- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:63.1-63.7
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
カエサルの暗殺を予告する様々な天変地異や不吉な前兆、占い師による三月のイードゥースの警告、前夜の会食でのカエサルの発言、そして妻カルプルニアの不吉な夢と、それらを受けたカエサルの逡巡が描かれる。
ἀλλʼ ἔοικεν οὐχ οὕτως ἀπροσδόκητον ὡς ἀφύλακτον εἶναι τὸ πεπρωμένον, ἐπεὶ καὶ σημεῖα θαυμαστὰ καὶ φάσματα φανῆναι λέγουσι. σέλα μὲν οὖν οὐράνια καὶ κτύπους νύκτωρ πολλαχοῦ διαφερομένους καὶ καταίροντας εἰς ἀγορὰν ἐρήμους ὄρνιθας οὐκ ἄξιον ἴσως ἐπὶ πάθει τηλικούτῳ μνημονεῦσαι·
しかし運命とは、予期し得ないというよりはむしろ防ぎ得ないものであるらしい。というのも、驚くべき凶兆や幻影が現れたと人々は語っているからである。天の閃光や、夜間にあちこちへ響き渡る物音、孤独な鳥たちが広場へと降り立ったことなどは、おそらくこれほどの大事件においては言及するに値しないであろう。
Στράβων δὲ ὁ φιλόσοφος ἱστορεῖ πολλοὺς μὲν ἀνθρώπους διαπύρους ἐπιφερομένους φανῆναι, στρατιώτου δὲ ἀνδρὸς οἰκέτην ἐκ τῆς χειρὸς ἐκβαλεῖν πολλὴν φλόγα καὶ δοκεῖν καίεσθαι τοῖς ὁρῶσιν, ὡς δὲ ἐπαύσατο, μηδὲν ἔχειν κακὸν τὸν ἄνθρωπον· αὐτῷ δὲ Καίσαρι θύοντι τὴν καρδίαν ἀφανῆ γενέσθαι τοῦ ἱερείου καὶ δεινὸν εἶναι τὸ τέρας; οὐ γὰρ ἂν φύσει γε συστῆναι ζῷον ἀκάρδιον.
しかし哲学者ストラボンが記録するところでは、火に包まれて飛び交う多くの人々が現れ、またある兵士の奴隷がその手から激しい炎を放ち、見る者たちには燃えているように思われたが、火が収まるとその男には何の害もなかったという。さらにカエサル自身が生贄を捧げた際、犠牲獣の心臓が見当たらず、不吉な奇異とされた。なぜなら、心臓のない動物が自然に成立することなどあり得ないからである。
ἔστι δὲ καὶ ταῦτα πολλῶν ἀκοῦσαι διεξιόντων, ὥς τις αὐτῷ μάντις ἡμέρᾳ Μαρτίου μηνὸς, ἣν Εἰδοὺς Ῥωμαῖοι καλοῦσι, προείποι μέγαν φυλάττεσθαι κίνδυνον1 ἐλθούσης δὲ τῆς ἡμέρας προϊὼν ὁ Καῖσαρ εἰς τὴν σύγκλητον ἀσπασάμενος προσπαίξειε τῷ μάντει φάμενος αἱ μὲν δὴ Μάρτιαι Εἰδοὶ πάρεισιν ὁ δὲ ἡσυχῇ πρὸς αὐτόν εἴποι ναί πάρεισιν, ἀλλʼ οὐ παρεληλύθασι. πρὸ μιᾶς δὲ ἡμέρας Μάρκου Λεπίδου δειπνίζοντος αὐτόν ἔτυχε μὲν ἐπιστολαῖς ὑπογράφων, ὥσπερ εἰώθει, κατακείμενος ἐμπεσόντος δὲ λόγου ποῖος ἄρα τῶν θανάτων ἄριστος, ἅπαντας φθάσας ἐξεβόησεν2 ὁ ἀπροσδόκητος.
また、多くの人々が語る次のような話を聞くこともできる。ある占い師がカエサルに対し、ローマ人が「イードゥース」と呼ぶ三月の日に大いなる危険を用心するよう予言していたが、その日がやって来て、元老院へと進み出るカエサルは、挨拶を交わした占い師をからかってこう言った。 「三月のイードゥースは既に来たぞ」すると占い師は静かに彼に言った。 「確かに参りました。しかし、まだ過ぎ去ってはおりません」また、その前日にマルクス・レピドゥスが彼をもてなした際、カエサルはいつものように横たわりながら書簡に署名していたが、いったいどのような死が最善であるかという話題が出たとき、誰よりも先に大声で叫んだ。
μετὰ ταῦτα κοιμώμενος, ὥσπερ εἰώθει, παρὰ τῇ γυναικί, πασῶν ἅμα τῶν θυρῶν τοῦ δωματίου καὶ τῶν θυρίδων ἀναπεταννυμένων, διαταραχθεὶς ἅμα τῷ κτύπῳ καὶ τῷ φωτὶ καταλαμπούσης τῆς σελήνης, ᾔσθετο τὴν Καλπουρνίαν βαθέως μὲν καθεύδουσαν, ἀσαφεῖς δὲ φωνὰς καὶ στεναγμοὺς ἀνάρθρους ἀναπέμπουσαν ἐκ τῶν ὕπνων ἐδόκει δὲ ἄρα κλαίειν ἐκεῖνον ἐπὶ ταῖς ἀγκάλαις ἔχουσα κατεσφαγμένον.
