← プルタルコス

ポンペイウス伝

§66.1-66.5

決戦を迫る兵士たちとポンペイウスの追撃決断

勝利に沸く配下の将兵が早期決戦を迫るなか、持久戦を望むポンペイウスとイタリア帰還を唱えるアフラニウスの間で戦略が議論されるが、ポンペイウスは同盟軍の救出と名誉を優先し追撃を決断する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§66.1

ἐπὶ τούτῳ μέγα φρονήσαντες οἱ Πομπηΐου διὰ μάχης ἔσπευδον κριθῆναι. Πομπήϊος δὲ τοῖς μὲν ἔξω βασιλεῦσι καὶ στρατηγοῖς καὶ πόλεσιν ὡς νενικηκὼς ἔγραφε, τὸν δὲ τῆς μάχης κίνδυνον ὠρρώδει, τῷ χρόνῳ καὶ ταῖς ἀπορίαις καταπολεμήσειν νομίζων ἄνδρας ἀμάχους μὲν ἐν τοῖς ὅπλοις καὶ συνειθισμένους νικᾶν μετʼ ἀλλήλων πολὺν ἤδη χρόνον.

これによって意気揚々となったポンペイウスの配下の者たちは、戦闘によって勝敗を決しようと急き立てた。しかしポンペイウスは、外部の王や将軍や都市たちには勝利を収めたかのように書き送りつつも、戦闘の危険を恐れていた。というのも、武具を取れば無敵であり、互いに結束して久しく勝ち慣れてきた男たちを、時と困窮によって屈服させることができるだろうと考えていたからである。

§66.2

πρὸς δὲ τὴν ἄλλην στρατείαν καὶ πλάνας καὶ μεταβάσεις καὶ τάφρων ὀρύξεις καὶ τειχῶν οἰκοδομίας ἀπαγορεύοντας ὑπὸ γήρως, καὶ διὰ τοῦτο ταῖς χερσὶν ἐμφῦναι τάχιστα καὶ συμπλακῆναι σπεύδοντας,1 οὐ μὴν ἀλλὰ πρότερον ἁμῶς γέ πως παρῆγε πείθων τοὺς περὶ αὐτὸν ἀτρεμεῖν ὁ Πομπήϊος· ἐπεὶ δὲ μετὰ τὴν μάχην ὁ Καῖσαρ ὑπὸ τῶν ἀποριῶν ἀναστὰς ἐβάδιζε διʼ Ἀθαμάνων εἰς Θετταλίαν, οὐκέτι καθεκτὸν ἦν τὸ φρόνημα τῶν ἀνδρῶν, ἀλλὰ φεύγειν Καίσαρα βοῶντες οἱ μὲν ἀκολουθεῖν καὶ διώκειν ἐκέλευον, οἱ δὲ διαβαίνειν εἰς Ἰταλίαν, οἱ δὲ θεράποντας εἰς Ῥώμην καὶ φίλους ἔπεμπον οἰκίας προκαταληψομένους ἐγγὺς ἀγορᾶς ὡς αὐτίκα μετιόντες ἀρχάς, ἐθελονταὶ δὲ πολλοὶ πρὸς Κορνηλίαν ἔπλεον εἰς Λέσβον εὐαγγελιζόμενοι πέρας ἔχειν τὸν πόλεμον· ἐκεῖ γὰρ αὐτὴν ὑπεξέπεμψεν ὁ Πομπήϊος.

彼らはそれ以外の軍務や放浪、移動、塹壕掘り、城壁の建設に対しては高齢ゆえに力尽きており、それゆえにこそ一刻も早く白兵戦に持ち込み組み打ちを行おうと焦っていたのである。それにもかかわらず、以前はポンペイウスも周囲の者たちを説得して何とか静止させていた。しかし戦いの後、カエサルが困窮のために宿営を解いてアタマニア地方を通ってテッサリアへと進軍すると、もはや兵士たちの傲慢な意気は抑えきれなくなった。彼らはカエサルが逃走していると叫び、ある者は後を追って追撃すべしと促し、ある者はイタリアへ渡るべしと主張し、またある者は直ちに政務官職に立候補するのだとしてフォルム周辺の屋敷を前もって押さえさせるために召使や友人をローマへ派遣し、さらには多くの者が自発的にレスボス島のコルネリアのもとへ船を出し、戦争は終結したという吉報を告げに向かった。ポンペイウスが彼女をそこへ密かに避難させていたからである。

