← デモステネス

第十九弁論 使節職務不履行について

§30-36

評議会の不信と民会での予備決議の隠蔽

デモステネスは、当時の評議会が使節団を称賛も迎賓館招待もしなかったという前代未聞の事実を示し、自身こそが当初からの告発者であったと論じる。さらに、民会で予備決議が隠蔽され、アイスキネスの虚偽の演説とピリッポスの書簡によって民衆が欺かれた経緯を暴く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§30

οὐ γὰρ εἰ φαύλοις χρῆσθʼ ὑμεῖς εἰς τὰ κοινὰ πολλάκις ἀνθρώποις, καὶ τὰ πράγματʼ ἐστὶ φαῦλα1 ὧν ἡ πόλις ἀξιοῦται παρὰ τοῖς ἄλλοις, οὐδὲ πολλοῦ δεῖ. εἶτα καὶ Φωκέας ἀπολώλεκεν μέν, οἶμαι, Φίλιππος, συνηγωνίσαντο δʼ οὗτοι· τοῦτο δὴ δεῖ σκοπεῖν καὶ ὁρᾶν, εἰ ὅσα τῆς Φωκέων σωτηρίας ἐπὶ τὴν πρεσβείαν ἧκε, ταῦθʼ ἅπαντʼ ἀπώλεσαν οὗτοι καὶ διέφθειραν ἑκόντες, οὐχ ὡς ὅδε Φωκέας ἀπώλεσεν καθʼ ἑαυτόν. πόθεν;

というのも、皆さんがしばしば公務につまらない人間を用いているからといって、国家が他国から値すると見なされている事柄までがつまらないわけではなく、決してそのようなことはないからです。それにまた、ポーキス人を滅ぼしたのはピリッポスであると私は思いますが、この者たちが彼に加担したのです。それゆえ、ポーキス人の救済に関して使節団の手に委ねられていた事柄のすべてを、この者たちが故意に破滅させ台無しにしたのかどうかを考察し見極めるべきであって、この男が単独でポーキス人を滅ぼしたなどと考えるべきではありません。どうしてそんなことがありえましょう。

§31

δὸς δέ μοι τὸ προβούλευμα, ὃ πρὸς τὴν ἐμὴν ἀπαγγελίαν ἐψηφίσαθʼ ἡ βουλή, καὶ τὴν μαρτυρίαν τὴν τοῦ γράψαντος αὐτὸ τότε, ἵνʼ εἰδῆθʼ ὅτι ἐγὼ μὲν οὐ τότε σιγήσας νῦν ἀφίσταμαι τῶν πεπραγμένων, ἀλλʼ εὐθὺς κατηγόρουν καὶ προεώρων τὰ μέλλοντα, ἡ βουλὴ δέ, ἡ μὴ κωλυθεῖσʼ ἀκοῦσαι τἀληθῆ παρʼ ἐμοῦ, οὔτʼ ἐπῄνεσε τούτους οὔτʼ εἰς τὸ πρυτανεῖον ἠξίωσεν καλέσαι. καίτοι τοῦτʼ, ἀφʼ οὗ γέγονεν ἡ πόλις, οὐδεὶς πώποτέ φησι παθεῖν οὐδένας πρέσβεις, οὐδὲ Τιμαγόραν, οὗ θάνατον κατεχειροτόνησεν ὁ δῆμος.

私の報告に対して評議会が可決した予備決議と、当時それを起草した者の証言を私に渡してください。私が当時沈黙しておいて今になって事の始末から身を引いているのではなく、ただちに告発し将来の事態を予見していたこと、そして私から真実を聞くことを妨げられなかった評議会が、この者たちを賞賛することも、迎賓館に招く価値ありと認めることもしなかったのを皆さんが知るためです。もっとも、国家が成立して以来、いかなる使節団もかつてこの仕打ちを受けたとは誰も言いません。民衆が死刑を可決したティマゴラスでさえ受けなかったのです。

§32

ἀλλʼ οὗτοι πεπόνθασιν. λέγε δʼ αὐτοῖς πρῶτον τὴν μαρτυρίαν, εἶτα τὸ προβούλευμα. ΜΑΡΤΥΡΙΑ. ΠΡΟΒΟΥΛΕΥΜΑ. ἐνταῦθʼ οὔτʼ ἔπαινος οὔτε κλῆσις εἰς τὸ πρυτανεῖόν ἐστι τῶν πρέσβεων ὑπὸ τῆς βουλῆς. εἰ δέ φησιν οὗτος, δειξάτω καὶ παρασχέσθω, κἀγὼ καταβαίνω. ἀλλʼ οὐκ ἔστιν. εἰ μὲν τοίνυν ταὐτὰ πάντες ἐπρεσβεύομεν, δικαίως οὐδένʼ ἐπῄνεσεν ἡ βουλή· δεινὰ γὰρ τὰ πεπραγμένα πᾶσιν· εἰ δʼ οἱ μὲν τὰ δίκαιʼ ἔπραττον ἡμῶν, οἱ δὲ τἀναντία, διὰ τοὺς πεπονηρευμένους, ὡς ἔοικε, τοῖς ἐπιεικέσι συμβεβηκὸς ἂν εἴη ταύτης τῆς ἀτιμίας μετεσχηκέναι.

