← エウリピデス

断片

§82-124

道徳的教訓と岩に繋がれたアンドロメダの嘆き

親子の情愛や道徳、奴隷の性質、富の不条理に関する教訓的な断片に続き、海の怪物の生贄として鎖に繋がれたアンドロメダの悲痛な嘆きと、ペルセウスの飛来による救出の始まりが描かれます。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
82

τὰ τῶν τεκόντων ὡς μετέρχεται θεὸς μιάσματα1

神はいかに親たちの汚れを追い求めることか。

εἰ τοῦ τεκόντος οὐδὲν ἐντρέπῃ πατρός

もしお前を生んだ父に何ら敬意を払わぬなら

ἢ τί πλέον εἶναι παῖδας ἀνθρώποις,2 πάτερ, εἰ μὴ ἐπὶ τοῖς δεινοῖσιν ὠφελήσομεν;

あるいは、父よ、恐ろしい危難のときに私たちが力になれないのだとしたら、人間にとって子供を持つことに何の益があるでしょう?

85

μέτεστι τοῖς δούλοισι δεσποτῶν νόσου.

奴隷たちも主人の病を分け合う。

ὅστις δὲ δούλῳ φωτὶ πιστεύει βροτῶν, πολλὴν παρ’ ἡμῖν μωρίαν ὀφλισκάνει.

凡人のうち、奴隷という人間に信頼を置く者は、私たちの間で大きな愚かさの告発を受ける。

γυναῖκες, ὁρμήθητε μηδ’ ἀθυμία σχέθῃ τις ὑμᾶς· ταῦτα γὰρ σκεθρῶς ὁρᾶν ἡμᾶς ἀνάγκη τοὺς νομίζοντας τέχνην

女たちよ、立ち上がりなさい。落胆があなたがたの誰かを引き留めることのないように。というのも、技術を修めたと自負する私たちは、これらのことを正確に見極める必要があるからだ。

πολὺς δ’ ἀνεῖρπε κισσὸς εὐφυὴς κλάδος, ἀηδόνων μουσεῖον

そして、夜鳴きうぐいすたちの集う場所である、よく茂った枝の多くの蔦が這い上っていた。

οὐ γάρ ποτ’ εἴων Σθένελον εἰς τὸν εὐτυχῆ χωροῦντα τοῖχον τῆς δίκης ἀποστερεῖν.

というのも、私はステネロスが幸運な側に歩み寄って正義を奪うのを決して許さなかったからだ。

90

πόθεν δὲ πεύκης πανὸν ἐξηῦρες λαβεῖν;

しかし、松のたいまつをどこで見つけて手に入れたのか?

ἀτρέκεια δ’ ἄριστον ἀνδρὸς ἐν πόλει δικαίου πέλει.

誠実さこそ、都市における正しい男の最善の資質である。

ἴστω τ’ ἄφρων ὢν ὅστις ἄνθρωπος γεγὼς δῆμον κολούει χρήμασιν γαυρούμενος.

そして、人間でありながら、富を誇って民衆を害する者は、自らが愚か者であることを知るがよい。

ἀεὶ δ’ ἀρέσκειν τοῖς κρατοῦσι· ταῦτα γὰρ δούλοις ἄριστα· κἀφ’ ὅτῳ τεταγμένος εἴη τις, ἁνδάνοντα δεσπόταις ποεῖν.

常に支配者たちを喜ばせること。というのも、これが奴隷たちにとって最善だからだ。そして、自分がどのような任務に配置されていようとも、主人たちに気に入るように行うことだ。

τῶν γὰρ δυναστῶν πλεῖστος ἐν πόλει λόγος.

都市においては権力者たちの言葉が最も重きをなすからだ。

95

ἀλλ’ οὐδὲν ηὑγένεια πρὸς τὰ χρήματα· τὸν γὰρ κάκιστον πλοῦτος εἰς πρώτους ἄγει.

