- 底本
- Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0019.tlg003.humanitext-grc2:244-326c
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
ストレプシアデスは借金返済の手段として「不義の弁論」を学ぶべく、ソクラテスの案内で雲の女神たち(ネペレー)への入門儀式と祈祷に臨み、やがて上空から降臨する女神たちの歌声を聞き、その姿を目にしようとする。
ἀλλά με δίδαξον τὸν ἕτερον τοῖν σοῖν λόγοιν,
だが私に、あなたの二つの弁論のうち、もう一方の、何一つ返済しない方を教えてください。
τὸν μηδὲν ἀποδιδόντα. μισθὸν δʼ ὅντινʼ ἂνπράττῃ μʼ ὀμοῦμαί σοι καταθήσειν τοὺς θεούς.1
報酬ならあなたが私に要求するどんなものでも、神々に誓ってあなたにお支払いすることを約束します。
ποίους θεοὺς ὀμεῖ σύ; πρῶτον γὰρ θεοὶἡμῖν νόμισμʼ οὐκ ἔστι.
いったいどんな神々に君は誓うというのだ?そもそも、我々にとって神々は通用する通貨ではないのだ。
τῷ γὰρ ὄμνυτʼ; ἢσιδαρέοισιν ὥσπερ ἐν Βυζαντίῳ;
では、何をもって誓うのですか?もしかして、ビザンティオンのように鉄の通貨でかね?
βούλει τὰ θεῖα πράγματʼ εἰδέναι σαφῶςἅττʼ ἐστὶν ὀρθῶς;
神的な事柄が正しくはどういうものであるか、はっきりと知りたいかね?
νὴ Δίʼ εἴπερ ἔστι γε.
ゼウスにかけて、もし本当にあるのならばぜひ。
καὶ ξυγγενέσθαι ταῖς Νεφέλαισιν ἐς λόγους,ταῖς ἡμετέραισι δαίμοσιν;
そして、我々の女神たちである雲たちと交わって対話したいかね?
μάλιστά γε.
もちろん、ぜひとも!
κάθιζε τοίνυν ἐπὶ τὸν ἱερὸν σκίμποδα.
それなら、この神聖な寝椅子の上に座りなさい。
ἰδοὺ κάθημαι.
ほら、座りました。
τουτονὶ τοίνυν λαβὲτὸν στέφανον.
では、この冠を受け取りなさい。
ἐπὶ τί στέφανον; οἴμοι Σώκρατεςὥσπερ με τὸν Ἀθάμανθʼ ὅπως μὴ θύσετε.2
何のために冠を?ああ、ソクラテス、私をあのアタマスのように生贄として捧げないでくださいよ。
οὔκ, ἀλλὰ ταῦτα πάντα τοὺς τελουμένουςἡμεῖς ποιοῦμεν.
いや、私たちは参入儀式を受ける者たちに、これらすべてを施すのだ。
εἶτα δὴ τί κερδανῶ;
それで、私は一体何を得るのです?
λέγειν γενήσει τρῖμμα κρόταλον παιπάλη.
弁論において、君はすれっからし、おしゃべり、きめ細かい粉になるのだ。
ἀλλʼ ἔχʼ ἀτρεμί.
だから、じっとしていなさい。
μὰ τὸν Δίʼ οὐ ψεύσει γέ με·καταπαττόμενος γὰρ παιπάλη γενήσομαι.
ゼウスにかけて、あなたは私を騙していないな。まぶされれば、私は本当に細かい粉になるのだから。
εὐφημεῖν χρὴ τὸν πρεσβύτην καὶ τῆς εὐχῆς ἐπακούειν.
