὐχ ἱκανόν, σκεψάμενοι μὴ μόνον ἃ ἐκεῖνος κολαστηρίου ἕνεκα τοὺς πάντʼ οἰομένους εἰδέναι ἐρωτῶν ἤλεγχεν, ἀλλὰ καὶ ἃ λέγων συνημέρευε τοῖς συνδιατρίβουσι, δοκιμαζόντων1 εἰ ἱκανὸς ἦν βελτίους ποιεῖν τοὺς συνόντας.

もし誰かが、一部の人々が推測に基づいて彼について書いたり語ったりしているように、ソクラテスは人々を徳へと促すことにはこの上なく優れていたが、徳へと導き進める力はなかったと考えているのなら、彼がすべてを知っているとうぬぼれている者たちを懲らしめるために尋問して論駁した事柄だけでなく、日頃ともに過ごす仲間たちに語り聞かせていた事柄をも吟味した上で、彼に付き従う者たちをより善くする力があったかどうかを判断するがよい。

§1.4.2

λέξω δὲ πρῶτον ἅ ποτε αὐτοῦ ἤκουσα περὶ τοῦ δαιμονίου διαλεγομένου πρὸς Ἀριστόδημον τὸν μικρὸν ἐπικαλούμενον. καταμαθὼν γὰρ αὐτὸν οὔτε θύοντα τοῖς θεοῖς οὔτε μαντικῇ χρώμενον, ἀλλὰ καὶ τῶν ποιούντων ταῦτα καταγελῶντα, εἰπέ μοι, ἔφη, ὦ Ἀριστόδημε, ἔστιν οὕστινας ἀνθρώπους τεθαύμακας ἐπὶ σοφίᾳ; ἔγωγʼ, ἔφη.

まず初めに、神的なものについて彼が「小男」と呼ばれるアリストデモスと対話したときに、私がかつて耳にしたことを語ろう。アリストデモスが神々に犠牲を捧げず、神託占術を用いることもせず、それどころかそうしたことを行う人々を嘲笑していることを知って、ソクラテスは言った。「アリストデモスよ、教えてくれ。君が知恵のゆえに賞賛した人間が誰かいるだろうか」

§1.4.3

καὶ ὅς, λέξον ἡμῖν, ἔφη, τὰ ὀνόματα αὐτῶν. ἐπὶ μὲν τοίνυν ἐπῶν ποιήσει Ὅμηρον ἔγωγε μάλιστα τεθαύμακα, ἐπὶ δὲ διθυράμβῳ Μελανιππίδην, ἐπὶ δὲ τραγῳδίᾳ Σοφοκλέα, ἐπὶ δὲ ἀνδριαντοποιίᾳ Πολύκλειτον, ἐπὶ δὲ ζωγραφίᾳ Ζεῦξιν. πότερά σοι δοκοῦσιν οἱ ἀπεργαζόμενοι εἴδωλα ἄφρονά τε καὶ ἀκίνητα ἀξιοθαυμαστότεροι εἶναι ἢ οἱ ζῷα ἔμφρονά τε καὶ ἐνεργά; πολὺ νὴ Δία οἱ ζῷα, εἴπερ γε μὴ τύχῃ τινί, ἀλλʼ ὑπὸ γνώμης ταῦτα γίγνεται. τῶν δὲ ἀτεκμάρτως ἐχόντων ὅτου ἕνεκα ἔστι καὶ τῶν φανερῶς ἐπʼ ὠφελείᾳ ὄντων πότερα τύχης καὶ πότερα γνώμης ἔργα κρίνεις; πρέπει μὲν τὰ ἐπʼ ὠφελείᾳ γιγνόμενα γνώμης εἶναι ἔργα.

「おりますとも」と彼は答えた。 「彼らの名前を言ってくれないか」とソクラテスは促した。「叙事詩の創作ではホメロスを私は最も称賛しており、ディテュランボスではメラニッピデス、悲劇ではソポクレス、彫像制作ではポリュクレイトス、絵画ではゼウクシスです」「では君には、無分別で動かない似姿を作り出す者たちと、思慮深く活動的な生命体を作り出す者たちのどちらが、より賞賛に値するように思えるか」「ゼウスにかけて、生命体を作る者たちのほうがはるかに優れています。それが何らかの偶然ではなく、意図によって生み出されているのであればですが」「では、何のためにあるのか見極めがつかないものと、明らかに有用であるものとでは、どちらを偶然の所産とし、どちらを意図の所産と判定するか」

§1.4.5

οὐκοῦν δοκεῖ σοι ὁ ἐξ ἀρχῆς ποιῶν ἀνθρώπους ἐπʼ ὠφελείᾳ προσθεῖναι αὐτοῖς διʼ ὧν αἰσθάνονται ἕκαστα, ὀφθαλμοὺς μὲν ὥσθʼ ὁρᾶν τὰ ὁρατά, ὦτα δὲ ὥστʼ ἀκούειν τὰ ἀκουστά; ὀσμῶν γε μήν, εἰ μὴ ῥῖνες προσετέθησαν, τί ἂν ἡμῖν ὄφελος ἦν; τίς δʼ ἂν αἴσθησις ἦν γλυκέων καὶ δριμέων καὶ πάντων τῶν διὰ στόματος ἡδέων, εἰ μὴ γλῶττα τούτων γνώμων ἐνειργάσθη;