しかし、富の前には高貴な生まれなど何ものでもない。というのも、富は最も卑劣な者をも第一線へと導くからだ。

σκαιόν τι χρῆμα πλοῦτος ἥ τ’ ἀπειρία.

富と無経験とは、不器用なものである。

ἀλλ’ οὐ γὰρ ὀρθῶς ταῦτα, γενναίως 〈δ’〉 ἴσως ἔπραξας· αἰνεῖσθαι δὲ δυστυχῶν ἐγὼ μισῶ· λόγος γὰρ τοὔργον οὐ νικᾷ ποτε.

しかし、お前はこれらのことを正しくは行わなかった、だがおそらくは気高く行ったのだろう。不幸でありながら称賛されることを、私は憎む。言葉は決して事実(行為)に打ち勝たないのだから。

ἀλλ’ εὖ φέρειν χρὴ συμφορὰς τὸν εὐγενῆ.

しかし、高貴な者は不幸を立派に耐え忍ばねばならない。

τὸν εὐτυχοῦντα χρῆν σοφὸν πεφυκέναι.

幸運な者は賢い者であるべきだった。

100

θάρσει, τάχ’ ἂν γένοιτο· πολλά τοι θεὸς κἀκ τῶν ἀέλπτων εὔπορ’ ἀνθρώποις τελεῖ.

勇気を持ちなさい、すぐに好転するかもしれない。神は思いがけないことからも、人間にとって多くの平易な道を成し遂げてくださるのだから。

ἀλλ’ ἡμέρα τοι πολλὰ καὶ μέλαινα νὺξ τίκτει βροτοῖσιν.

しかし、昼と黒い夜は、死すべき人間たちに多くのことをもたらすのだ。

σοφώτεροι γὰρ συμφορὰς τὰς τῶν πέλας πάντες διαθρεῖν ἢ τύχας τὰς οἴκοθεν.

というのも、誰もがわが身の運命よりも、隣人の不幸をよく見極めることにかけては賢いからだ。

δεινόν τι τέκνων φίλτρον ἐνῆκεν θεὸς ἀνθρώποις.

神は人間たちに、子供への恐るべき愛情を吹き込まれた。

ἀμολγὸν νύκτα

夜の闇

105

ὁρῶ μὲν ἀνδρῶν τόνδε γυμνάδα στόλον στείχοντα θεωρὸν ἐκ τρόχων πεπαυμένον.

私は、使節として行く、競争から身を休めた男たちのこの軽装の群れが歩んで来るのを見る。

​...γέμουσαν κύματος θεοσπόρου

……神に蒔かれた波に満ちた

πλήσας δὲ νηδὺν οὐδ’ ὄναρ κατ’ εὐφρόνην φίλοις ἔδειξεν αὑτόν.

そして彼は腹を満たすと、夜の間に夢の中でも友人たちに姿を見せなかった。

γυνὴ γυναικὶ σύμμαχος πέφυκέ πως.

女は女の同盟者となるようにどういうわけか生まれついている。

οὐ μὴν σύ γ’ ἡμᾶς τοὺς τεκόντας ᾐδέσω.

しかし、お前は私たち生みの親を敬わなかった。

110

ἐγὼ δ’, ὃ μὲν μέγιστον, ἄρξομαι λέγειν ἐκ τοῦδε πρῶτον· πατρὶ πείθεσθαι χρεὼν παῖδας νομίζειν τ’ αὐτὸ τοῦτ’ εἶναι δίκην.

そして私は、最も重大なことについて、まずここから語り始めよう。子供たちは父親に従うべきであり、まさにこれこそが正義であるとみなさねばならない。

τί δῆτα μοχθεῖν δεῖ γυναικεῖον γένος φρουροῦντας; αἱ γὰρ εὖ τεθραμμέναι πλέον σφάλλουσιν οἴκους τῶν παρημελημένων.