老人は厳粛な沈黙を保ち、祈りに耳を傾けねばならぬ。
ὦ δέσποτʼ ἄναξ ἀμέτρητʼ Ἀήρ, ὃς ἔχεις τὴν γῆν μετέωρον,
おお、主にして無限なる王「大気」よ、大地を宙に浮かせて保持するお方よ、
λαμπρός τʼ Αἰθὴρ σεμναί τε θεαὶ Νεφέλαι βροντησικέραυνοι,
そして輝かしき「高空」よ、雷と稲妻を轟かせる崇高なる女神「雲」たちよ、
ἄρθητε φάνητʼ ὦ δέσποιναι τῷ φροντιστῇ μετέωροι.
宙に昇り、思想家の上に出現したまえ、おお、支配者たる女神たちよ!
μήπω μήπω γε πρὶν ἂν τουτὶ πτύξωμαι, μὴ καταβρεχθῶ.
まだ、まだです!私がこれを身にまとい、ずぶ濡れにならないようにするまでは。
τὸ δὲ μηδὲ κυνῆν οἴκοθεν ἐλθεῖν ἐμὲ τὸν κακοδαίμονʼ ἔχοντα.3
悲惨なこの私が、家から帽子さえ持ってこずにやって来たなんて!
ἔλθετε δῆτʼ ὦ πολυτίμητοι Νεφέλαι τῷδʼ εἰς ἐπίδειξιν·
さあ来てください、いと尊き雲たちよ、この男の前に姿を示すために。
εἴτʼ ἐπʼ Ὀλύμπου κορυφαῖς ἱεραῖς χιονοβλήτοισι κάθησθε,
オュンポスの、雪に覆われた神聖な峰々に座していようとも、
εἴτʼ Ὠκεανοῦ πατρὸς ἐν κήποις ἱερὸν χορὸν ἵστατε Νύμφαις,
あるいは父なるオケアノスの庭園で、ニンフたちと神聖な舞踏を繰り広げていようとも、
εἴτʼ ἄρα Νείλου προχοαῖς ὑδάτων χρυσέαις ἀρύτεσθε πρόχοισιν,
あるいはナイル川の黄金の水差しから流れを汲み出していようとも、
ἢ Μαιῶτιν λίμνην ἔχετʼ ἢ σκόπελον νιφόεντα Μίμαντος·
あるいはマイオティス湖、あるいはミマスの雪深き岩峰にとどまっていようとも、
ὑπακούσατε δεξάμεναι θυσίαν καὶ τοῖς ἱεροῖσι χαρεῖσαι.
我々の犠牲の捧げ物を受け取り、この聖なる儀式を喜び、耳を傾けたまえ。
ἀέναοι Νεφέλαι
常しえに流れる雲たちよ、
ἀρθῶμεν φανεραὶ δροσερὰν φύσιν εὐάγητον,
私たちの、露に濡れた軽やかな姿を目に見えるように立ち昇らせよう、
πατρὸς ἀπʼ Ὠκεανοῦ βαρυαχέος
低く響き渡る父なるオケアノスから、
ὑψηλῶν ὀρέων κορυφὰς ἐπὶδενδροκόμους, ἵνα
高い山々の、木々の生い茂る頂へと。そうして、
τηλεφανεῖς σκοπιὰς ἀφορώμεθα,
遠くに見える見晴らし台、
καρπούς τʼ ἀρδομέναν ἱερὰν χθόνα,
そして果実を潤す神聖な大地、
καὶ ποταμῶν ζαθέων κελαδήματα,
神聖なる河川のせせらぎ、
καὶ πόντον κελάδοντα βαρύβρομον·
そして低く唸り響く海を見渡そう。
ὄμμα γὰρ αἰθέρος ἀκάματον σελαγεῖταιμαρμαρέαις ἐν αὐγαῖς.
なぜなら、天の疲れを知らぬ眼が、輝かしい光の中に燃え上がっているから。
ἀλλʼ ἀποσεισάμεναι νέφος ὄμβριονἀθανάτας ἰδέας ἐπιδώμεθα
さあ、雨を降らせる雲を私たちの不死の姿から振り払い、
τηλεσκόπῳ ὄμματι γαῖαν.
