← クセノポン

ソクラテスの思い出

§1.3.7-1.3.15

飲食の節制と美少年への情欲の危険性

ソクラテスは飲食に関する自制の重要性をキルケーの神話を引いて語ったのち、クリトブロスによる美少年への口づけを契機として、毒蜘蛛の比喩を用いながら美しい者への情欲の危険性と身を遠ざけるべき必然性をクセノポンらに説く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.3.7

οἴεσθαι δʼ ἔφη ἐπισκώπτων καὶ τὴν Κίρκην ὗς ποιεῖν τοιούτοις πολλοῖς δειπνίζουσαν· τὸν δὲ Ὀδυσσέα Ἑρμοῦ τε ὑποθημοσύνῃ καὶ αὐτὸν ἐγκρατῆ ὄντα καὶ ἀποσχόμενον τοῦ ὑπὲρ τὸν κόρον τῶν τοιούτων ἅπτεσθαι, διὰ ταῦτα οὐ γενέσθαι ὗν.

また彼は冗談交じりに、キルケーが豚に変えたのも、このような多くの馳走によってもてなしたからであり、オデュッセウスがヘルメスの教示により、また彼自身に自制心があって満腹を超えてそうしたものに手を出すことを控えたことによって、豚にならずにすんだのだと考えている、と語っていた。

§1.3.8

τοιαῦτα μὲν περὶ τούτων ἔπαιζεν ἅμα σπουδάζων. ἀφροδισίων δὲ παρῄνει τῶν καλῶν ἰσχυρῶς ἀπέχεσθαι· οὐ γὰρ ἔφη ῥᾴδιον εἶναι τῶν τοιούτων ἁπτόμενον σωφρονεῖν. ἀλλὰ καὶ Κριτόβουλόν ποτε τὸν Κρίτωνος πυθόμενος ὅτι ἐφίλησε τὸν Ἀλκιβιάδου υἱὸν καλὸν ὄντα, παρόντος τοῦ Κριτοβούλου ἤρετο Ξενοφῶντα·

このようなことについて彼は冗談を言いつつ、同時に真剣でもあった。美少年への情欲からは激しく身を引くよう勧めていた。というのも、そうした者たちに触れながら節制を保つことは容易ではないと述べていたからである。そればかりか、かつてクリトンの子クリトブロスがアルキビアデスの美しい息子に口づけしたと耳にしたとき、クリトブロスのいる前でクセノポンにこう尋ねた。

§1.3.9

εἰπέ μοι, ἔφη, ὦ Ξενοφῶν, οὐ σὺ Κριτόβουλον ἐνόμιζες εἶναι τῶν σωφρονικῶν ἀνθρώπων μᾶλλον ἢ τῶν θρασέων καὶ τῶν προνοητικῶν μᾶλλον ἢ τῶν ἀνοήτων τε καὶ ῥιψοκινδύνων; πάνυ μὲν οὖν, ἔφη ὁ Ξενοφῶν. νῦν τοίνυν νόμιζε αὐτὸν θερμουργότατον εἶναι καὶ λεωργότατον· οὗτος κἂν εἰς μαχαίρας κυβιστήσειε κἂν εἰς πῦρ ἅλοιτο. καὶ τί δή, ἔφη ὁ Ξενοφῶν, ἰδὼν ποιοῦντα τοιαῦτα κατέγνωκας αὐτοῦ; οὐ γὰρ οὗτος, ἔφη, ἐτόλμησε τὸν Ἀλκιβιάδου υἱὸν φιλῆσαι, ὄντα εὐπροσωπότατον καὶ ὡραιότατον; ἀλλʼ εἰ μέντοι, ἔφη ὁ Ξενοφῶν, τοιοῦτόν ἐστι τὸ ῥιψοκίνδυνον ἔργον, κἂν ἐγὼ δοκῶ μοι τὸν κίνδυνον τοῦτον ὑπομεῖναι.1

「教えてくれ、クセノポン」と彼は言った。「君はクリトブロスが無謀な者たちよりも慎み深い者たちに属し、愚かで命知らずな者たちよりも思慮深い者たちに属していると考えていたのではないか」「そのとおりです」とクセノポンは言った。「では今や、彼が最も激情に駆られやすく、極端に破天荒な人間であると考えるがよい。この男なら、刃の林に宙返りで飛び込みもするだろうし、火の中へ跳び込みもするだろう」「それはいったい」とクセノポンは言った。「彼が何をするのを見て、そのような評価を下されたのですか」「この男は」と彼は言った。「アルキビアデスの息子が極めて顔立ちが良く最も盛りであるのに、敢えて口づけしたのではないか」「しかしもし」とクセノポンは言った。