では、なぜ女という種族を監視して苦労せねばならないのか?よく育てられた女たちの方が、放っておかれた女たちよりもいっそう家を破滅させるのだから。

ὁ χρόνος ἅπαντα τοῖσιν ὕστερον φράσει, λάλος ἐστὶν οὗτος, οὐκ ἐρωτῶσιν λέγει.

時は後の人々にすべてのことを告げるだろう。時はおしゃべりであり、尋ねない者たちにも語るのだ。

ὁδῆσαι

旅をすること

ΑΝΔΡ. Ὦ νὺξ ἱερά, ὡς μακρὸν ἵππευμα διώκεις3 ἀστεροειδέα νῶτα διφρεύουσ’ αἰθέρος ἱερᾶς τοῦ σεμνοτάτου δι’ Ὀλύμπου.

〈アンドロメダ〉おお、神聖なる夜よ、最も厳かなオリンポスを通って、聖なるアイテールの星ちりばめた背を戦車で走りながら、いかに長い道のりを進むことか。

115

τί ποτ’ Ἀνδρομέδα περίαλλα κακῶν μέρος ἐξέλαχον, θανάτου τλήμων μέλλουσα τυχεῖν;

なぜアンドロメダたる私は、あまたの災いの中で格別の分け前をくじで引き当て、哀れにも死に直面せねばならないのか?

ποῖαι λιβάδες, ποία σειρήν

どのような水の流れ、どのようなセイレンが(私の嘆きを助けてくれるのか?)

φίλαι παρθένοι, φίλαι μοι

親しい乙女たちよ、私にとって親しい者たちよ

προσαυδῶ σὲ τὰν ἐν ἄντροις, ἀπόπαυσον, ἔασον Ἀχοῖ με σὺν φίλαισιν γόου κόρον λαβεῖν.

洞窟に住むあなたに私は呼びかける、静めておくれ、エコーよ、私が親しい友らとともに嘆きを十分に尽くすのを許しておくれ。

συνάλγησον, ὡς ὁ κάμνων δακρύων μεταδοὺς ἔχει κουφότητα μόχθων.

共に苦しんでおくれ、苦しむ者は涙を分け合うことで、労苦の軽減を得るのだから。

120

ἄνοικτος ὃς τεκὼν σὲ τὴν πολυπονωτάτην βροτῶν μεθῆκεν Ἅιδᾳ πάτρας ὑπερθανεῖν.

お前を産みながら、凡人のうちで最も多くの労苦に苛まれるお前を、祖国のために死ぬべくハデスへと送り出した者は無慈悲である。

ἐκθεῖναι κήτει φορβάν

海の怪物への食物として晒すこと

​Ar. Thesm. 1029―1041: ὁρᾶς; οὐ χοροῖσιν οὐδ’ ὑφ’ ἡλίκων νεανίδων .... ἕστηκ’ ἔχουσ’, ἀλλ’ ἐν πυκνοῖς δεσμοῖσιν ἐμπεπλεγμένη κήτει βορὰ... πρόκειμαι. γαμηλίῳ μὲν οὐ ξὺν παιῶνι, δεσμίῳ δέ, γοᾶσθέ μ’, ὦ γυναῖκες, ὡς μέλεα μὲν πέπονθα μέλεος,4 ὦ τάλας ἐγὼ τάλας, ἀπὸ δὲ συγγόνων τάλαν’ ἄνομα πάθεα φῶτά τε λιτομένα, πολυδάκρυτον Ἀίδα γόον φλέγουσαν et mox v. 1047―1055: ἰὼ μοίρας ἄτεγκτε δαίμων· ὦ κατάρατος ἐγώ· τίς ἐμὸν οὐκ ἐπόψεται πάθος ἀμέγαρτον ἐπὶ κακῶν παρουσίᾳ; εἴθε με πυρφόρος ἀστεροπητὴς τὸν βάρβαρον ἐξολέσειεν. οὐ γὰρ ἔτ’ ἀθανάταν φλόγα λεύσσειν ἐστὶν ἐμοὶ φίλον, ὡς ἐκρεμάσθην λαιμότμητ’ ἄχη, δαιμονῶν αἰόλαν νέκυσιν ἐπὶ πορείαν.

