- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:62.1-62.5
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
民衆や変革を望む者たちはカエサルに重用されていたブルートゥスに期待を寄せ、密かに彼を奮起させようとする。一方、カッスィウスも彼を扇動し、カエサルは青白いカッスィウスやブルートゥスに対して警戒を抱いていた。
οὕτω δὴ τρέπονται πρὸς Μᾶρκον Βροῦτον οἱ πολλοί, γένος μὲν ἐκεῖθεν εἶναι δοκοῦντα πρὸς πατέρων, καὶ τὸ πρὸς μητρὸς δὲ ἀπὸ Σερουιλίων, οἰκίας ἑτέρας ἐπιφανοῦς, γαμβρὸν δὲ καί ἀδελφιδοῦν Κάτωνος. τοῦτον ἐξ ἑαυτοῦ μὲν ὁρμῆσαι πρὸς κατάλυσιν τῆς μοναρχίας ἤμβλυνον αἱ παρὰ Καίσαρος τιμαὶ καὶ χάριτες.1
こうして多くの人々はマルクス・ブルートゥスへと目を向けた。彼は父方からはかのブルートゥスの血統を引くと考えられており、母方からも別の名門であるセルウィリウス家の出であって、カトーの娘婿にして甥でもあった。彼が自ら君主制の打倒へと立ち上がるのを、カエサルからの名誉と恩恵が鈍らせていた。
οὐ γὰρ μόνον ἐσώθη περὶ Φάρσαλον ἀπὸ τῆς Πομπηΐου φυγῆς, οὐδὲ πολλοὺς τῶν ἐπιτηδείων ἔσωσεν ἐξαιτησάμενος, ἀλλὰ καὶ πίστιν εἶχε μεγάλην παρʼ αὐτῷ. καὶ στρατηγίαν μὲν ἐν τοῖς τότε τὴν ἐπιφανεστάτην ἔλαβεν, ὑπατεύειν δὲ ἔμελλεν εἰς τέταρτον ἔτος, ἐρίσαντος Κασσίου προτιμηθείς· λέγεται γὰρ ὁ Καῖσαρ εἰπεῖν ὡς δικαιότερα μὲν λέγοι Κάσσιος, αὐτὸς μέντοι Βροῦτον οὐκ ἂν παρέλθοι.
というのも、彼はファルサロスでポンペイウスの敗走の後に救われただけでなく、多くの友人を赦免の嘆願によって救っただけでなく、カエサルのもとで絶大な信任を得ていたからである。そして当時、最も名誉ある法務官職を得て、四年目には執政官に就く予定であり、競い合ったカッスィウスを差し置いて選ばれていた。カエサルは、カッスィウスのほうがより正当な申し立てをしているが、自分としてはブルートゥスを素通りすることはできない、と言ったと伝えられる。
καί ποτε καί διαβαλλόντων τινῶν τὸν ἄνδρα, πραττομένης ἤδη τῆς συνωμοσίας, οὐ προσέσχεν, ἀλλὰ τοῦ σώματος τῇ χειρὶ θιγὼν ἔφη πρὸς τοὺς διαβάλλοντας Ἀναμενεῖ τοῦτο τὸ δέρμα Βροῦτος, ὡς ἄξιον μὲν ὄντα τῆς ἀρχῆς διʼ ἀρετήν, διὰ δὲ τὴν ἀρχὴν οὐκ ἂν ἀχάριστον καί πονηρὸν γενόμενον.2
またあるとき、すでに陰謀が企てられていた折に、ある者たちがこの男を讒言した際にも耳を貸さず、自分の体に手で触れながら讒言者たちに向かって言った、「ブルートゥスはこの皮を待つであろう」と。これは、彼が徳のゆえに支配に値する人物であるが、支配権のために恩知らずで邪悪な者にはならないだろう、と考えてのことである。
οἱ δὲ τῆς μεταβολῆς ἐφιέμενοι καί πρὸς μόνον ἐκεῖνον ἢ πρῶτον ἀποβλέποντες αὐτῷ μὲν οὐκ ἐτόλμων διαλέγεσθαι, νύκτωρ δὲ κατεπίμπλασαν γραμμάτων τὸ βῆμα καὶ τὸν δίφρον ἐφʼ οὗ στρατηγῶν ἐχρημάτιζεν ὧν ἦν τὰ πολλὰ τοιαῦτα· καθεύδεις, ὦ Βροῦτε, καὶ οὐκ εἶ Βροῦτος. ὑφʼ ὧν ὁ Κάσσιος αἰσθόμενος διακινούμενον ἡσυχῇ τὸ φιλότιμον αὐτοῦ, μᾶλλον ἢ πρότερον ἐνέκειτο καί παρώξυνεν, αὐτὸς ἰδίᾳ τι καί μίσους ἔχων πρὸς τὸν Καίσαρα διʼ αἰτίας ἃς ἐν τοῖς περὶ Βρούτου γεγραμμένοις δεδηλώκαμεν.