§66.4

ἀθροισθείσης δὲ βουλῆς Ἀφράνιος μὲν ἀπεφαίνετο γνώμην ἔχεσθαι τῆς Ἰταλίας, ταύτην γὰρ εἶναι τοῦ πολέμου τὸ μέγιστον ἆθλον, προστιθέναι δὲ τοῖς κρατοῦσιν εὐθὺς Σικελίαν, Σαρδόνα, Κύρνον, Ἰβηρίαν, Γαλατίαν ἅπασαν ἧς τε δὴ πλεῖστος ὁ λόγος Πομπηΐῳ πατρίδος ὀρεγούσης χεῖρας ἐγγύθεν, οὐ καλῶς ἔχειν περιορᾶν2 προπηλακιζομένην καὶ δουλεύουσαν οἰκέταις καὶ κόλαξι τυράννων.

軍議が召集されると、アフラニウスはイタリアを掌握すべきだという意見を述べた。なぜならイタリアこそが戦争の最大の懸賞であり、それを制する者たちに直ちにシチリア、サルディニア、コルシカ、イベリア、全ガリアを付け加えるからであり、とりわけポンペイウスにとって最も重んじるべき祖国が間近から手を差し伸べているのに、専制者の下僕や追従者たちに踏みにじられ隷属させられているのを放置しておくのは良策ではない、というのであった。

§66.5

αὐτὸς δὲ Πομπήϊος οὔτε πρὸς δόξαν ἡγεῖτο καλὸν αὑτῷ δευτέραν φυγὴν φεύγειν Καίσαρα καὶ διώκεσθαι, τῆς τύχης διώκειν διδούσης, οὔτε ὅσιον ἐγκαταλιπεῖν Σκηπίωνα καὶ τοὺς περὶ τὴν Ἑλλάδα καὶ Θετταλίαν ἄνδρας ὑπατικούς, εὐθὺς ὑπὸ Καίσαρι γενησομένους μετὰ χρημάτων καὶ δυνάμεων μεγάλων, τῆς δὲ Ῥώμης μάλιστα κήδεσθαι τὸν ἀπωτάτω πολεμοῦντα περὶ αὐτῆς,3 ὅπως ἀπαθὴς κακῶν οὖσα καὶ ἀνήκοος περιμένῃ τὸν κρατοῦντα.

しかしポンペイウス自身は、運命が追撃を許しているというのに、カエサルから二度目の逃亡を行って追われる身となることは自身の名声にとって芳しくないと考え、またスキピオやギリシア・テッサリア周辺にいる執政官経験者たちを置き去りにすることは神慮に背くとも考えた。彼らは大金と大軍とともに直ちにカエサルの手中に落ちることになるからである。また、ローマのことを最も気遣うのは、ローマから最も遠い地で彼女のために戦う者であり、それはローマが禍を被ることもその噂を聞くこともなく勝者を待てるようにするためである、と考えたのであった。

構文注3 件
  1. 66.2ἀπαγορεύοντας... σπεύδοντας

    直前の文にある νομίζων の目的語 ἄνδρας を修飾する対格現在分詞(並列関係)。文の区切りをまたいで前の ἀμάχους μὲν ... καὶ συνειθισμένους と対比(μὲν ... δὲ)をなしており、カエサルの兵士たちが土木作業や行軍には老衰で耐えられない一方、白兵戦には極めて貪欲であることを補足説明している。

  2. 66.4ἧς τε δὴ πλεῖστος ὁ λόγος Πομπηΐῳ πατρίδος ὀρεγούσης χεῖρας ἐγγύθεν, οὐ καλῶς ἔχειν περιορᾶν

    関係代名詞 ἧς はὁ λόγος に係る目的語属格(先行詞 πατρίδος は後置)であり、名詞句 πατρίδος ὀρεγούσης χεῖρας は独立属格として機能している。これに続く主動詞相当の句 οὐ καλῶς ἔχειν περιορᾶν は、アフラニウスの意見陳述(間接話法)を受ける非人称の不定詞構文(περιορᾶν が主語不定詞)で、「祖国が近場から手を伸ばしているのに、それを放置するのはよろしくない」という論理構造をなす。

  3. 66.5τῆς δὲ Ῥώμης μάλιστα κήδεσθαι τὸν ἀπωτάτω πολεμοῦντα περὶ αὐτῆς

    不定詞 κήδεσθαι の意味上の主語は定冠詞付き分詞句 τὸν ἀπωτάτω πολεμοῦντα(「最も遠くで戦う者」)。全体として主節の動詞 ἡγεῖτο に統率される間接話法(対格不定詞構文)となっており、「最も遠くで戦う者こそがローマを最も気遣っているとポンペイウスは考えた」という意味になる。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:66.1-66.5