← デモステネス

第十九弁論 使節職務不履行について

§37-43

ピリッポスの書簡とアイスキネスの虚偽報告の共謀

デモステネスは、ピリッポスの書簡とアイスキネスの報告の間に見られる意図的な役割分担や矛盾を暴き、甘言によって民衆の目を眩ませてポーキス人を破滅へと導いた背任の構図を論証する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§37

ὑπὲρ δὲ Φωκέων καὶ Θεσπιῶν ἢ ὧν οὗτος ἀπήγγελλε πρὸς ὑμᾶς, ἀλλʼ οὐδὲ μικρόν.1 καὶ τοῦτʼ οὐκ ἀπὸ ταὐτομάτου τοῦτον ἐπράχθη τὸν τρόπον, ἀλλʼ ὑπὲρ μὲν ὧν παρὰ τούτων ὑμᾶς ἔδει δίκην λαμβάνειν οὐ πεποιηκότων οὐδὲ διῳκηκότων οὐδὲν ὧν ὑμεῖς προσετάξατʼ ἐν τῷ ψηφίσματι, ἐκεῖνος ἐκδέχεται τὴν αἰτίαν, ὃν οὐκ ἐμέλλεθʼ ὑμεῖς, οἶμαι, δυνήσεσθαι κολάσαι·

しかし、ポーキス人やテスピアイ、あるいはこの男が皆さんに報告したことについては、少しの言及もありませんでした。そしてこのことは偶然にこのような形で行われたのではなく、皆さんが決議で命じたことの何一つ行わず果たしもしなかったこの者たちから皆さんが責任を問うべき事柄については、皆さんが決して処罰することができないであろうあの男がその責任を引き受け、他方で、あの男が国家を騙して機先を制したいと望んだ事柄については、この男が報告したのです。

§38

ἃ δʼ ἐκεῖνος ἐξαπατῆσαι καὶ προλαβεῖν τῆς πόλεως ἐβούλετο, οὗτος ἀπήγγειλεν, ἵνα μηδʼ ἐγκαλέσαι μηδὲ μέμψασθαι μηδὲν ὕστερον ὑμεῖς ἔχοιτε Φιλίππῳ, μήτʼ ἐν ἐπιστολῇ μήτʼ ἄλλοθι μηδαμοῦ τῶν παρʼ ἐκείνου τούτων ἐνόντων.2 λέγε δʼ αὐτοῖς αὐτὴν τὴν ἐπιστολήν, ἣν ἔγραψε μὲν οὗτος, ἔπεμψε δʼ ἐκεῖνος· καὶ σκοπεῖθʼ ὅτι τοῦτον ἔχει τὸν τρόπον, ὃν διεξελήλυθʼ ἐγώ. λέγε. ΕΠΙΣΤΟΛΗ.

それは、あの男からのものとしては書簡の中にも他のどこにもこれらが含まれていない以上、後になって皆さんがピリッポスを訴えることも非難することも何もできないようにするためでした。彼らのためにその書簡そのものを読み上げてください。この男が書き、あの男が送った書簡を。そして、私が詳しく述べたとおりの性質のものであるか確かめてください。読みなさい。 書簡。

§39

ἀκούετʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς ἐπιστολῆς, ὡς καλὴ καὶ φιλάνθρωπος. περὶ δὲ Φωκέων ἢ Θηβαίων ἢ τῶν ἄλλων ὧν οὗτος ἀπήγγειλεν, οὐδὲ γρῦ.3 ταύτης τοίνυν οὐδʼ ὁτιοῦν ἐσθʼ ὑγιές. καὶ τοῦτʼ αὐτίκα δὴ μάλʼ ὑμεῖς ὄψεσθε. οἱ μὲν γὰρ Ἁλεῖς, οὓς ἵνα συνδιαλλάττωσι κατασχεῖν φησι τούτους, τοιαύτης τετυχήκασι διαλλαγῆς ὥστʼ ἐξελήλανται καὶ ἀνάστατος ἡ πόλις αὐτῶν γέγονε· τοὺς δʼ αἰχμαλώτους ὁ σκοπῶν τί ἂν ὑμῖν χαρίσαιτο οὐδένʼ ἐνθυμηθῆναί φησι λύσασθαι.

