← プルタルコス

カエサル伝

§64.1-64.4

デキムス・ブルートゥスの説得とカエサルの出発

暗殺計画の露見を恐れたデキムス・ブルートゥスがカエサルの躊躇を非難し、元老院へ出席するよう説得して外へ連れ出す。途中で重大な密告を持った見知らぬ奴隷が面会を阻まれ、邸内でカルプルニアに保護を求める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§64.1

ἐν δὲ τούτῳ Δέκιμος Βροῦτος ἐπίκλησιν Ἀλβῖνος, πιστευόμενος μὲν ὑπὸ Καίσαρος, ὥστε καὶ δεύτερος ὑπʼ αὐτοῦ κληρονόμος γεγράφθαι, τοῖς δὲ περὶ Βροῦτον τὸν ἕτερον καὶ Κάσσιον μετέχων τῆς συνωμοσίας, φοβηθεὶς μὴ τὴν ἡμέραν ἐκείνην διακρουσαμένου τοῦ Καίσαρος ἔκπυστος ἡ πρᾶξις γένηται, τούς τε μάντεις ἐχλεύαζε καὶ καθήπτετο τοῦ Καίσαρος, ὡς αἰτίας καὶ διαβολὰς ἑαυτῷ κτωμένου1 πρὸς τὴν σύγκλητον ἐντρυφᾶσθαι δοκοῦσαν ἥκειν μὲν γὰρ αὐτὴν κελεύσαντος ἐκείνου, καὶ προθύμους εἶναι ψηφίζεσθαι πάντας ὅπως τῶν ἐκτὸς Ἰταλίας ἐπαρχιῶν βασιλεὺς ἀναγορεύοιτο καὶ φοροίη διάδημα τὴν ἄλλην ἐπιὼν γῆν καὶ θάλασσαν·

その間に、カエサルから信任され、彼によって第二の相続人にさえ指定されていながら、もう一人のブルートゥスやカッシウスらの陰謀に加わっていたデキムス・ブルートゥス(別名アルビヌス)が、もしカエサルがその日をやり過ごしてしまえば企てが露見してしまうのではないかと恐れ、占い師たちをあざ笑い、カエサルを非難した。愚弄されていると見なされる元老院に対して、自ら非難と中傷を招いているというのである。というのも、元老院はカエサル自身の招集命令によって参集したのであり、イタリア国外の属州の王と宣言し、残りの領土と海を巡幸する際には王冠を戴くことを認めようと、皆が熱心に可決しようとしているからだというのであった。

§64.3

εἰ δὲ φράσει τις αὐτοῖς καθεζομένοις νῦν μὲν ἀπαλλάττεσθαι, παρεῖναι δὲ αὖθις ὅταν ἐντύχῃ βελτίοσιν ὀνείροις Καλπουρνία, τίνας ἔσεσθαι λόγους παρὰ τῶν φθονούντων; ἢ τίνα τῶν φίλων ἀνέξεσθαι διδασκόντων2 ὡς οὐχὶ δουλεία ταῦτα καὶ τυραννίς ἐστιν; ἀλλʼ εἰ δοκεῖ πάντως, ἔφη, τὴν ἡμέραν ἀφοσιώσασθαι, βέλτιον αὐτὸν παρελθόντα καὶ προσαγορεύσαντα τὴν βουλὴν ὑπερθέσθαι.

「しかし、すでに着席している議員たちに対し、今は解散してカルプルニアがもっと良い夢を見たときに再び集まるようにと誰かが告げたなら、嫉妬する者たちからどのような言葉が出るでしょうか。あるいは、これは奴隷状態でも専制支配でもないのだと弁明しようとする友人たちに、誰が耐えられるでしょうか。しかしもしどうしても」と彼は言った。「今日という日を忌み避けるのがお考えであるなら、ご自身で元老院に赴いて挨拶を述べた上で、自ら延期されるのがよいでしょう」。

§64.4

ταῦθʼ ἅμα λέγων ὁ Βροῦτος ἦγε τῆς χειρὸς λαβόμενος τὸν Καίσαρα, καὶ μικρὸν μὲν αὐτῷ προελθόντι τῶν θυρῶν3 οἰκέτης ἀλλότριος ἐντυχεῖν προθυμούμενος, ὡς ἡττᾶτο τοῦ περὶ ἐκεῖνον ὠθισμοῦ καὶ πλήθους, βιασάμενος εἰς τὴν οἰκίαν παρέδωκεν ἑαυτὸν τῇ Καλπουρνίᾳ, φυλάττειν κελεύσας ἄχρι ἂν ἐπανέλθῃ Καῖσαρ, ὡς ἔχων μεγάλα πράγματα κατειπεῖν πρὸς αὐτόν.

ブルートゥスはこう語りつつ、カエサルの手を取って先導した。そしてカエサルが扉から少し歩み出たとき、見知らぬ他家の奴隷が面会を望んだが、カエサルの周囲の押し合いと群衆に阻まれて果たせず、屋敷の中へと押し入って身をカルプルニアに委ね、カエサルに告発すべき重大事があるからとして、彼が戻るまで自分を保護してくれるよう求めた。

構文注3 件
  1. 64.2ὡς αἰτίας καὶ διαβολὰς ἑαυτῷ κτωμένου

    直前の属格目的語 τοῦ Καίσαρος(動詞 καθήπτετο が支配)に一致する状況分詞構文。接続詞 ὡς が付いて主観的理由(ここではデキムス・ブルートゥスによるカエサルへの非難の口実・論拠)を表す。

  2. 64.3ἢ τίνα τῶν φίλων ἀνέξεσθαι διδασκόντων

    間接話法(不定詞構文)における間接疑問文。直接話法における疑問詞の主語 τίς(「誰が〜」)が、間接話法化によって対格 τίνα となり、未来不定詞 ἀνέξεσθαι の意味上の主語となっている。属格 τῶν φίλων とそれに一致する分詞 διδασκόντων は動詞 ἀνέχομαι がとる属格目的語(「〜と説く友人たちに耐える」)である。

  3. 64.4μικρὸν μὲν αὐτῷ προελθόντι τῶν θυρῶν

    後続の不定詞 ἐντυχεῖν が支配する与格目的語 αὐτῷ に状況分詞 προελθόντι が一致して時・状況を表す構文。「彼が扉から少し進み出たところで」の意。属格 τῶν θυρῶν は分離の属格で、複合動詞 προελθόντι(προ-)に依存する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:64.1-64.4