しかし、この者たちはそれを受けたのです。彼らにまず証言を、次に予備決議を読み上げてください。 証言。予備決議。 ここには評議会による使節たちへの称賛も、迎賓館への招待もありません。もしこの男がそうではないと言うなら、それを示し提示してみせよ、そうすれば私は演壇を降ります。しかし、そのようなものはありません。そうであるなら、もし私たち全員が同じ方針で使節を務めていたのであれば、評議会が誰一人賞賛しなかったのは当然です。なぜなら全員の行ったことがひどいからです。しかし、私たちの一部が正しい事を行い、一部がその逆を行っていたとすれば、悪行を働いた者たちのせいで、どうやら善良な者たちまでがこの不名誉を分かち合う事態になったということになりましょう。

§33

πῶς οὖν ῥᾳδίως πάντες εἴσεσθε τίς ποτʼ ἔσθʼ ὁ πονηρός; ἀναμνήσθητε παρʼ ὑμῖν αὐτοῖς τίς ἐσθʼ ὁ κατηγορῶν τῶν πεπραγμένων ἐξ ἀρχῆς. δῆλον γὰρ ὅτι τῷ μὲν ἠδικηκότι σιγᾶν ἐξήρκει καὶ διακρουσαμένῳ τὸν παρόντα χρόνον μηκέτʼ εἰς λόγον περὶ τῶν πεπραγμένων αὑτὸν καθιστάναι, τῷ δὲ μηδὲν ἑαυτῷ συνειδότι δεινὸν εἰσῄει, εἰ πονηρῶν ἔργων δόξει κοινωνεῖν τῷ σιωπῆσαι. εἰμὶ τοίνυν ὁ κατηγορῶν ἐξ ἀρχῆς ἐγὼ τούτων, τούτων δʼ οὐδεὶς ἐμοῦ.

では、いったい誰が悪人であるかを、どのようにして皆さんは容易に知ることができるでしょうか。当初から為された事柄を告発していたのが誰であったかを、皆さんご自身の心の中で思い出してください。というのも、不正を働いた者にとっては沈黙を守り、当座の時間をやり過ごして、自らの為した事柄について二度と説明を求められる立場に立たないことで十分であったのに対し、自らの良心に何の後ろめたさもない者にとっては、沈黙することによって悪事に加担したと思われるのではないかという恐れが生じるのが当然だからです。現に、最初から彼らを告発していたのは私であり、彼らのうち誰も私を告発しなかったのです。

§34

ἡ μὲν τοίνυν βουλὴ ταῦτα προὐβεβουλεύκει, τῆς δʼ ἐκκλησίας γιγνομένης καὶ τοῦ Φιλίππου παρόντος ἐν Πύλαις ἤδη—ἦν γὰρ τοῦτο πρῶτον ἁπάντων τῶν ἀδικημάτων, τὸ τὸν Φίλιππον ἐπιστῆσαι τοῖς πράγμασι τούτοις καὶ δέον ὑμᾶς ἀκοῦσαι περὶ τῶν πραγμάτων, εἶτα βουλεύσασθαι, μετὰ ταῦτα δὲ πράττειν ὅ τι δόξαι, ἅμʼ ἀκούειν κἀκεῖνον παρεῖναι2 καὶ μηδʼ ὅ τι χρὴ ποιεῖν ῥᾴδιον εἰπεῖν εἶναι. πρὸς δὲ τούτοις τοῦτο μὲν οὐδεὶς ἀνέγνω τῷ δήμῳ τὸ προβούλευμα, οὐδʼ ἤκουσεν ὁ δῆμος, ἀναστὰς δʼ οὗτος ἐδημηγόρει ταῦθʼ ἃ διεξῆλθον ἄρτι πρὸς ὑμᾶς ἐγώ, τὰ πολλὰ καὶ μεγάλʼ ἀγαθά, ἃ πεπεικὼς ἔφη τὸν Φίλιππον ἥκειν καὶ διὰ τοῦτο χρήμαθʼ ἑαυτῷ τοὺς Θηβαίους ἐπικεκηρυχέναι. ὥσθʼ ὑμᾶς, ἐκπεπληγμένους τῇ παρουσίᾳ τὸ πρῶτον τῇ τοῦ Φιλίππου καὶ τούτοις ὀργιζομένους ἐπὶ τῷ μὴ προηγγελκέναι, πραοτέρους γενέσθαι τινός, πάνθʼ ὅσʼ ἐβούλεσθʼ ὑμῖν ἔσεσθαι προσδοκήσαντας, καὶ μηδὲ φωνὴν ἐθέλειν ἀκούειν ἐμοῦ μηδʼ ἄλλου μηδενός.

