- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:44-51
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
デモステネスはピリッポスとアイスキネスらの欺瞞を見抜いて民会で警告したが拒絶された顛末を語り、続いてピロクラテスが提出した決議案とピリッポスの書簡がいかにポーキス人を謀略によって陥れ滅亡に追いやるものであったかを暴露する。
ἀκούων τοίνυν ἐγὼ τηλικαῦτα καὶ τοιαῦτʼ ἐπαγγελλομένου τούτου, καὶ ἀκριβῶς εἰδὼς ὅτι ψεύδεται, —καὶ ὅθεν, φράσω πρὸς ὑμᾶς, πρῶτον μὲν ἐκ τοῦ, ὅτε τοὺς ὅρκους ἔμελλε Φίλιππος ὀμνύναι τοὺς περὶ τῆς εἰρήνης, ἐκσπόνδους ἀποφανθῆναι τοὺς Φωκέας ὑπὸ τούτων, ὃ σιωπᾶν καὶ ἐᾶν εἰκὸς ἦν, εἴπερ ἔμελλον σῴζεσθαι· ἔπειτʼ ἐκ τοῦ μὴ τοὺς παρὰ τοῦ Φιλίππου πρέσβεις ταῦτα λέγειν μηδὲ τὴν ἐπιστολὴν τὴν Φιλίππου, ἀλλὰ τοῦτον—ἐκ τούτων οὖν τεκμαιρόμενος,1 ἀναστὰς καὶ παρελθὼν ἐπειρώμην μὲν ἀντιλέγειν, ὡς δʼ ἀκούειν οὐκ ἠθέλετε, ἡσυχίαν ἔσχον, τοσοῦτο μόνον διαμαρτυράμενος (καὶ πρὸς Διὸς καὶ θεῶν ἀναμιμνῄσκεσθε) ὅτι ταῦτʼ οὔτʼ οἶδʼ οὔτε κοινωνῶ, προσέθηκα δʼ ὡς οὐδὲ προσδοκῶ. τραχέως δʼ ὑμῶν τῷ μηδὲ προσδοκᾶν σχόντων, καὶ ὅπως γʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ἔφην, ἄν τι τούτων γίγνηται, τούτους ἐπαινέσεσθε καὶ τιμήσετε καὶ στεφανώσετε, ἐμὲ δὲ μή· καὶ μέντοι κἄν τι τῶν ἐναντίων, ὅπως τούτοις ὀργιεῖσθε·2 ἐγὼ δʼ ἀφίσταμαι.
そこで私としては、この男がそれほど途方もない約束をするのを聞き、またこの男が嘘をついていると正確に知っていたので――その理由は皆さんにお話ししましょう。まず第一に、ピリッポスが平和についての誓詞を立てようとした際、この者たちによってポーキス人が休戦協定の対象外と宣言されたことによります。もし彼らが救われる運命にあったのなら、それについては沈黙を守って放置しておくのが当然だったはずです。次に、ピリッポスからの使節たちもピリッポスの書簡もそれらを語らず、この男だけが語っていたことによります――これらから推測して、私は立ち上がって演壇に進み、異論を唱えようと試みました。しかし、皆さんが聞こうとしなかったため、私はただこれだけを明言して沈黙を守りました(ゼウスにかけて、また神々にかけて思い出してください)、「私はこれらのことを知りもしなければ関知もしていない」と、さらに「期待すらしていない」と言い添えたのです。皆さんが「期待すらしていない」という言葉に憤慨したとき、 「アテナイの皆さん、もしこれらのことが少しでも実現したなら、 と私は言いました、 この者たちを称賛し、栄誉を授け、冠を授けるようにしてください。私にはしないでください。しかし反対のことが起きたなら、必ずこの者たちに対して怒りを向けるようにしてください。私は手を引きます」と。
μὴ νῦν, ὑπολαβὼν Αἰσχίνης οὑτοσί, μὴ νῦν ἀφίστασο, ἔφη, ἀλλʼ ὅπως τότε μὴ προσποιήσει. νὴ Δίʼ, ἢ ἀδικήσω γʼ, ἔφην. ἐπαναστὰς δʼ ὁ Φιλοκράτης μάλʼ ὑβριστικῶς οὐδὲν, ἔφη, θαυμαστόν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ ταὔτʼ ἐμοὶ καὶ Δημοσθένει δοκεῖν· οὗτος μὲν γὰρ ὕδωρ, ἐγὼ δʼ οἶνον πίνω. καὶ ὑμεῖς ἐγελᾶτε.