アテナイの皆さん、手紙をお聞きになりましたか、いかに立派で親切であるかを。しかし、ポーキス人やテーバイ人、あるいはこの男が報告したその他の事柄については、一言もありません。それゆえ、この手紙には何一つ健全なところはありません。そしてこのことは今すぐ皆さんの目にも明らかとなるでしょう。というのも、和解させるためにこの者たちを引き留めたと彼が称しているハロス人たちは、追放され、その都市が壊滅させられるような和解に遭ったからです。また、皆さんに何を施して喜ばせようかと思案しているはずのあの男は、捕虜については誰も請け出そうと思い付かなかったと述べているのです。

§40

μεμαρτύρηται δὲ δήπουθεν ὑμῖν ἐν τῷ δήμῳ πολλάκις, ὡς ἐγὼ τάλαντον ἔχων ἐπʼ αὐτοὺς ᾠχόμην, καὶ νῦν δὲ μαρτυρηθήσεται· διὸ καὶ τὴν ἐμὴν φιλοτιμίαν οὗτος ἀφαιρούμενος τοῦτʼ ἔπεισεν ἐκεῖνον ἐγγράψαι. ὃ τοίνυν μέγιστον ἁπάντων· ὁ γὰρ εἰς τὴν προτέραν γράψας ἐπιστολήν, ἣν ἠνέγκαμεν ἡμεῖς, ὅτι ἔγραφον δʼ ἂν καὶ διαρρήδην ἡλίχʼ ὑμᾶς εὖ ποιήσω, εἰ εὖ ᾔδειν καὶ τὴν συμμαχίαν μοι γενησομένην,4 γεγονυίας τῆς συμμαχίας οὔ φησιν εἰδέναι τί ἂν ποιῶν χαρίσαιτο, οὐδʼ ὃ αὐτὸς ὑπέσχετο· τοῦτο γὰρ ᾔδει δηλονότι, εἴπερ μὴ ἐφενάκιζεν. ἀλλὰ μὴν ὅτι ταῦθʼ οὕτω τότʼ ἔγραψε, λέγε μοι λαβὼν ἐκ τῆς προτέρας ἐπιστολῆς αὐτὸ τοῦτο, ἐνθένδε.λέγε. ΕΞ ΕΠΙΣΤΟΛΗΣ.

しかし、私が銀一タラントンを携えて彼らのもとへ赴いたことは、すでに民会で皆さんに幾度も証言されていますし、今また証言されるでしょう。それゆえ、この男は私の名誉を奪おうとして、あの男を説得してそのように書き込ませたのです。さて、すべての中で最も重大なことがあります。私たちが持ち帰った先の書簡において、「もし同盟関係も私に結ばれるとよく分かっていたなら、皆さんにどれほど大きな善行を施すかを明記したであろうが」と書いた当人が、同盟が成立した今になって、何をすれば喜んでもらえるか分からない、自分が約束したことすら分からないと言っているのです。というのも、もし彼が騙していなかったのなら、そのことは明らかに知っていたはずだからです。しかし現に、彼が当時そのように書いたことを、先の書簡からまさにこの箇所を取って、ここから読み上げてください。読みなさい。 書簡の抜粋。

§41

οὐκοῦν πρὶν μὲν εἰρήνης τυχεῖν, εἰ καὶ συμμαχία προσγένοιτʼ αὐτῷ, γράψειν ὡμολόγει ἡλίκα τὴν πόλιν εὖ ποιήσει· ἐπειδὴ δʼ ἀμφότερʼ αὐτῷ γέγονεν, οὐκ εἰδέναι φησὶ τί ἂν ποιῶν χαρίσαιτο, ἂν δʼ ὑμεῖς λέγητε, ποιήσειν ὃ μήτʼ αἰσχύνην μήτʼ ἀδοξίαν αὐτῷ φέρει, εἰς ταύτας τὰς προφάσεις καταφεύγων, κἂν ἄρʼ εἴπητέ τι καὶ προαχθῆθʼ ὑμεῖς ἐπαγγείλασθαι, ἀναχώρησιν ἑαυτῷ καταλείπων.

このように、彼は平和を手に入れる前には、もし同盟までもが加わるならば、どれほど国家に善行を施すかを書面で約束すると言明していたのに、両方が手に入った今では、何をすれば喜んでもらえるか分からないとし、もし皆さんが言うなら、自らに恥辱も悪評ももたらさないことを行うと言って、このような口実に逃げ込み、たとえ皆さんが何かを口にして誓約を迫るよう促されたとしても、自らに逃げ道を確保しているのです。

§42

ταῦτα τοίνυν καὶ πόλλʼ ἕτερʼ ἐνῆν παραχρῆμα τότʼ εὐθὺς ἐξελέγχειν καὶ διδάσκειν ὑμᾶς καὶ μὴ προέσθαι τὰ πράγματʼ ἐᾶν, εἰ μὴ Θεσπιαὶ καὶ Πλαταιαὶ καὶ τὸ Θηβαίους αὐτίκα δὴ μάλα δώσειν δίκην ἀφείλετο τὴν ἀλήθειαν. καίτοι ταῦτα, εἰ μὲν ἀκοῦσαι μὲν ἔδει φενακισθῆναι δὲ τὴν πόλιν, ὀρθῶς ἐλέγετο, εἰ δὲ πραχθῆναι τῷ ὄντι, σιωπᾶσθαι συνέφερεν. εἰ μὲν γὰρ ἐνταῦθʼ ἦν ἤδη τὰ πράγμαθʼ ὥστε μηδʼ αἰσθομένοις τοῖς Θηβαίοις πλέον εἶναι μηδέν, τί οὐ γέγονεν; εἰ δὲ παρὰ τὸ προαισθέσθαι κεκώλυται, τίς ὁ ἐκλαλήσας; οὐχ οὗτος;