さて、評議会はこのように予備決議を行っていましたが、民会が開かれ、ピリッポスがすでにテルモピュライに滞在していた時――というのも、あらゆる不正の中で最初のものは、ピリッポスをこれらの事態に臨ませておきながら、本来なら皆さんが事態について聞き、次いで熟議し、その後に決定されたことを実行すべきであったのに、報告を聞くのと同時に彼が居合わせ、何をすべきか言うことさえ容易でない状態にしたことだったのです――、これらに加えて、この予備決議を民衆に対して読み上げる者は誰もおらず、民衆も耳にしなかった一方で、この男が立ち上がり、私が先ほど皆さんに詳しく申し上げたあの数々の演説、すなわち、それらについて自分がピリッポスを説得して戻ってきたのであり、このためにテーバイ人が自分に懸賞金をかけたと彼が主張した、数々の大きな善き事柄を演説したのです。その結果、ピリッポスの到来に最初は仰天し、事前に報告しなかったことでこの者たちに怒っていた皆さんは、多少とも怒りを鎮め、望んでいたすべてが自分たちのものになると期待して、私の声も他の誰の声も聞こうとしなくなってしまったのです。

§36

καὶ μετὰ ταῦτʼ ἀνεγιγνώσκεθʼ ἡ ἐπιστολὴ ἡ παρὰ τοῦ Φιλίππου, ἣν οὗτος ἔγραψʼ ἀπολειφθεὶς ἡμῶν, ἄντικρυς οὕτως καὶ διαρρήδην ἀπολογία γεγραμμένη τῶν τούτοις ἡμαρτημένων. καὶ γὰρ ὡς αὐτὸς κατεκώλυσεν αὐτοὺς βουλομένους ἐπὶ τὰς πόλεις ἰέναι καὶ τοὺς ὅρκους ἀπολαμβάνειν, ἔνεστι, καὶ ὡς, ἵνα συνδιαλλάττωσιν αὐτῷ τοὺς Ἁλέας πρὸς τοὺς Φαρσαλίους, κατέσχεν αὐτούς· καὶ πάντʼ ἀναδεχόμενος καὶ εἰς αὑτὸν ποιούμενος τὰ τούτων ἁμαρτήματʼ ἐστίν.3

そしてその後、この男が私たちから離れていた時に書いた、ピリッポスからの書簡が読み上げられましたが、それは率直に、かつ明示的に、この者たちの犯した過失に対する弁明として書かれたものでした。実際その中には、使節たちが諸都市へ赴き誓いを受け取ろうと望んでいたのを彼自身が引き留めたことや、ハロス人をパルサロス人と和解させるのを手伝わせるために彼らを押し留めたということが記されており、彼がこの者たちの過失をすべて引き受け、自らの責に帰しているのです。

構文注3 件
  1. 30οὐ γὰρ εἰ φαύλοις χρῆσθʼ ὑμεῖς εἰς τὰ κοινὰ πολλάκις ἀνθρώποις, καὶ τὰ πράγματʼ ἐστὶ φαῦλα

    οὐ γὰρ εἰ... καί... は「〜だからといって、…というわけではない」を表す構文。主節の否定辞 οὐ が文頭の理由節全体から帰結に至る関係を否定し、さらに文末の οὐδὲ πολλοῦ δεῖ(決してそうではない)によって強調されている。καί は帰結節で「〜までもが」と添加のニュアンスを担う。

  2. 34καὶ δέον ὑμᾶς ἀκοῦσαι περὶ τῶν πραγμάτων, εἶτα βουλεύσασθαι, μετὰ ταῦτα δὲ πράττειν ὅ τι δόξαι, ἅμʼ ἀκούειν κἀκεῖνον παρεῖναι

    δέον は非人称動詞 δεῖ の絶対対格(譲歩・対比「〜すべきであったのに」)。これに不定詞句 ἀκοῦσαι... βουλεύσασθαι... πράττειν が従い、本来あるべき手順(順次進行)が示される。一方、それに続く ἅμʼ ἀκούειν κἀκεῖνον παρεῖναι(聞くのと同時に彼が来訪している)が実際の異常な事態として対比されている。

  3. 36καὶ πάντʼ ἀναδεχόμενος καὶ εἰς αὑτὸν ποιούμενος τὰ τούτων ἁμαρτήματʼ ἐστίν

    繋辞 ἐστίν と2つの現在分詞 ἀναδεχόμενος および ποιούμενος からなる迂言法(periphrasis)。単なる能動態現在動詞よりも、書簡全体を通じてピリッポスが一貫して過失を引き受け続けているという状態・性格付けを際立たせている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0014.tlg019.humanitext-grc2:30-36