すると、ここにいるアイスキネスが言葉を遮って、 「今手を引くのではない、 と言いました、 今手を引くのではなく、その時になって自分の手柄にしないようにせよ」と。 「ゼウスにかけて誓おう、さもなければ私が不正を働くことになる」と私は言いました。するとピロクラテスが立ち上がり、甚だ尊大に、 「アテナイの皆さん、私とデモステネスとで見解が一致しないとしても、 と言いました、 何ら驚くにはあたりません。というのも、この男は水を飲み、私はワインを飲むからです」と。 そして皆さんは笑いました。
σκέψασθε δὴ τὸ ψήφισμα, ὃ δίδωσι γράψας μετὰ ταῦθʼ ὁ Φιλοκράτης· ἀκοῦσαι μὲν γὰρ οὑτωσὶ παγκάλως ἔχει· ἐπειδὰν δὲ τοὺς καιροὺς συλλογίσηταί τις ἐφʼ ὧν ἐγράφη, καὶ τὰς ὑποσχέσεις ἃς οὗτος ὑπισχνεῖτο τότε, οὐδὲν ἄλλο φανήσονται πλὴν παραδόντες3 Φιλίππῳ καὶ Θηβαίοις Φωκέας, μόνον οὐκ ὀπίσω τὼ χεῖρε δήσαντες. λέγε τὸ ψήφισμα. ΨΗΦΙΣΜΑ.
そこで、この後ピロクラテスが起草して提出した決議案を検討してみてください。耳で聞く限りではこのように極めて立派なものです。しかし、それが起草された当時の情勢と、この男が当時行っていた約束とを思い合わせるならば、彼らがただポーキス人の両手を背中に縛り上げなかっただけで、ピリッポスとテーバイ人に引き渡したにほかならないことが明らかになるでしょう。決議を読みなさい。 決議。
ὁρᾶτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ ψήφισμα, ὅσων ἐπαίνων καὶ ὅσης εὐφημίας μεστόν ἐστι, καὶ τὴν εἰρήνην εἶναι τὴν αὐτὴν ἥνπερ Φιλίππῳ καὶ τοῖς ἐγγόνοις, καὶ τὴν συμμαχίαν, καὶ ἐπαινέσαι δὲ Φίλιππον, ὅτι ἐπαγγέλλεται τὰ δίκαια ποιήσειν. ἀλλʼ οὐδὲν ἐκεῖνός γʼ ἐπηγγέλλετο, ἀλλὰ τοσούτου γʼ ἔδει ὥστʼ οὐδʼ εἰδέναι φησὶ τί ἂν ποιῶν ὑμῖν χαρίσαιτο.