「予期せぬ死だ」この後、いつものように妻の傍らで眠っていたところ、寝室のすべての扉と窓が一斉に勢いよく開け放たれ、物音と月が照らす光に驚いて目を覚ますと、カルプルニアが深く眠りながらも、眠りの中で不明瞭な声と言葉にならないうめき声を漏らしているのに気づいた。彼女は、彼が無残に刺殺された姿を腕に抱いて泣いている夢を見ていたようであった。
οἱ δὲ οὔ φασι τῇ γυναικὶ ταύτην γενέσθαι τὴν ὄψιν ἀλλὰ ἦν γάρ τι τῇ Καίσαρος οἰκίᾳ προσκείμενον οἷόν ἐπὶ κόσμῳ καὶ σεμνότητι τῆς βουλῆς ψηφισαμένης ἀκρωτήριον, ὡς Λίβιος ἱστορεῖ, τοῦτο ὄναρ ἡ Καλπουρνία θεασαμένη καταρρηγνύμενον ἔδοξε ποτνιᾶσθαι καὶ δακρύειν.3 ἡμέρας δʼ οὖν γενομένης ἐδεῖτο τοῦ Καίσαρος, εἰ μὲν οἷόν τε, μὴ προελθεῖν, Ἀλλʼ ἀναβαλέσθαι τὴν σύγκλητον εἰ δὲ τῶν ἐκείνης ὀνείρων ἐλάχιστα φροντίζει, σκέψασθαι διὰ μαντικῆς ἄλλης καὶ ἱερῶν περὶ τοῦ μέλλοντος.
しかし、妻が見た幻影はこれではないと言う人々もいる。リウィウスが記録するように、元老院の決議によってカエサルの邸宅に飾りと荘厳さのために取り付けられていた破風飾りがあったのだが、カルプルニアが夢の中でこれが崩れ落ちるのを見て嘆き悲しみ、涙を流したように思われたというのである。いずれにせよ夜が明けると、彼女はカエサルに、もし可能であるなら外出せず、元老院の召集を延期してほしいと懇願し、もし自分の夢を顧みないとしても、別の占いと生贄によって未来のことを確かめてほしいと願った。
εἶχε δέ τις, ὡς ἔοικε, κἀκεῖνον ὑποψία καὶ φόβος, οὐδένα γὰρ γυναικισμὸν ἐν δεισιδαιμονίᾳ πρότερον κατεγνώκει τῆς Καλπουρνίας, τότε δὲ ἑώρα περιπαθοῦσαν, ὡς δὲ καὶ πολλὰ καταθύσαντες οἱ μάντεις ἔφρασαν αὐτῷ δυσιερεῖν, ἔγνω πέμψας Ἀντώνιον ἀφεῖναι τὴν σύγκλητον,
どうやら彼自身にもある種の疑念と恐れが生じたようであった。というのも、以前にはカルプルニアに迷信に惑わされるような女らしい弱さを見出したことなどなかったのに、今や彼女が激しく取り乱しているのを見たからであり、また占い師たちも多くの生贄を屠った末に不吉な結果が出たと彼に告げたため、彼はアントニウスを派遣して元老院を散会させようと決心した。
- 63.3ὥς τις αὐτῷ μάντις ἡμέρᾳ Μαρτίου μηνὸς, ἣν Εἰδοὺς Ῥωμαῖοι καλοῦσι, προείποι μέγαν φυλάττεσθαι κίνδυνον
間接話法を導く接続詞 ὡς のもとで、主節の動詞 ἔστι... ἀκοῦσαι(過去の伝聞を導く)に従属して希求法 προείποι(および後続の προσπαίξειε, εἴποι)が用いられている(伝達の希求法/optativus obliquus)。語り手自身が事実として断定するのではなく、巷間に伝わる伝承・伝聞の内容であることを文法的に示している。
- 63.4ἅπαντας φθάσας ἐξεβόησεν
動詞 φθάνω の分詞 φθάσας が対格 ἅπαντας を伴い、主動詞 ἐξεβόησεν と結びついている構文。「他の全員を出し抜いて/誰よりも先に叫んだ」を意味する。古典ギリシア語における φθάνω + 分詞(または分詞+主動詞)の慣用表現で、動作の先回り・先行を表す。
- 63.6ἀλλὰ ἦν γάρ τι τῇ Καίσαρος οἰκίᾳ προσκείμενον οἷόν ἐπὶ κόσμῳ καὶ σεμνότητι τῆς βουλῆς ψηφισαμένης ἀκρωτήριον, ὡς Λίβιος ἱστορεῖ, τοῦτο ὄναρ ἡ Καλπουρνία θεασαμένη καταρρηγνύμενον ἔδοξε ποτνιᾶσθαι καὶ δακρύειν.
ἀλλά の直後に ἦν γάρ... という挿入的な説明節(カエサルの邸宅に破風飾りがあったこと)が挟まり、その後に τοῦτο が θεασαμένη の目的語として置かれて文が再開する一種の破格構文(anacoluthon)ないし挿入構文である。主節の骨格は ἡ Καλπουρνία θεασαμένη... ἔδοξε ποτνιᾶσθαι καὶ δακρύειν(カルプルニアは〜を見て、嘆き涙を流しているように思われた)である。
