- 底本
- Xenophontis Opera omnia Volume 2 Commentarii, Oeconomicus, Convivium, Apologia Socratis; Xenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:1.4.10-1.4.19
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ソクラテスは人間の直立姿勢・言語・優れた魂などの特権を挙げて神の配慮を論証し、神は全知全能かつ遍在であり、祈りと奉仕を通じてその助言と配慮を確信できると説いて、アリストデモスと仲間たちを敬神へと導く。
καὶ ὁ Ἀριστόδημος, οὔτοι, ἔφη, ἐγώ, ὦ Σώκρατες, ὑπερορῶ τὸ δαιμόνιον, ἀλλʼ ἐκεῖνο μεγαλοπρεπέστερον ἡγοῦμαι ἢ ὡς τῆς ἐμῆς θεραπείας προσδεῖσθαι.1 οὐκοῦν, ἔφη, ὅσῳ μεγαλοπρεπέστερον ὂν ἀξιοῖ σε θεραπεύειν,2 τοσούτῳ μᾶλλον τιμητέον αὐτό.
するとアリストデモスは言った。「ソクラテスよ、私は神的なものを軽んじているわけでは決してありません。ただ、それは私の奉仕をさらに必要とするにはあまりに壮麗すぎると思っているのです」「それなら」とソクラテスは言った。「それほど壮麗な存在でありながら、君を顧みることをよしとしてくださるのなら、それだけいっそう神を敬わねばならないのではないか」
εὖ ἴσθι, ἔφη, ὅτι, εἰ νομίζοιμι θεοὺς ἀνθρώπων τι φροντίζειν, οὐκ ἂν ἀμελοίην αὐτῶν. ἔπειτʼ οὐκ οἴει φροντίζειν; οἳ πρῶτον μὲν μόνον τῶν ζῴων ἄνθρωπον ὀρθὸν ἀνέστησαν· ἡ δὲ ὀρθότης καὶ προορᾶν πλέον ποιεῖ δύνασθαι καὶ τὰ ὕπερθεν μᾶλλον θεᾶσθαι καὶ ἧττον κακοπαθεῖν καὶ ὄψιν καὶ ἀκοὴν καὶ στόμα ἐνεποίησαν· ἔπειτα τοῖς μὲν ἄλλοις ἑρπετοῖς πόδας ἔδωκαν, οἳ τὸ πορεύεσθαι μόνον παρέχουσιν, ἀνθρώπῳ δὲ καὶ χεῖρας προσέθεσαν, αἳ τὰ πλεῖστα οἷς εὐδαιμονέστεροι ἐκείνων ἐσμὲν ἐξεργάζονται.
「もし神々が人間を少しでも気遣っていると信じるなら、私は神々を忽せにはしないということをよく知ってください」と彼は言った。「それなのに、気遣っていないと君は思うのか。神々はまず第一に、生き物の中で人間だけを直立させたのだ。そして直立の姿勢は、より遠くを見渡すことを可能にし、頭上のものをよりよく眺めさせ、害をより受けにくくする。また、視覚と聴覚と口を身体の中に作り入れた。さらに他の這う生き物には歩行だけを可能にする足を与えたが、人間には手をも付加した。この手こそ、我々を他の生き物よりも恵まれたものとしている大半の事柄を成し遂げるのだ」
καὶ μὴν γλῶττάν γε πάντων τῶν ζῴων ἐχόντων, μόνην τὴν τῶν ἀνθρώπων ἐποίησαν οἵαν ἄλλοτε ἀλλαχῇ ψαύουσαν τοῦ στόματος ἀρθροῦν τε τὴν φωνὴν καὶ σημαίνειν πάντα ἀλλήλοις ἃ βουλόμεθα. τὸ δὲ καὶ τὰς τῶν ἀφροδισίων ἡδονὰς τοῖς μὲν ἄλλοις ζῴοις δοῦναι περιγράψαντας τοῦ ἔτους χρόνον, ἡμῖν δὲ συνεχῶς μέχρι γήρως ταῦτα παρέχειν.