アテナイの皆さん、ご覧ください、この決議がいかに多くの称賛といかに多くの美辞麗句に満ちているかを。 「平和はその子孫に対してもピリッポスに対するものと同一であり、同盟もまた同様である」とし、さらに「ピリッポスが正義を行うと約束していることゆえに、彼を称賛すること」としています。しかし、あの男は何一つ約束してなどいませんでした。それどころか、何をすれば皆さんに喜んでもらえるか分からないとすら述べているほどだったのです。
ἀλλʼ οὗτος ἦν ὁ λέγων ὑπὲρ αὐτοῦ καὶ ὑπισχνούμενος. πρὸς δὲ τοὺς παρὰ τούτου λόγους ὡρμηκότας λαβὼν ὑμᾶς ὁ Φιλοκράτης ἐγγράφει τοῦτʼ εἰς τὸ ψήφισμα, ἐὰν δὲ μὴ ποιῶσι Φωκεῖς ἃ δεῖ καὶ παραδιδῶσι τοῖς Ἀμφικτύοσιν τὸ ἱερόν, ὅτι βοηθήσει ὁ δῆμος ὁ Ἀθηναίων ἐπὶ τοὺς διακωλύοντας ταῦτα γίγνεσθαι. οὐκοῦν, ἄνδρες Ἀθηναῖοι, μενόντων μὲν ὑμῶν οἴκοι καὶ οὐκ ἐξεληλυθότων, ἀπεληλυθότων δὲ τῶν Λακεδαιμονίων καὶ προῃσθημένων τὴν ἀπάτην, οὐδενὸς δʼ ἄλλου παρόντος τῶν Ἀμφικτυόνων πλὴν Θετταλῶν καὶ Θηβαίων, εὐφημότατʼ ἀνθρώπων τούτοις παραδοῦναι γέγραφεν τὸ ἱερὸν γράψας τοῖς Ἀμφικτύοσιν παραδοῦναι4 (ποίοις; οὐ γὰρ ἦσαν αὐτόθι πλὴν Θηβαῖοι καὶ Θετταλοί), ἀλλʼ οὐ συγκαλέσαι δὲ τοὺς Ἀμφικτύονας, οὐδʼ ἐπισχεῖν ἕως ἂν συλλεγῶσιν, οὐδὲ βοηθεῖν Πρόξενον εἰς Φωκέας, οὐδʼ ἐξιέναι Ἀθηναίους, οὐδὲ τοιοῦτʼ οὐδέν.
そうではなく、あの男に代わって語り、約束していたのはこの男だったのです。そしてピロクラテスは、この男の言葉に熱狂した皆さんを捉えて、決議の中にこの条項を書き込みました。 「もしポーキス人がなすべきことを行わず、聖域をアンピクテュオン評議会に引き渡さないならば、アテナイの民衆はこれらのことが行われるのを妨げる者たちに対抗して救援に赴くこと」このように、アテナイの皆さん、皆さんが国内に留まって出撃せず、スパルタ人たちは欺罔に気づいて立ち去り、アンピクテュオン評議会の構成員としてはテッサリア人とテーバイ人以外誰も居合わせない中で、彼は「アンピクテュオン評議会に引き渡す」と書くことによって、人間の中で最も耳触りの良い言葉を用いながら、実際にはこれら(の敵)に聖域を引き渡すよう起草したのです(どのような評議会にですか。そこにはテーバイ人とテッサリア人以外いなかったのですから)。しかし、「アンピクテュオン評議会を招集すること」とも、「彼らが集結するまで待つこと」とも、「プロクセノスがポーキスへ救援に赴くこと」とも、「アテナイ人が出撃すること」とも、そのようなことは何一つ書きませんでした。
καίτοι καὶ ἐπιστολὰς ἔπεμψʼ ὁ Φίλιππος δύο καλούσας ὑμᾶς, οὐχ ἵνʼ ἐξέλθητε· πώμαλα· οὐ γὰρ ἄν ποτε τοὺς χρόνους ἀνελών, ἐν οἷς ἐδυνήθητʼ ἂν ἐξελθεῖν, τηνικαῦτʼ ἐκάλει· οὐδʼ ἂν ἐμέ, ἡνίκα δεῦρʼ ἀποπλεῖν ἐβουλόμην, κατεκώλυεν· οὐδὲ τοιαῦτα λέγειν τούτῳ προσέταττεν, ἐξ ὧν ἥκισθʼ ὑμεῖς ἐμέλλετʼ ἐξιέναι· ἀλλʼ ἵνα, ἃ ἐβούλεσθʼ οἰόμενοι πράξειν αὐτόν, μηδὲν ἐναντίον ψηφίσησθʼ αὐτῷ, μηδʼ ἀμύναιντο μηδʼ ἀντέχοιεν οἱ Φωκεῖς ἐπὶ ταῖς παρʼ ὑμῶν ἐλπίσιν, ἀλλʼ ἀπογνόντες ἅπανθʼ αὑτοὺς ἐγχειρίσαιεν. λέγε δʼ αὐτοῖς αὐτὰς τὰς ἐπιστολὰς τὰς τοῦ Φιλίππου. ΕΠΙΣΤΟΛΑΙ.
