← プルタルコス

ポンペイウス伝

§65.1-65.5

カトーの決議とデュッラキウムでのカエサルの危機

カトーの提案で元老院が決戦なき殺害や略奪の禁止を決議してポンペイウス派が支持を集める一方、カエサルも降伏者を寛大に扱った。両雄はアドリア海を挟んで対峙し、ポンペイウスが補給の利を押さえる中、デュッラキウムの戦いでカエサルは敗北寸前に追い込まれるも命拾いする。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§65.1

ἐπεὶ δὲ βουλῆς γενομένης καὶ γνώμην Κάτωνος εἰπόντος1 ἐψηφίσαντο μηδένα Ῥωμαίων ἄνευ παρατάξεως ἀναιρεῖν μηδὲ διαρπάζειν πόλιν ὑπήκοον Ῥωμαίοις, ἔτι μᾶλλον ἡ Πομπηΐου μερὶς ἠγαπήθη· καὶ γὰρ οἷς μηδὲν ἦν πρᾶγμα τοῦ πολέμου πόρρω κατοικοῦσιν ἢ διʼ ἀσθένειαν ἀμελουμένοις, τῷ γε βούλεσθαι συγκατετίθεντο καὶ τῷ λόγῳ συνεμάχουν ὑπὲρ τῶν δικαίων, ἡγούμενοι θεοῖς εἶναι καὶ ἀνθρώποις ἐχθρὸν ᾧ μὴ καθʼ ἡδονήν ἐστι νικᾶν Πομπήϊον.

元老院が開かれ、カトーの動議によって、会戦の外ではローマ人を一人も殺害せず、ローマに服属する都市を略奪しないことが議決されると、ポンペイウスの党派はいっそう好感を持たれるようになった。というのも、遠方に住んでいるために、あるいは無力ゆえに放置されて戦争に何ら関わりのない者たちでさえ、少なくとも意向においては同意し、言葉によって正義のために加勢し、ポンペイウスの勝利を好ましく思わない者は神々にとっても人間にとっても敵であると考えていたからである。

§65.2

οὐ μὴν ἀλλὰ καὶ Καῖσαρ εὐγνώμονα παρεῖχεν ἑαυτὸν ἐν τῷ κρατεῖν, ὃς καὶ τὰς ἐν Ἰβηρίᾳ τοῦ Πομπηΐου δυνάμεις ἑλὼν καὶ καταπολεμήσας ἀφῆκε τοὺς στρατηγούς, τοῖς δὲ στρατιώταις ἐχρῆτο. καὶ πάλιν ὑπερβαλὼν τὰς Ἄλπεις καὶ διαδραμὼν τὴν Ἰταλίαν εἰς Βρεντέσιον ἧκεν ἐν τροπαῖς ἤδη τοῦ χειμῶνος ὄντος·

もっとも、カエサルもまた勝利を収めるに際して寛大な態度を示していた。彼はイベリアにあったポンペイウスの軍勢を制圧・撃破した際にも指揮官たちを放免し、兵士たちを召し抱えていた。そして再びアルプスを越え、イタリアを駆け抜けて、早くも冬至の頃にはブレンテシオンへと至った。

§65.3

καὶ διαπεράσας τὸ πέλαγος αὐτὸς μὲν εἰς Ὤρικον παρενέβαλεν, Οὐιβούλλιον δὲ τὸν Πομπηΐου φίλον αἰχμάλωτον ἔχων σὺν ἑαυτῷ πρὸς Πομπήϊον ἀνέστειλε, προκαλούμενος εἰς ἓν συνελθόντας ἀμφοτέρους ἡμέρᾳ τρίτῃ πάντα διαλῦσαι τὰ στρατεύματα καὶ γενομένους φίλους καὶ ὀμόσαντας ἐπανελθεῖν εἰς Ἰταλίαν.

そして海を渡ると、自らはオリコンに布陣したが、捕虜として手元に置いていたポンペイウスの友ウィブリウスをポンペイウスのもとへ送り返し、両名が一堂に会して三日目に全軍を解散し、友となって誓いを交わしたうえでイタリアへ帰還しようと提案した。