「有用であるために生み出されたものが意図の所産であるのが相応しいでしょう」「それでは、根源において人間を造り出した者は、人間が個々のものを知覚するための器官を有用性のゆえに付加したとは思えないか。見えるものを見るための目を、聞こえるものを聞くための耳を。実に、もし鼻が付加されていなかったなら、匂いは我々にとって何の役に立っただろうか。また、もしそれらの判定者として舌が口内に作り込まれていなかったなら、甘いものや辛いもの、そして口を通るすべての心地よいものに対してどんな知覚がありえただろうか」「これらに加えて、次のようなことも配慮の業に似ているとは思わないか。

§1.4.6

πρὸς δὲ τούτοις οὐ δοκεῖ σοι καὶ τάδε προνοίας ἔργοις ἐοικέναι, τὸ ἐπεὶ ἀσθενὴς μέν ἐστιν ἡ ὄψις, βλεφάροις αὐτὴν θυρῶσαι, ἅ, ὅταν μὲν αὐτῇ χρῆσθαί τι δέῃ, ἀναπετάννυται, ἐν δὲ τῷ ὕπνῳ συγκλείεται, ὡς δʼ ἂν μηδὲ ἄνεμοι βλάπτωσιν, ἡθμὸν βλεφαρίδας ἐμφῦσαι, ὀφρύσι τε ἀπογεισῶσαι τὰ ὑπὲρ τῶν ὀμμάτων, ὡς μηδʼ ὁ ἐκ τῆς κεφαλῆς ἱδρὼς κακουργῇ· τὸ δὲ τὴν ἀκοὴν δέχεσθαι μὲν πάσας φωνάς, ἐμπίμπλασθαι δὲ μήποτε· καὶ τοὺς μὲν πρόσθεν ὀδόντας πᾶσι ζῴοις οἵους τέμνειν εἶναι, τοὺς δὲ γομφίους οἵους παρὰ τούτων δεξαμένους λεαίνειν· καὶ στόμα μέν, διʼ οὗ ὧν ἐπιθυμεῖ τὰ ζῷα εἰσπέμπεται, πλησίον ὀφθαλμῶν καὶ ῥινῶν καταθεῖναι· ἐπεὶ δὲ τὰ ἀποχωροῦντα δυσχερῆ, ἀποστρέψαι τοὺς τούτων ὀχετοὺς ᾗ δυνατὸν προσωτάτω ἀπὸ τῶν αἰσθήσεων· ταῦτα οὕτω προνοητικῶς πεπραγμένα ἀπορεῖς2 πότερα τύχης ἢ γνώμης ἔργα ἐστίν; οὐ μὰ τὸν Δίʼ, ἔφη, ἀλλʼ οὕτω γε σκοπουμένῳ πάνυ ἔοικε ταῦτα σοφοῦ τινος δημιουργοῦ καὶ φιλοζῴου τεχνήμασι. τὸ δὲ ἐμφῦσαι μὲν ἔρωτα τῆς τεκνοποιίας, ἐμφῦσαι δὲ ταῖς γειναμέναις ἔρωτα τοῦ ἐκτρέφειν, τοῖς δὲ τραφεῖσι μέγιστον μὲν πόθον τοῦ ζῆν, μέγιστον δὲ φόβον τοῦ θανάτου; ἀμέλει καὶ ταῦτα ἔοικε μηχανήμασί τινος ζῷα εἶναι βουλευσαμένου.

視覚は繊細であるため、何かそれを用いる必要があるときには開き、眠りの中では閉じるような瞼によってこれに戸口を設け、風さえも害を与えぬように睫毛を篩のように生えさせ、頭からの汗さえも害をなさないよう目の上の部分に眉で庇を巡らせたこと。また、聴覚はあらゆる声を受け入れるが決して満杯にはならず、あらゆる生き物において前歯は切り分けることができ、奥歯はこれらから受け取ってすり潰すことができるようになっていること。また、生き物が欲するものが取り入れられる口を目や鼻の近くに置く一方で、排出されるものは不快であるため、それらの管を感覚器官から可能な限り遠くへと背けさせたこと。これらがこのように思慮深く仕組まれているのに、偶然の所産なのか意図の所産なのか君は迷うというのか」「いいえ、ゼウスにかけて」と彼は言った。「そのように考察するなら、これらは確かに思慮深く生き物を愛する職人の技巧に極めて似ています」「では、生殖への愛を植え付け、産み落とした親には養育への愛を植え付け、育てられた子には生きることへの最大の渇望と死への最大の恐怖を植え付けたことはどうだろうか」「まさしくこれらも、生き物が存続することを意図した何者かの計らいに似ています」「ところで君は、自分自身の中に何らかの思慮深いものがあると思うか」「どうぞ質問してください、お答えしましょう」「では、それ以外の場所には思慮深いものはどこにもないと思うのか。