もっとも、ピリッポスも皆さんに出兵を促す二通の書簡を送りましたが、それは皆さんが実際に出撃するためではありませんでした。とんでもない!なぜなら、皆さんが出撃できたはずの時期をすっかり奪い去っておきながら、その時に限って呼びかけるはずなどないからです。また、私が当地へ船で帰還しようとした時に引き留めるはずもなく、皆さんが決して出撃しなくなるような言葉をこの男に命じて語らせるはずもなかったのです。そうではなく、彼が皆さんの望みどおりに行動してくれると思い込ませて、皆さんが彼に敵対する決議を何一つ可決しないようにし、ポーキス人が皆さんからの期待を頼りに抵抗したり持ちこたえたりせず、すべてを諦めて自らを彼に委ねるようにするためだったのです。彼らのために、ピリッポスの書簡そのものを読み上げてください。 書簡。
- 44ἀκούων τοίνυν ἐγὼ τηλικαῦτα καὶ τοιαῦτʼ ἐπαγγελλομένου τούτου, καὶ ἀκριβῶς εἰδὼς ὅτι ψεύδεται, —καὶ ὅθεν, φράσω πρὸς ὑμᾶς... —ἐκ τούτων οὖν τεκμαιρόμενος
文頭の分詞構文 ἀκούων ... καὶ ἀκριβῶς εἰδὼς に続いてダッシュ内でその根拠(καὶ ὅθεν, φράσω πρὸς ὑμᾶς...)が長大に挿入されたため、主節へ進む直前に ἐκ τούτων οὖν τεκμαιρόμενος(「したがって、これらから推測して」)という分詞句によって全体の構文が再開(resumption)されている。主動詞は後続の ἐπειρώμην である。
- 45καὶ ὅπως γʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ... ἄν τι τούτων γίγνηται, τούτους ἐπαινέσεσθε... καὶ μέντοι κἄν τι τῶν ἐναντίων, ὅπως τούτοις ὀργιεῖσθε
ὅπως +未来直説法(ἐπαινέσεσθε, ὀργιεῖσθε)の形式で、主動詞を伴わずに独立した強い要請・命令(「〜するようにせよ」)を表す慣用構文。直後のアイスキネスの発言 ἀλλʼ ὅπως τότε μὴ προσποιήσει も同様に ὅπως μή +未来直説法による強い禁止・警戒の表現である。
- 47οὐδὲν ἄλλο φανήσονται πλὴν παραδόντες
οὐδὲν ἄλλο ... πλὴν +分詞で「〜したにほかならない」という意味を成す慣用構文。動詞 φανήσονται(「〜であることが明らかになるだろう」)の主語(決議を立案した彼ら)と一致する主格複数分詞 παραδόντες が補足語として結びついている。
- 50εὐφημότατʼ ἀνθρώπων τούτοις παραδοῦναι γέγραφεν τὸ ἱερὸν γράψας τοῖς Ἀμφικτύοσιν παραδοῦναι
εὐφημότατʼ ἀνθρώπων は最上級中性複数副詞+部分属格で「人間の中で最も耳触りの良い言葉で」の意。文の骨格は「『アンピクテュオン評議会に引き渡す』(τοῖς Ἀμφικτύοσιν παραδοῦναι)と書く(γράψας)ことによって、実際にはこれら(テーバイ人・テッサリア人)に引き渡す(τούτοις παραδοῦναι)よう起草した(γέγραφεν)」という二重の動詞表現(γέγραφεν と分詞 γράψας)の対比によって言葉と実態の乖離を突く構造である。