遠くまで見通す眼で、大地を見つめよう。
ὦ μέγα σεμναὶ Νεφέλαι φανερῶς ἠκούσατέ μου καλέσαντος.
おお、大いなる崇高な雲たちよ、私のお呼びする声をはっきりと聞いてくださった。
ᾔσθου φωνῆς ἅμα καὶ βροντῆς μυκησαμένης θεοσέπτου;
君も彼女らの声と、同時に鳴り響いた神聖な雷の咆哮を聞いたかね?
καὶ σέβομαί γʼ ὦ πολυτίμητοι καὶ βούλομαι ἀνταποπαρδεῖνπρὸς τὰς βροντάς· οὕτως αὐτὰς τετρεμαίνω καὶ πεφόβημαι·κεἰ θέμις ἐστίν, νυνί γʼ ἤδη, κεἰ μὴ θέμις ἐστί, χεσείω.
ええ、尊きお方々よ、私も畏れ敬っています。そして雷の音におならで応えてやりたいくらいです。それほど私は彼女たちに怯え、震え上がっているのです。神の掟にかなっていようが、いまいが、今すぐにも、私は糞を漏らしそうです。
οὐ μὴ σκώψει μηδὲ ποιήσεις4 ἅπερ οἱ τρυγοδαίμονες οὗτοι,ἀλλʼ εὐφήμει· μέγα γάρ τι θεῶν κινεῖται σμῆνος ἀοιδαῖς.
ふざけるな、あの喜劇作家どものような真似をするでない。厳粛にするのだ。神々の大いなる群れが、歌とともに動き出しているのだから。
παρθένοι ὀμβροφόροι
雨をもたらす乙女たちよ、
ἔλθωμεν λιπαρὰν χθόνα Παλλάδος, εὔανδρον γᾶνΚέκροπος ὀψόμεναι πολυήρατον·
パラスの光り輝く地、ケクロプスの、人々が栄えるいと愛すべき国へと行こう、それらを目にするために。
οὗ σέβας ἀρρήτων ἱερῶν, ἵναμυστοδόκος δόμοςἐν τελεταῖς ἁγίαις ἀναδείκνυται,
そこでは言葉に尽くせぬ秘儀への崇敬があり、秘儀を執り行う神殿が聖なる入信の儀において開かれ、
οὐρανίοις τε θεοῖς δωρήματα,ναοί θʼ ὑψερεφεῖς καὶ ἀγάλματα,
天上の神々への贈り物が、そして高くそびえる神殿や神像が、
καὶ πρόσοδοι μακάρων ἱερώταται,εὐστέφανοί τε θεῶν θυσίαι θαλίαι τε,παντοδαπαῖς ἐν ὥραις,
そして至福なる者たちへの極めて神聖な行列があり、美しく飾られた神々への犠牲と饗宴が、あらゆる季節に行われている。
ἦρί τʼ ἐπερχομένῳ Βρομία χάρις,
そして春が訪れれば、ブロミオスの恵みが、
εὐκελάδων τε χορῶν ἐρεθίσματα,καὶ μοῦσα βαρύβρομος αὐλῶν.
美しく響き渡る合唱の競演、そしてフルートの重々しく響く調べがあるのだ。
πρὸς τοῦ Διὸς ἀντιβολῶ σε φράσον, τίνες εἴσʼ ὦ Σώκρατες αὗταιαἱ φθεγξάμεναι τοῦτο τὸ σεμνόν; μῶν ἡρῷναί τινές εἰσιν;
ゼウスにかけてお願いします、教えてくださいソクラテス。この厳かな歌を歌った彼女たちは誰なのですか?もしかして、何かの半神のヒロインたちですか?
ἥκιστʼ ἀλλʼ οὐράνιαι Νεφέλαι μεγάλαι θεαὶ ἀνδράσιν ἀργοῖς·αἵπερ γνώμην καὶ διάλεξιν καὶ νοῦν ἡμῖν παρέχουσινκαὶ τερατείαν καὶ περίλεξιν καὶ κροῦσιν καὶ κατάληψιν.