アリストパネス『テスモポリアの女たち』1029–1041行: 見えるか?私は合唱の中に立っているのでもなく、同年代の乙女たちに囲まれているのでもない。そうではなく、きつく絡みつく鎖に縛られ、海怪の餌食として……私は晒されている。婚礼の祝歌を伴わず、捕らわれ人の嘆きを伴って。女たちよ、私を嘆いておくれ。哀れな私が哀れな苦しみを受けたことを。おお、不運な、不運な私よ、身内から不当で法に背く苦難を受け、男に請い求め、涙に暮れるハデスの哀歌を燃え立たせている私を。 そしてすぐに 1047–1055行: ああ、運命の情け容赦なき神よ。おお、呪われた私よ。この災難が臨む中、誰が私の不名誉な苦難を見届けてくれようか。願わくは、火を運ぶ雷光が、私を、あの蛮人を滅ぼしてくれんことを。というのも、首を切られるような苦痛に吊るされ、死者たちのもとへと向かうあの世への目まぐるしい旅路にある今、私にとって不滅の光を見ることはもはや喜ばしくないからだ。

Περσεὺς πρὸς Ἄργος ναυστολῶν τὸ Γοργόνος κάρα κομίζων

ゴルゴンの首を携えて、アルゴスへと船旅をするペルセウス

ὦ θεοί, τίν’ εἰς γῆν βαρβάρων ἀφίγμεθα ταχεῖ πεδίλῳ; διὰ μέσου γὰρ αἰθέρος τέμνων κέλευθον πόδα τίθημ’ ὑπόπτερον.

おお神々よ、私たちは素早いサンダルで、野蛮人のいかなる土地に到着したのか。というのも、私は中空のアイテールを突き抜けて道を切り開き、翼ある足を下ろしているのだから。

構文注4 件
  1. 82τὰ τῶν τεκόντων ὡς μετέρχεται θεὸς μιάσματα

    名詞句 τὰ μιάσματα(汚れ)とその属格修飾語 τῶν τεκόντων(親たちの)の間に、感嘆副詞 ὡς(いかに〜か)に導かれる主節 ὡς μετέρχεται θεός が割り込んでいる複雑な分離構文(hyperbaton)である。意味の骨格は ὡς θεὸς μετέρχεται τὰ μιάσματα τῶν τεκόντων となる。

  2. 84τί πλέον εἶναι παῖδας ἀνθρώποις

    疑問代名詞 τί を伴う不定詞 εἶναι の用法で、対格の παῖδας がその意味上の主語。修辞的疑問文における独立不定詞、あるいは省略された非人称動詞や「〜というのか」という主張の文脈における対格不定詞構文(accusative with infinitive)として解釈される。

  3. 114ὡς μακρὸν ἵππευμα διώκεις

    ἵππευμα(馬の旅、疾走)は動詞 διώκεις(追う、急ぐ)と同格の目的語(cognate accusative)として機能しており、夜が戦車を駆って天を駆ける様子を劇的に表現している。

  4. 122ὡς μέλεα μὲν πέπονθα μέλεος

    ここでの ὡς は理由(「〜だから」)を示す接続詞であり、前文の γοᾶσθέ με(私を嘆いておくれ)に係る。また、形容詞の対格中性複数形 μέλεα(悲惨なこと)と主格男性単数形(ここでは話者が女性を擬装しているため女性の意味だがパロディ元では男性形または悲劇の一般形容詞) μέλεος(悲惨な私)が並置される同語異形(polyptoton)で、悲痛さを強調している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-22)
  • 2026-09-22 AI校閲 — 原文 1 件
urn:cts:greekLit:tlg0006.tlg020.humanitext-grc1:82-124