しかし、変革を望み、彼一人だけを、あるいは彼を第一に見据える者たちは、彼自身と語り合う勇気はなく、夜間に彼が法務官として政務を執っていた演壇や椅子を文書で埋め尽くした。その多くは次のようなものであった。 「眠っているのか、ブルートゥスよ」また、「お前はブルートゥスではない」と。これらによってカッスィウスは、彼の名誉心がひそかに揺り動かされているのに気づき、以前にも増して熱心に迫り、彼を焚きつけた。カッスィウス自身も私的にカエサルへの憎しみを抱いていたが、その理由はブルートゥスについての伝記で明らかにしたとおりである。
εἶχε μέντοι καί διʼ ὑποψίας ὁ Καῖσαρ αὐτὸν, ὥστε καί πρὸς τοὺς φίλους εἰπεῖν ποτε· τί φαίνεται βουλόμενος ὑμῖν Κάσσιος; ἐμοὶ μὲν γὰρ οὐ λίαν ἀρέσκει λίαν ὠχρὸς ὤν. πάλιν δὲ λέγεται, περὶ Ἀντωνίου καί Δολοβέλλα διαβολῆς πρὸς αὐτὸν, ὡς νεωτερίζοιεν, ἐλθούσης, οὐ πάνυ, φάναι, τούτους δέδοικα τοὺς παχεῖς καί κομήτας, μᾶλλον δὲ τοὺς ὠχροὺς καί λεπτοὺς ἐκείνους Κάσσιον λέγων καί Βροῦτον.
もっとも、カエサルも彼を疑いの目で見ており、かつて友人たちに向かってこう言ったほどであった。 「お前たちにはカッスィウスが何を望んでいるように見えるか。私には、あまりに青白い彼がどうも気に入らないのだが」また伝えられるところでは、アントニウスとドラベッラについて、彼らが変革を企てているという讒言が届いた際、「決して」と彼は言った、「私はこの太って髪を伸ばした者たちを恐れているのではなく、むしろあの青白く痩せこけた者たちを恐れているのだ」と。カッスィウスとブルートゥスを指して言ったのである。
- 62.1τοῦτον ἐξ ἑαυτοῦ μὲν ὁρμῆσαι πρὸς κατάλυσιν τῆς μοναρχίας ἤμβλυνον αἱ παρὰ Καίσαρος τιμαὶ καὶ χάριτες
主語は文末の αἱ παρὰ Καίσαρος τιμαὶ καὶ χάριτες(カエサルからの名誉と恩恵)、主動詞は ἤμβλυνον(鈍らせていた)、目的語は τοῦτον(彼=ブルートゥス)。不定詞句 ἐξ ἑαυτοῦ μὲν ὁρμῆσαι πρὸς κατάλυσιν τῆς μοναρχίας は、鈍化・妨害を表す動詞 ἤμβλυνον に伴い「彼が自発的に〜へと奮起・行動を起こすこと」という補足的結果・目的の不定詞として機能している。
- 62.3ὡς ἄξιον μὲν ὄντα τῆς ἀρχῆς διʼ ἀρετήν, διὰ δὲ τὴν ἀρχὴν οὐκ ἂν ἀχάριστον καί πονηρὸν γενόμενον
ὡς に導かれる対格分詞句(ἄξιον ὄντα および οὐκ ἂν ... γενόμενον)。直前のカエサルの発言「ブルートゥスはこの皮を待つであろう」についての話者(カエサル)の意図・確信を説明している。被修飾語は対格の Βροῦτον(先行する文脈の τὸν ἄνδρα / Βροῦτος)。後者の οὐκ ἂν ... γενόμενον は ἄν + 分詞による潜在・非事実の表現で、「支配権のためであっても恩知らずで邪悪な者にはならないであろう」という確信を表す。
