- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:67.1-67.6
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ポンペイウスは持久戦でカエサルを追い詰める戦略をとるが、陣営内の貴族たちや配下の侮り・嘲笑・政治的野心に圧迫され、ついに決戦を望む味方の衝動に屈してしまう。
ταῦτα ψηφισάμενος ἐδίωκε Καίσαρα, μάχης μὲν ἐγνωκὼς ἀπέχεσθαι, πολιορκεῖν δὲ καὶ τρίβειν ταῖς ἀπορίαις ἐγγύθεν ἐπακολουθῶν, καὶ γὰρ ἄλλως ταῦτα συμφέρειν ἡγεῖτο, καὶ λόγος τις εἰς αὐτὸν ἧκεν ἐν τοῖς ἱππεῦσι φερόμενος, ὡς χρὴ τάχιστα τρεψαμένους Καίσαρα συγκαταλύειν κἀκεῖνον αὐτόν.1
このように決議すると、彼は戦闘を避ける決心を固めつつも、近距離から追尾して兵糧攻めにし困窮によって敵を疲弊させようとカエサルを追撃した。というのも、他の点でもこれが有益であると考えていただけでなく、カエサルを敗走させたあかつきには、可及的速やかにあの男自身をも打倒すべしという噂が騎兵たちのあいだで広まり、彼の耳にも届いていたからである。
ἔνιοι δέ φασι διὰ τοῦτο καὶ Κάτωνι μηδὲν ἄξιον σπουδῆς χρήσασθαι Πομπήϊον, ἀλλὰ καὶ πορευόμενον ἐπὶ Καίσαρα πρὸς θαλάσσῃ καταλιπεῖν ἐπὶ τῆς ἀποσκευῆς, φοβηθέντα μὴ Καίσαρος ἀναιρεθέντος ἀναγκάσῃ κἀκεῖνον εὐθὺς ἀποθέσθαι τὴν ἀρχήν,2 οὕτω δὲ παρακολουθῶν ἀτρέμα τοῖς πολεμίοις ἐν αἰτίαις ἦν καὶ καταβοήσεσιν ὡς οὐ Καίσαρα καταστρατηγῶν, ἀλλὰ τὴν πατρίδα καὶ τὴν βουλήν, ὅπως διὰ παντὸς ἄρχῃ καὶ μηδέποτε παύσηται τοῖς ἀξιοῦσι τῆς οἰκουμένης ἄρχειν χρώμενος ὑπηρέταις καὶ δορυφόροις.
ある人々によれば、このためにポンペイウスはカトを重要ポストに一切用いず、カエサルのもとへ進軍する際にも海岸の輜重隊の守備に残したのだという。それはカエサルが倒された場合、カトが彼にも直ちに指揮権を返上するよう強制するのではないかと恐れたからであった。このように敵を静かに追跡していたポンペイウスに対し、彼が裏をかいて罠に陥れているのはカエサルではなく祖国と元老院であり、それは永久に支配し続け、全世界を支配するにふさわしいと自認する人々を下僕や親衛隊として用いることを決してやめないためである、という非難と糾弾が浴びせられた。
Δομέτιος δὲ αὐτὸν Ἀηνόβαρβος Ἀγαμέμνονα καλῶν καὶ βασιλέα βασιλέων ἐπίφθονον ἐποίει. καὶ Φαώνιος οὐχ ἧττον ἦν ἀηδὴς τῶν παρρησιαζομένων· ἀκαίρως ἐν τῷ σκώπτειν, ἄνθρωποι, βοῶν, οὐδὲ τῆτες ἔσται τῶν ἐν Τουσκλάνῳ σύκων μεταλαβεῖν; Λεύκιος δὲ Ἀφράνιος ὁ τὰς ἐν Ἰβηρίᾳ δυνάμεις ἀποβαλὼν ἐν αἰτίᾳ προδοσίας γεγονώς, τότε δὲ τὸν Πομπήϊον ὁρῶν φυγομαχοῦντα, θαυμάζειν ἔλεγε τοὺς κατηγοροῦντας αὐτοῦ, πῶς πρὸς τὸν ἔμπορον τῶν ἐπαρχιῶν οὐ μάχονται προελθόντες.
そしてドミティウス・アヘノバルブスは、彼をアガメムノンや「諸王の王」と呼ぶことで反感を買わせた。またファオニウスも、場違いな嘲笑を投げかけて、口を極めて放言する者たちに劣らず不快な人物であった。 「皆の衆よ」と彼は叫んだ。 「今年もトゥスクルムの無花果にありつくことはできないのだろうか」また、イベリアでの軍勢を失って裏切りの咎を負わされていたルキウス・アフラニウスは、そのときポンペイウスが戦闘を避けているのを見て、自分を告発する者たちに対して、なぜ進み出てあの属州の商人と戦わないのか不思議でならない、と言った。
ταῦτα καὶ τὰ τοιαῦτα πολλὰ λέγοντες ἄνδρα δόξης ἥττονα καὶ τῆς πρὸς τοὺς φίλους αἰδοῦς τὸν Πομπήϊον ἐξεβιάσαντο καὶ συνεπεσπάσαντο ταῖς ἑαυτῶν ἐλπίσι καὶ ὁρμαῖς ἐπακολουθῆσαι, προέμενον τοὺς ἀρίστους λογισμούς, ὅπερ οὐδὲ πλοίου κυβερνήτῃ, μήτιγε3 τοσούτων ἐθνῶν καὶ δυνάμεων αὐτοκράτορι στρατηγῷ παθεῖν ἦν προσῆκον.