§1.3.11

ὦ τλῆμον, ἔφη ὁ Σωκράτης, καὶ τί ἂν οἴει παθεῖν καλὸν φιλήσας; ἆρʼ οὐκ ἂν αὐτίκα μάλα δοῦλος μὲν εἶναι ἀντʼ ἐλευθέρου, πολλὰ δὲ δαπανᾶν εἰς βλαβερὰς ἡδονάς, πολλὴν δὲ ἀσχολίαν ἔχειν τοῦ ἐπιμεληθῆναί τινος καλοῦ κἀγαθοῦ, σπουδάζειν δʼ ἀναγκασθῆναι ἐφʼ οἷς οὐδʼ ἂν μαινόμενος σπουδάσειεν;

「そのようなことが命知らずの行いであるなら、私自身もその危険を冒してもよいように思えます」「不憫なやつよ」とソクラテスは言った。「美しい者に口づけして、どんな目に遭うと思っているのか。たちどころに自由人の代わりに奴隷となり、有害な快楽のために大金を費やし、何か善美な事柄に心を配る暇がまったくなくなり、狂人ですら熱中しないような事柄に熱中することを余儀なくされるのではないか」

§1.3.12

ὦ Ἡράκλεις, ἔφη ὁ Ξενοφῶν, ὡς δεινήν τινα λέγεις δύναμιν τοῦ φιλήματος εἶναι. καὶ τοῦτο, ἔφη ὁ Σωκράτης, θαυμάζεις; οὐκ οἶσθʼ ὅτι τὰ φαλάγγια οὐδʼ ἡμιωβελιαῖα τὸ μέγεθος ὄντα προσαψάμενα μόνον τῷ στόματι ταῖς τε ὀδύναις ἐπιτρίβει τοὺς ἀνθρώπους καὶ τοῦ φρονεῖν ἐξίστησι; ναὶ μὰ Δίʼ, ἔφη ὁ Ξενοφῶν· ἐνίησι γάρ τι τὰ φαλάγγια κατὰ τὸ δῆγμα.

「ヘラクレスにかけて」とクセノポンは言った。「あなたが言われる口づけの威力は何と恐ろしいものなのでしょう」「君はそのことに驚くのか」とソクラテスは言った。「毒蜘蛛が半オボロスほどの大きさにも満たないのに、口先で触れただけで人間を苦痛で苛み、正気を失わせるのを知らないのか」「ええ、ゼウスにかけて知っています」とクセノポンは言った。「毒蜘蛛は咬み傷を通じて何かを注入するからです」「愚かなやつよ」

§1.3.13

ὦ μῶρε, ἔφη ὁ Σωκράτης, τοὺς δὲ καλοὺς οὐκ οἴει φιλοῦντας ἐνιέναι τι, ὅτι σὺ οὐχ ὁρᾷς·2 οὐκ οἶσθʼ ὅτι τοῦτο τὸ θηρίον, ὃ καλοῦσι καλὸν καὶ ὡραῖον, τοσούτῳ δεινότερόν ἐστι τῶν φαλαγγίων, ὅσῳ ἐκεῖνα μὲν ἁψάμενα, τοῦτο δὲ οὐδʼ ἁπτόμενον, ἐάν τις αὐτὸ θεᾶται, ἐνίησί τι καὶ πάνυ πρόσωθεν τοιοῦτον ὥστε μαίνεσθαι ποιεῖν; ἀλλὰ συμβουλεύω σοι, ὦ Ξενοφῶν, ὁπόταν ἴδῃς τινὰ καλόν, φεύγειν προτροπάδην. σοὶ δʼ, ὦ Κριτόβουλε, συμβουλεύω ἀπενιαυτίσαι· μόλις γὰρ ἂν ἴσως ἐν τοσούτῳ χρόνῳ ὑγιὴς γένοιο.