「さらにまた、すべての生き物が舌を持っているとはいえ、口のあちこちに触れて声を分節化し、我々が望むあらゆることを互いに伝え合えるような舌を神々は人間だけに造り給うた。また、情欲の快楽を他の生き物には年の一時期を限って与えるにとどめたのに対し、我々には老年に至るまで絶え間なくこれをもたらしていることもそうだ」
οὐ τοίνυν μόνον ἤρκεσε τῷ θεῷ τοῦ σώματος ἐπιμεληθῆναι, ἀλλʼ, ὅπερ μέγιστόν ἐστι, καὶ τὴν ψυχὴν κρατίστην τῷ ἀνθρώπῳ ἐνέφυσε. τίνος γὰρ ἄλλου ζῴου ψυχὴ πρῶτα μὲν θεῶν τῶν τὰ μέγιστα καὶ κάλλιστα συνταξάντων ᾔσθηται ὅτι εἰσί; τί δὲ φῦλον ἄλλο ἢ ἄνθρωποι θεοὺς θεραπεύουσι; ποία δὲ ψυχὴ τῆς ἀνθρωπίνης ἱκανωτέρα προφυλάττεσθαι ἢ λιμὸν ἢ δίψος ἢ ψύχη ἢ θάλπη, ἢ νόσοις ἐπικουρῆσαι, ἢ ῥώμην ἀσκῆσαι, ἢ πρὸς μάθησιν ἐκπονῆσαι, ἢ ὅσα ἂν ἀκούσῃ ἢ ἴδῃ ἢ μάθῃ ἱκανωτέρα ἐστὶ διαμεμνῆσθαι;
「したがって神は、身体に配慮するだけで満足したのではなく、最も肝要なこととして、最も優れた魂をも人間に植え付けたのだ。実際、他のどんな生き物の魂が、まず第一に最大にして最も美しいものを秩序づけた神々が存在することを察知しただろうか。人間以外のどんな種族が神々に奉仕しているだろうか。また、飢えや渇き、あるいは寒さや暑さをあらかじめ防いだり、病を癒やしたり、体力を鍛えたり、学習のために労苦を重ねたりする上で、あるいは耳にし、目にし、学んだ限りのことを記憶にとどめ続ける上で、人間の魂よりも有能な魂がほかにあるだろうか」
οὐ γὰρ πάνυ σοι κατάδηλον ὅτι παρὰ τἆλλα ζῷα ὥσπερ θεοὶ ἄνθρωποι βιοτεύουσι, φύσει καὶ τῷ σώματι καὶ τῇ ψυχῇ κρατιστεύοντες; οὔτε γὰρ βοὸς ἂν ἔχων σῶμα, ἀνθρώπου δὲ γνώμην ἐδύνατʼ ἂν πράττειν3 ἃ ἐβούλετο, οὔθʼ ὅσα χεῖρας ἔχει, ἄφρονα δʼ ἐστί, πλέον οὐδὲν ἔχει. σὺ δʼ ἀμφοτέρων τῶν πλείστου ἀξίων τετυχηκὼς οὐκ οἴει σοῦ θεοὺς ἐπιμελεῖσθαι; ἀλλʼ ὅταν τί ποιήσωσι, νομιεῖς αὐτοὺς σοῦ φροντίζειν;
「人間が他の生き物と比べて、生まれつき身体においても魂においても最も勝っており、まるで神々のように暮らしていることは、君にとって極めて明白ではないか。牛の身体を持ちながら人間の知慮を持っていたとしても、望むことを成し遂げることはできなかっただろうし、手を持っていても思慮のない生き物は、何もそれ以上の利点を持たない。それなのに、最も価値あるこれら双方を授かっておきながら、神々が君に配慮していないとでも思うのか。神々が一体何をすれば、君を気遣っていると信じるというのか」