彼らはこのようなことを口々に述べることで、名声に弱く友への恥じらいに屈しやすいポンペイウスに無理強いし、最善の深慮を放棄させて自分たちの希望と衝動に従わせたが、これは船の舵手にとっても、ましてやこれほど多くの民族と軍勢の全権将軍にとっても、被るべき筋合いのないことであった。
ὁ δὲ τῶν μὲν ἰατρῶν τοὺς μηδέποτε χαριζομένους ταῖς ἐπιθυμίαις ἐπῄνεσεν, αὐτὸς δὲ τῷ νοσοῦντι τῆς στρατιᾶς ἐνέδωκε, δείσας ἐπὶ σωτηρίᾳ λυπηρὸς γενέσθαι, πῶς γὰρ ἄν τις φήσειεν ὑγιαίνειν ἐκείνους τοὺς ἄνδρας, ὧν οἱ μὲν ὑπατείας ἤδη καὶ στρατηγίας ἐν τῷ στρατοπέδῳ περινοστοῦντες ἐμνῶντο, Σπινθῆρι δὲ καὶ Δομετίῳ καὶ Σκηπίωνι περὶ τῆς Καίσαρος ἀρχιερωσύνης ἔριδες ἦσαν καὶ φιλονεικίαι καὶ δεξιώσεις;
彼は患者の欲望に決して迎合しない医師たちを称賛しながらも、自らは自軍の病的な部分に屈服してしまい、救済のために嫌われることを恐れたのである。というのも、陣営内を歩き回って早くも執政官職や法務官職を猟官し、スピンテルやドミティウスやスキピオがカエサルの大神官職をめぐって争いや対立、票集めの挨拶を繰り広げているような男たちが、どうして正気であると言えようか。
ὥσπερ αὐτοῖς Τιγράνου τοῦ Ἀρμενίου παραστρατοπεδεύοντος4 ἢ τοῦ Ναβαταίων βασιλέως, ἀλλʼ οὐ Καίσαρος ἐκείνου καὶ τῆς δυνάμεως ᾗ χιλίας μὲν ᾑρήκει πόλεις κατὰ κράτος, ἔθνη δὲ πλείονα τριακοσίων ὑπῆκτο, Γερμανοῖς δὲ καὶ Γαλάταις μεμαχημένος ἀήττητος ὅσας οὐκ ἄν τις ἀριθμήσαι μάχας ἑκατὸν μυριάδας αἰχμαλώτων ἔλαβεν, ἑκατὸν δὲ ἀπέκτεινε τρεψάμενος ἐκ παρατάξεως.
あたかも陣を対峙させているのがアルメニアのティグラネスやナバテアの王であって、強襲によって千の都市を奪取し、三百を超える部族を服属させ、ゲルマン人やガリア人と戦って無敗のまま数え切れぬ戦いを重ね、捕虜を百万人捕らえ、会戦で撃破して百万人を討ち取った、あのカエサルとその軍勢ではないかのように。
- 67.1συγκαταλύειν κἀκεῖνον αὐτόν
κἀκεῖνον αὐτόν(あの男自身をも)は直前に言及されたカエサル(Καίσαρα)ではなく、ポンペイウス自身を指す。騎兵の間で「カエサルを倒した後は、ポンペイウス自身をも失脚させるべきだ」という噂が流れていたことを示している。
- 67.2μὴ Καίσαρος ἀναιρεθέντος ἀναγκάσῃ κἀκεῖνον εὐθὺς ἀποθέσθαι τὴν ἀρχήν
接続法動詞 ἀναγκάσῃ の主語は前出のカト(Κάτωνι)であり、κἀκεῖνον はポンペイウスを指す。カエサルが除かれた暁には(属格独立構文 Καίσαρος ἀναιρεθέντος)、共和政の回復を重んじるカトがポンペイウスにも即時の指揮権返上を迫ることを恐れたという文脈である。
- 67.4μήτιγε
否定辞の後に置かれて「まして〜はなおさらである/言うまでもない」(a fortiori)を表す慣用表現。先行する οὐδὲ πλοίου κυβερνήτῃ(船の舵手にすら[ふさわしくない])を受けて、全権将軍(αὐτοκράτορι στρατηγῷ)が部下の衝動に屈することの不当さを強調している。
- 67.6ὥσπερ αὐτοῖς Τιγράνου τοῦ Ἀρμενίου παραστρατοπεδεύοντος
接続詞 ὥσπερ に導かれる属格独立構文で、客観的事実ではなく登場人物たちの主観的な錯覚・思い込み(「あたかも〜であるかのように」)を表す。与格 αὐτοῖς は敵対・関係の与格。対比される ἀλλʼ οὐ 以降も属格(Καίσαρος ἐκείνου)でこの独立構文の枠組みを維持している。