§1.4.8

σὺ δὲ σαυτῷ δοκεῖς τι φρόνιμον ἔχειν; ἐρώτα γοῦν καὶ ἀποκρινοῦμαι. ἄλλοθι δὲ οὐδαμοῦ οὐδὲν οἴει φρόνιμον εἶναι; καὶ ταῦτʼ εἰδὼς ὅτι γῆς τε μικρὸν μέρος ἐν τῷ σώματι πολλῆς οὔσης ἔχεις καὶ ὑγροῦ βραχὺ πολλοῦ ὄντος καὶ τῶν ἄλλων δήπου μεγάλων ὄντων ἑκάστου μικρὸν μέρος λαβόντι τὸ σῶμα συνήρμοσταί σοι·3 νοῦν δὲ μόνον ἄρα οὐδαμοῦ ὄντα σε εὐτυχῶς πως δοκεῖς συναρπάσαι,4 καὶ τάδε τὰ ὑπερμεγέθη καὶ πλῆθος ἄπειρα διʼ ἀφροσύνην τινά, ὡς οἴει, εὐτάκτως ἔχειν; μὰ Δίʼ οὐ γὰρ ὁρῶ τοὺς κυρίους, ὥσπερ τῶν ἐνθάδε γιγνομένων τοὺς δημιουργούς. οὐδὲ γὰρ τὴν σαυτοῦ σύγε ψυχὴν ὁρᾷς, ἣ τοῦ σώματος κυρία ἐστίν· ὥστε κατά γε τοῦτο ἔξεστί σοι λέγειν, ὅτι οὐδὲν γνώμῃ, ἀλλὰ τύχῃ πάντα πράττεις.

君の身体のうちには、豊かに存在する土のわずかな部分が含まれ、豊かに存在する水のごく一部が含まれ、おそらく他の広大に存在する要素のそれぞれからわずかな部分を受け取って君の身体が組み合わされていることを知りながら。それなのに、知性だけはどこにも存在しないのに君が偶然にも幸運に奪取したとでも思い、そしてこれら極大にして無限の数のものが、君が思うように何らかの無思慮によって秩序正しく保たれているとでも考えるのか」「ゼウスにかけて、私はこちらの世界で生み出されるものの職人たちを見るようには、支配者たちを見ることができないからです」「君は自らの魂すら見てはいないではないか。その魂こそが身体の支配者なのだ。したがって、その理屈に従うなら、君は何事も意図によってではなく、すべてを偶然によって行っていると言うこともできるはずだ」

構文注4 件
  1. 1.4.1εἰ δέ τινες Σωκράτην νομίζουσιν... δοκιμαζόντων

    文全体の構造は、条件節「εἰ δέ τινες... νομίζουσιν...」(もし〜と考える者がいるなら)に対し、帰結節が三人称複数現在命令法「δοκιμαζόντων」(〜に判断させよ、判断するがよい)によって導かれている。その直前の「σκεψάμενοι...」は命令法の意味上の主語(τινες)に一致する呼応分詞(主格複数男性)である。

  2. 1.4.6τὸ ἐπεὶ ἀσθενὴς μέν ἐστιν ἡ ὄψις, βλεφάροις αὐτὴν θυρῶσαι... ταῦτα οὕτω προνοητικῶς πεπραγμένα ἀπορεῖς

    冠詞付き不定詞句「τὸ... θυρῶσαι」から始まる一連の句(「τὸ δὲ τὴν ἀκοὴν δέχεσθαι...」「καὶ τοὺς μὲν πρόσθεν ὀδόντας... εἶναι...」「καὶ στόμα μὲν... καταθεῖναι...」)は、先行する「τάδε προνοίας ἔργοις ἐοικέναι」の内容を列挙する同格要素である。文末の「ταῦτα οὕτω προνοητικῶς πεπραγμένα」はこれらの列挙要素を総括して受ける指示詞句であり、主動詞「ἀπορεῖς」の対象としてアナコルソン的に文構造を完結させている。

  3. 1.4.8λαβόντι τὸ σῶμα συνήρμοσταί σοι

    「λαβόντι」は与格代名詞「σοι」と一致するアオリスト能動態分詞(与格単数男性)である。完了受動態動詞「συνήρμοσται」に対して「各元素のわずかな部分を取り入れた君のために、身体が組み合わされている」という関係代名詞節相当の様態・条件を表す。

  4. 1.4.8νοῦν δὲ μόνον ἄρα οὐδαμοῦ ὄντα σε εὐτυχῶς πως δοκεῖς συναρπάσαι

    動詞「δοκεῖς」は通例「主語+不定詞」の個人的構文をとるが、ここでは対格代名詞「σε」が不定詞「συναρπάσαι」の意味上の主語として明示的に挿入されている。対格不定詞構文と個人的構文が交錯した形であり、「σε」(君自身が)という対比と強調を際立たせるための修辞的用法である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:1.4.1-1.4.9