ὅταν πέμπωσιν, ὥσπερ σὺ φὴς πέμπειν αὐτούς, συμβούλους ὅ τι χρὴ ποιεῖν καὶ μὴ ποιεῖν. ὅταν δὲ Ἀθηναίοις, ἔφη, πυνθανομένοις τι διὰ μαντικῆς φράζωσιν, οὐ καὶ σοὶ δοκεῖς φράζειν αὐτούς, οὐδʼ ὅταν τοῖς Ἕλλησι τέρατα πέμποντες προσημαίνωσιν, οὐδʼ ὅταν πᾶσιν ἀνθρώποις, ἀλλὰ μόνον σὲ ἐξαιροῦντες ἐν ἀμελείᾳ κατατίθενται;
「あなたが神々は遣わしてくれると言っているように、何をなすべきで何をなすべきでないかを示す助言者を遣わしてくださるときです」「では」とソクラテスは言った。「神託を通じて何事かを尋ねるアテナイ人たちに神々が告げ知らせるとき、君に対しても告げ知らせているとは思わないのか。また、ギリシア人たちに兆しを遣わして前兆を示すときも、あるいは全人類に対してそうするときも、君だけを除外して無関心の中に放置しているとでもいうのか」「もし神々に能力がないとしたら、良くすることも悪くすることもできるという思いを人間に植え付けることができたと思うか。
οἴει δʼ ἂν τοὺς θεοὺς τοῖς ἀνθρώποις δόξαν ἐμφῦσαι ὡς ἱκανοί εἰσιν εὖ καὶ κακῶς ποιεῖν, εἰ μὴ δυνατοὶ ἦσαν, καὶ ἀνθρώπους ἐξαπατωμένους τὸν πάντα χρόνον οὐδέποτʼ ἂν αἰσθέσθαι; οὐχ ὁρᾷς ὅτι τὰ πολυχρονιώτατα καὶ σοφώτατα τῶν ἀνθρωπίνων, πόλεις καὶ ἔθνη, θεοσεβέστατά ἐστι, καὶ αἱ φρονιμώταται ἡλικίαι θεῶν ἐπιμελέσταται;
そして人間が全時代を通じて欺かれながら、一度もそれに気づかないなどということがありえただろうか。人間のもので最も永続的で最も知恵ある国家や部族ほど最も信心深く、最も思慮深い年齢の人々ほど最も神々に熱心であるのが見えないのか」「友よ」とソクラテスは言った。
ὠγαθέ, ἔφη, κατάμαθε ὅτι καὶ ὁ σὸς νοῦς ἐνὼν τὸ σὸν σῶμα ὅπως βούλεται μεταχειρίζεται. οἴεσθαι οὖν χρὴ καὶ τὴν ἐν τῷ παντὶ φρόνησιν τὰ πάντα, ὅπως ἂν αὐτῇ ἡδὺ ᾖ, οὕτω τίθεσθαι, καὶ μὴ τὸ σὸν μὲν ὄμμα δύνασθαι ἐπὶ πολλὰ στάδια ἐξικνεῖσθαι, τὸν δὲ τοῦ θεοῦ ὀφθαλμὸν ἀδύνατον εἶναι ἅμα πάντα ὁρᾶν, μηδὲ τὴν σὴν μὲν ψυχὴν καὶ περὶ τῶν ἐνθάδε καὶ περὶ τῶν ἐν Αἰγύπτῳ καὶ ἐν Σικελίᾳ δύνασθαι φροντίζειν, τὴν δὲ τοῦ θεοῦ φρόνησιν μὴ ἱκανὴν εἶναι ἅμα πάντων ἐπιμελεῖσθαι.