§65.4

ταῦτα Πομπήϊος αὖθις ἐνέδραν ἡγεῖτο· καὶ καταβὰς ὀξέως ἐπὶ θάλατταν κατέλαβε χωρία καὶ τόπους ἕδρας τε τοῖς πεζοῖς στρατοπέδοις ὑπεραλκεῖς ἔχοντα, καὶ ναύλοχα καὶ κατάρσεις ἐπιφόρους τοῖς ἐπιφοιτῶσι διὰ θαλάττης, ὥστε πάντα πνεῖν ἄνεμον Πομπηΐῳ2 σῖτον ἢ στρατιὰν ἢ χρήματα κομίζοντα, Καίσαρα δὲ δυσχερείαις κατὰ γῆν ὁμοῦ καὶ κατὰ θάλατταν περιεχόμενον ἐξ ἀνάγκης φιλομαχεῖν, καὶ προσβάλλοντα τοῖς ἐρύμασι καὶ προκαλούμενον ἑκάστοτε τὰ μὲν πλεῖστα νικᾶν καὶ κρατεῖν τοῖς ἀκροβολισμοῖς, ἅπαξ δὲ μικροῦ συντριβῆναι3 καὶ τὴν στρατιὰν ἀποβαλεῖν, τοῦ Πομπηΐου λαμπρῶς ἀγωνισαμένου μέχρι τροπῆς ἁπάντων καὶ φόνου δισχιλίων, βιάσασθαι δὲ καὶ συνεισπεσεῖν μὴ δυνηθέντος ἢ φοβηθέντος, ὥστε εἰπεῖν Καίσαρα πρὸς τοὺς φίλους ὅτι Σήμερον ἂν ἡ νίκη παρὰ τοῖς πολεμίοις ἦν, εἰ τὸν νικῶντα εἶχον.4

ポンペイウスはこれを再び罠であると考えた。そして素早く海へと下り、歩兵の宿営地にとって極めて堅固な拠点となる土地や場所、ならびに海路参集する者たちにとって都合のよい投錨地や上陸地を押さえた。その結果、あらゆる風がポンペイウスには兵糧や軍隊や軍資金を運んで吹くことになり、他方カエサルは陸海双方で同時に困難に囲まれ、必然的に決戦を望まざるを得なくなった。そしてカエサルは陣地に攻め寄せ、その都度戦いを挑んでは、小競り合いにおいては大半の場合勝利を収めて優勢に立ったものの、ある一度は危うく粉砕されて全軍を失うところであった。ポンペイウスが見事に戦って全軍を敗走させ二千人を討ち取るまでに至ったにもかかわらず、押し入って突入することができなかったか、あるいはそれを恐れたためであり、その結果カエサルは友人たちに向かって、「今日、もし敵が勝つ術を知る者を指揮官に持っていたなら、勝利は敵のものであったろう」と言ったほどであった。

構文注4 件
  1. 65.1γνώμην Κάτωνος εἰπόντος

    独立属格(genitive absolute)構文。内面目的語 γνώμην(動議・提案)を先行させ、意味上の主語 Κάτωνος(属格)が分詞 εἰπόντος(属格)と結びついている(「カトーが動議を述べたとき/提案したうえで」)。直前の βουλῆς γενομένης と並列され、主節の動詞 ἐψηφίσαντο(元老院議員たちが可決した)の時間的・前提的背景をなす。

  2. 65.4ὥστε πάντα πνεῖν ἄνεμον Πομπηΐῳ

    結果を表す ὥστε + 不定詞構文。不定詞 πνεῖν の対格主語が πάντα ἄνεμον(あらゆる風が)、Πομπηΐῳ は利害の与格(「ポンペイウスにとって有利に」)である。これに続く対比節 Καίσαρα δὲ ... περιεχόμενον ... φιλομαχεῖν(対格主語 Καίσαρα、不定詞 φιλομαχεῖν)および後続の分詞・不定詞群(νικᾶν ... συντριβῆναι)へと統語構造が展開する。

  3. 65.5μικροῦ συντριβῆναι

    μικροῦ は慣用句 μικροῦ δεῖν(「もう少しで〜するところ」)の δεῖν が省略されたもので、属格単独で副詞的に機能し、不定詞 συντριβῆναι(受動態・アオリスト)を修飾して「あやうく粉砕されるところであった」の意を表す。

  4. 65.5Σήμερον ἂν ἡ νίκη παρὰ τοῖς πολεμίοις ἦν, εἰ τὸν νικῶντα εἶχον

    反実仮想文(過去または現在の事実に反する仮定)。帰結節は ἄν + 直説法未完了過去(ἦν)、条件節は εἰ + 直説法未完了過去(εἶχον)。τὸν νικῶντα は冠詞付きの現在能動分詞で、「勝利を収める者/勝つ術を知る指揮官」を意味する名詞的用法である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg045.humanitext-grc2:65.1-65.5