とソクラテスは言った。「君には見えないからといって、美しい者たちが口づけするときに何かを注入していないとでも思うのか。人々が『美しく盛りの者』と呼ぶこの野獣は、蜘蛛よりもはるかに恐ろしい存在であることを知らないのか。蜘蛛は触れることで害を与えるが、この者は触れずとも、誰かがこれを見つめるだけで、狂気に陥らせるほどのものを遠くからでも注入するのだ。だがクセノポンよ、君には、美しい者を見かけたら脇目も振らずに逃げるよう忠告する。そしてクリトブロスよ、君には一年間旅に出ることを忠告する。

§1.3.14

οὕτω δὴ καὶ ἀφροδισιάζειν τοὺς μὴ ἀσφαλῶς ἔχοντας πρὸς ἀφροδίσια ᾤετο χρῆναι πρὸς τοιαῦτα, οἷα μὴ πάνυ μὲν δεομένου τοῦ σώματος οὐκ ἂν προσδέξαιτο ἡ ψυχή, δεομένου δὲ οὐκ ἂν πράγματα παρέχοι.3 αὐτὸς δὲ πρὸς ταῦτα φανερὸς ἦν οὕτω παρεσκευασμένος ὥστε ῥᾷον ἀπέχεσθαι τῶν καλλίστων καὶ ὡραιοτάτων ἢ οἱ ἄλλοι τῶν αἰσχίστων καὶ ἀωροτάτων.

おそらくそれほどの時間があってようやく君は正気に戻れるだろうからだ」このようにして、性愛に対して安全でない状態にある者たちは、身体がどうしても必要としているのでなければ魂が受け入れようとせず、身体が必要としているときにも面倒を引き起こさないような性愛の対象に向かうべきであると彼は考えていた。彼自身はこうした事柄に対して、他の人々が最も醜く盛りの過ぎた者たちから遠ざかるよりも容易に、最も美しく最も盛りの者たちから遠ざかることができるような構えを明らかに備えていた。

§1.3.15

περὶ μὲν δὴ βρώσεως καὶ πόσεως καὶ ἀφροδισίων οὕτω κατεσκευασμένος ἦν καὶ ᾤετο οὐδὲν ἂν ἧττον ἀρκούντως ἥδεσθαι τῶν πολλὰ ἐπὶ τούτοις πραγματευομένων, λυπεῖσθαι δὲ πολὺ ἔλαττον.

実に飲食や性愛に関して彼はこのように身を処しており、これらのことに多くの労力を費やす者たちに劣らず十分に楽しんでいるのであり、苦痛を味わうことははるかに少ないと考えていた。

構文注3 件
  1. 1.3.10κἂν ἐγὼ δοκῶ μοι τὸν κίνδυνον τοῦτον ὑπομεῖναι

    κἂν は καὶ ἄν の縮合(crasis)である。この ἄν は直後の直接法現在動詞 δοκῶ ではなく、後続の不定詞 ὑπομεῖναι に係り、潜在を表す不定詞構文(「この危険を耐え忍ぶこともできるだろう」)を形成している。δοκῶ μοι は挿入的に「私には思われる」として主文の枠組みを作っている。

  2. 1.3.13τοὺς δὲ καλοὺς οὐκ οἴει φιλοῦντας ἐνιέναι τι, ὅτι σὺ οὐχ ὁρᾷς·

    接続詞 ὅτι は理由(「君に見えないからといって」)を表す副詞節を導く。文全体は οὐκ οἴει に対格不定詞構文(τοὺς καλοὺς ... ἐνιέναι τι)が続き、「君には見えないという理由で、美しい者たちが口づけする際に何かを注入していないとでも思うのか」という修辞的疑問文を構成している。

  3. 1.3.14οἷα μὴ πάνυ μὲν δεομένου τοῦ σώματος οὐκ ἂν προσδέξαιτο ἡ ψυχή, δεομένου δὲ οὐκ ἂν πράγματα παρέχοι

    関係代名詞 οἷα が導く関係節の中に、ἄν +希求法(προσδέξαιτο, παρέχοι)による潜在表現が含まれ、修飾対象(τοιαῦτα)の性質・特質を規定する。また節内の二つの属格独立構文(μὴ πάνυ μὲν δεομένου τοῦ σώματος と δεομένου δέ)は、それぞれの帰結に対する条件節(「もし身体が強く求めているのでなければ」「求めているときには」)として機能している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0032.tlg002.humanitext-grc2:1.3.7-1.3.15