したがって、これらや他の多くの事柄を当時その場で直ちに論駁し、皆さんに教え、国事を放棄したままにさせないことも可能だったのです、もしテスピアイやプラタイアイ、そしてテーバイ人が今にも処罰を受けるという約束が、真実を奪い去ってしまわなかったならば。もっとも、もし国家が言葉を聞かされて欺かれるべきであったなら、これらのことは正しく言われたことになりますが、もし本当に実行されるべきであったなら、沈黙を守ることこそが有益であったはずです。というのも、もしテーバイ人たちが気づいたところで何の足しにもならない段階にすでに事態があったのなら、なぜ実現しなかったのでしょうか。一方、事前に知られたことによって妨げられたのだとすれば、漏らしたのは誰ですか。この男ではないのですか。

§43

ἀλλʼ οὔτʼ ἔμελλεν οὔτʼ ἐβουλήθη ταῦτʼ οὐδʼ ἤλπισεν οὗτος, ὥστε τοῦ γʼ ἐκλελαληκέναι μηδʼ αἰτίαν ἐχέτω· ἀλλὰ φενακισθῆναι τοῖς λόγοις τούτοις ὑμᾶς ἔδει, καὶ ἐμοῦ τἀληθῆ μὴ ʼθελῆσαι ἀκοῦσαι, καὶ αὐτοὺς οἴκοι καταμεῖναι, καὶ ψήφισμα νικῆσαι τοιοῦτο διʼ οὗ Φωκεῖς ἀπολοῦνται. διὰ ταῦτʼ ἐσπαθᾶτο ταῦτα5 καὶ διὰ ταῦτʼ ἐδημηγορεῖτο.

しかし、これらのことは起こるはずもなく、またこの男もそれを望みもせず、期待もしていなかったのであり、したがって漏らしたという責任すら負う筋合いはありません。そうではなく、皆さんがこれらの言葉で騙され、私の語る真実を聞こうとせず、皆さん自身が国内にとどまり、ポーキス人が滅びる原因となるような決議が可決されることが必要だったのです。この目的のためにこれらの策謀が織り上げられ、この目的のために民会演説が行われたのです。

構文注5 件
  1. 37ἀλλʼ οὐδὲ μικρόν

    前文末尾の書簡内容(ἔνεστιν)を受けて述語動詞(ἔγραψεν または ἔνεστιν)が省略されている。ἀλλὰ...οὐδέ は強い対比と全面否定を表し、「それどころか少しの言及すらない」の意味をなす。

  2. 38μήτʼ ἐν ἐπιστολῇ μήτʼ ἄλλοθι μηδαμοῦ τῶν παρʼ ἐκείνου τούτων ἐνόντων

    目的節(ἵνα...ἔχοιτε)の内部に置かれた独立属格構文。τῶν παρʼ ἐκείνου τούτων(ピリッポス側からのこれら諸事項)が意味上の主語、ἐνόντων が分詞述語であり、後からピリッポスに責任を問えない理由・条件を示している。

  3. 39οὐδὲ γρῦ

    極微なものを表す名詞 γρῦ(爪の垢、豚の鳴き声等とされる微小物の俗称)に否定詞を伴わせた口語的慣用表現。「一言も(ない)」「何ひとつ(ない)」を意味する。

  4. 40ἔγραφον δʼ ἂν καὶ διαρρήδην ἡλίχʼ ὑμᾶς εὖ ποιήσω, εἰ εὖ ᾔδειν καὶ τὴν συμμαχίαν μοι γενησομένην

    過去における反実仮想(帰結節 ἔγραφον ἂν 未完了過去+条件節 εἰ ᾔδειν 過去完了)の直接引用。間接疑問節内の動詞 ποιήσω は直接話法の未来直説法が保たれている。

  5. 43διὰ ταῦτʼ ἐσπαθᾶτο ταῦτα

    動詞 σπαθάω は元来「機織りの杼(ひ)で横糸を強く打ち込む」ことを指し、転じて「入念に策謀を仕組む」「企てる」、あるいは「放埒に浪費する」を意味する。ここでは前文の陰謀・欺瞞の計画が綿密に織り上げられたことを表す比喩的受動態用法として解釈される。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:37-43