とんでもない、彼女たちは天上の雲であり、怠惰な男たちにとっての大いなる女神たちだ。彼女たちこそが我々に判断力、弁証術、知性を、そして大言壮語、遠回しな言い回し、舌戦、理解力を授けてくれるのだ。
ταῦτʼ ἄρʼ ἀκούσασʼ αὐτῶν τὸ φθέγμʼ ἡ ψυχή μου πεπότηται,
それゆえに、彼女らの声を聞いて私の魂は舞い上がり、
καὶ λεπτολογεῖν ἤδη ζητεῖ καὶ περὶ καπνοῦ στενολεσχεῖν,
今や細かな議論を交わし、煙のような些細なことについて屁理屈を並べ、
καὶ γνωμιδίῳ γνώμην νύξασʼ ἑτέρῳ λόγῳ ἀντιλογῆσαι·
ささやかな格言で別の格言を突き刺して、別の議論で言い返すことを求めているのです。
ὥστʼ εἴ πως ἔστιν ἰδεῖν αὐτὰς ἤδη φανερῶς ἐπιθυμῶ.
ですから、もし何とかできるなら、今すぐ彼女らの姿をはっきりと見たいと切望しています。
βλέπε νυν δευρὶ πρὸς τὴν Πάρνηθʼ· ἤδη γὰρ ὁρῶ κατιούσαςἡσυχῇ αὐτάς.
では、あそこのパルネス山の方を見なさい。彼女たちが静かに降りてくるのが、もう見えるから。
φέρε ποῦ; δεῖξον.
どこですか?見せてください。
χωροῦσʼ αὗται πάνυ πολλαὶδιὰ τῶν κοίλων καὶ τῶν δασέων, αὗται πλάγιαι.
こちらへ進んでくる、非常に大勢で、谷間や生い茂る森を抜けて。あそこを斜め横切るように。
τί τὸ χρῆμα;ὡς οὐ καθορῶ.
いったいどういうことだ?まだ見えませんが。
παρὰ τὴν εἴσοδον.
入り口のそばだ。
ἤδη νυνὶ μόλις οὕτως.
おお、今ようやく、どうにかこうにか見えました。
- 245μισθὸν δʼ ὅντινʼ ἂν πράττῃ μʼ ὀμοῦμαί σοι καταθήσειν τοὺς θεούς.
二重対格と誓いの構造。関係節内では πράττω が「〜から(μ')〜を(μισθὸν ... ὅντιν')取り立てる」という二重対格をとる。主節の ὀμούμαι は誓約の対象となる神々を対格(τοὺς θεούς)で表し、「神々に誓ってあなたにお支払いすることを約束する」となる。
- 257ὅπως μὴ θύσετε.
ὅπως μή に未来直説法(θύσετε)が続く楕円(省略)表現。主節の命令動詞(ὅρα や φυλάττου など)が省略された形であり、「〜しないよう気をつけてくれ」「〜しないでくれ」という強い懇願や警告を表す口語的表現。
- 268τὸ δὲ μηδὲ κυνῆν οἴκοθεν ἐλθεῖν ἐμὲ τὸν κακοδαίμονʼ ἔχοντα.
驚嘆・憤慨の不定詞(Infinitivus admirantis)。中性単数対格の冠詞 τὸ を伴う「対格+不定詞」の構造(主格的主語は ἐμὲ、不定詞は ἐλθεῖν)が、感嘆文として独立して用いられ、「〜だなんて!」という後悔やあきれの感情を表す。
- 296οὐ μὴ σκώψει μηδὲ ποιήσεις
οὐ μή に未来直説法二人称(σκώψει, ποιήσεις)が続く、強い禁止表現。命令法と同等(「〜するな」)か、あるいはそれ以上に強い禁止のニュアンスを帯びるアッティカ口語の特徴的な表現。