「君自身の知性も、身体の内にあることによって、身体を意のままに取り扱っていることを悟るがよい。それゆえ、全宇宙の内にある思慮も、自らにとって喜ばしいように万物を配置していると考えるべきなのだ。
ἂν μέντοι, ὥσπερ ἀνθρώπους θεραπεύων γιγνώσκεις τοὺς ἀντιθεραπεύειν ἐθέλοντας καὶ χαριζόμενος τοὺς ἀντιχαριζομένους καὶ συμβουλευόμενος καταμανθάνεις τοὺς φρονίμους, οὕτω καὶ τῶν θεῶν πεῖραν λαμβάνῃς θεραπεύων, εἴ τί σοι θελήσουσι περὶ τῶν ἀδήλων ἀνθρώποις συμβουλεύειν, γνώσει τὸ θεῖον ὅτι τοσοῦτον καὶ τοιοῦτόν ἐστιν ὥσθʼ ἅμα πάντα ὁρᾶν καὶ πάντα ἀκούειν καὶ πανταχοῦ παρεῖναι καὶ ἅμα πάντων ἐπιμελεῖσθαι. ἐμοὶ μὲν οὖν ταῦτα λέγων οὐ μόνον τοὺς συνόντας ἐδόκει ποιεῖν ὁπότε ὑπὸ τῶν ἀνθρώπων ὁρῷντο, ἀπέχεσθαι4 τῶν ἀνοσίων τε καὶ ἀδίκων καὶ αἰσχρῶν, ἀλλὰ καὶ ὁπότε ἐν ἐρημίᾳ εἶεν, ἐπείπερ ἡγήσαιντο μηδὲν ἄν ποτε ὧν πράττοιεν θεοὺς διαλαθεῖν.
君自身の目は何スタディオンもの彼方に届くことができるのに、神の眼は万物を同時に見ることができないはずはなく、君自身の魂はここのことにもエジプトやシケリアのことにも思いを巡らせることができるのに、神の思慮は万物を同時に配慮するに足る力がないはずはないのだ」「もっとも、人々に尽くすことで返礼として尽くしてくれる者を知り、恩恵を施すことで返礼として恩恵を施してくれる者を知り、相談することで分別ある者を識別するように、そのようにして君もまた神々に仕えることによって、人間に知れない事柄について君に何か助言してくださるかどうか神々を試みるなら、神的なものがいかに偉大で、いかに万物を同時に見、万物を同時に聞き、あらゆる場所に遍在し、万物を同時に配慮するものであるかを君は知るだろう」このように語ることで、ソクラテスは、彼と付き合う仲間たちに、人々に見られているときだけでなく、誰もいない孤独の中にいるときにも、自分たちがなすことの何ひとつとして神々の目を免れはしないと考えるがゆえに、不敬で不正で恥ずべき事柄を避けるようにさせていたと私には思われたのである。
- 1.4.10ἢ ὡς τῆς ἐμῆς θεραπείας προσδεῖσθαι
比較級 μεγαλοπρεπέστερον の後に続く ἤ ὡς(または ἤ ὥστε)+不定詞構文。「〜するにはあまりに…すぎる(度を超えている)」を表す。ここでは「私の奉仕をさらに必要とするにはあまりに壮麗すぎる(尊大である)」の意味となる。
- 1.4.10ὅσῳ μεγαλοπρεπέστερον ὂν ἀξιοῖ σε θεραπεύειν
分詞 ὂν は譲歩(「たとえそれほど壮麗であっても」)を表し、後続の ἀξιόω(ここでは「よしとする、意を用いて〜する」)にかかる。主語は τὸ δαιμόνιον であり、神が自身を高貴なものと保ちつつも人間(σε)を顧みることをよしとする逆説的恩寵を述べている。
- 1.4.14οὔτε γὰρ βοὸς ἂν ἔχων σῶμα, ἀνθρώπου δὲ γνώμην ἐδύνατʼ ἂν πράττειν
分詞 ἔχων は非現実の条件(反実仮想条件節 εἰ εἶχεν に相当)を担い、小辞 ἄν が二度置かれて帰結節の動詞 ἐδύνατο(直説法未完了過去)を強調している。「牛の身体を持ちながら人間の知性を持っていたとしても、〜することはできなかったであろう」という反実仮想構文。
- 1.4.19οὐ μόνον τοὺς συνόντας ἐδόκει ποιεῖν... ἀπέχεσθαι
ποιεῖν + 対格(τοὺς συνόντας)+ 不定詞(ἀπέχεσθαι)による使役構文。「仲間たちに〜を控えさせる」の意味。主動詞 ἐδόκει に対する不定詞 ποιεῖν が全体の骨格をなし、その目的語と補足的不定詞が後続する。
