← ディオゲネス・ラエルティオス

ギリシア哲学者列伝

§8.2.71-8.2.77

エンペドクレスの死因異説と四元素などの自然学説

ティマイオスによるエトナ火口投身説への反論やネアンテスらによる政治的活動・死因の諸説が紹介され、ディオゲネス作の風刺詩とともに四元素や愛と争いを中心とするエンペドクレスの自然哲学・輪廻思想と著作規模が概説される。

← 前次 →

τούτοις δʼ ἐναντιοῦται Τίμαιος, ῥητῶς λέγων ὡς ἐξεχώρησεν εἰς Πελοπόννησον καὶ τὸ σύνολον οὐκ ἐπανῆλθεν· ὅθεν αὐτοῦ καὶ τὴν τελευτὴν ἄδηλον εἶναι. πρὸς δὲ τὸν Ἡρακλείδην καὶ ἐξ ὀνόματος ποιεῖται τὴν ἀντίρρησιν ἐν τῇ ιδʼ· Συρακόσιόν τε γὰρ εἶναι τὸν Πεισιάνακτα καὶ ἀγρὸν οὐκ ἔχειν ἐν Ἀκράγαντι· Παυσανίαν τε μνημεῖον 〈ἂν〉 πεποιηκέναι τοῦ φίλου, τοιούτου διαδοθέντος λόγου1, ἢ ἀγαλμάτιόν τι ἢ σηκὸν οἷα θεοῦ· καὶ γὰρ πλούσιον εἶναι. πῶς οὖν, φησὶν, εἰς τοὺς κρατῆρας ἥλατο ὧν 〈ὡσ〉 σύνεγγυς ὄντων οὐδὲ μνείαν ποτὲ ἐπεποίητο; τετελεύτηκεν οὖν ἐν Πελοποννήσῳ.

これに対してティマイオスは反対の論を唱え、彼がペロポネソスへと退去して二度と戻らなかったこと、それゆえにその死も知られていないことを明言している。そして第十四巻において、とりわけヘラクレイデスを名指しして反駁を加えている。というのも、ペイシアナクスはシュラクサイ人であってアクラガスに地所など持っていなかったこと、またパウサニアスも、そのような風説が広まったならば、友のために記念碑か何らかの小像、あるいは神に対するような祠を建立したであろうからである。実際、彼は富裕であったのだから。 「それならばどうして、」と彼は言う、「近隣にあるのに一度も言及したことすらない火口へと飛び込んだというのか。したがって彼はペロポネソスで客死したのである。

οὐδὲν δὲ παράδοξον τάφον αὐτοῦ μὴ φαίνεσθαι· μηδὲ γὰρ ἄλλων πολλῶν. τοιαῦτά τινα εἰπὼν ὁ Τίμαιος ἐπιφέρει· ἀλλὰ διὰ παντός ἐστιν Ἡρακλείδης τοιοῦτος παραδοξολόγος, καὶ ἐκ τῆς σελήνης πεπτωκέναι ἄνθρωπον λέγων. Ἱππόβοτος δέ φησιν ὅτι ἀνδριὰς ἐγκεκαλυμμένος Ἐμπεδοκλέους ἔκειτο πρότερον μὲν ἐν Ἀκράγαντι, ὕστερον δὲ πρὸ τοῦ Ῥωμαίων βουλευτηρίου ἀκάλυφος δηλονότι μεταθέντων αὐτὸν ἐκεῖ Ῥωμαίων· γραπταὶ μὲν γὰρ εἰκόνες καὶ νῦν περιφέρονται. Νεάνθης δʼ ὁ Κυζικηνὸς ὁ καὶ περὶ τῶν Πυθαγορικῶν εἰπών φησι Μέτωνος τελευτήσαντος τυραννίδος ἀρχὴν ὑποφύεσθαι· εἶτα τὸν Ἐμπεδοκλέα πεῖσαι τοὺς Ἀκραγαντίνους παύσασθαι μὲν τῶν στάσεων, ἰσότητα δὲ πολιτικὴν ἀσκεῖν.

彼の墓が見当たらないのも何ら奇異なことではない。多くの他の者たちの墓も見当たらないのだから。」 このようなことを述べた上で、ティマイオスは付け加えている。 「しかしヘラクレイデスは終始このような奇説を弄する者であり、月からも人間が落ちてきたなどと語る男なのだ。」 ヒッポボトスは、被衣をまとったエンペドクレスの彫像がかつてアクラガスに立っていたが、後には覆いを取り去った姿でローマ人の元老院議事堂の前に立っていたと述べている。明らかにローマ人たちがそこへ移したのである。実際、彼の肖像画は今でも流通している。またピュタゴラス派について論じたキュジコスのネアンテスは、メトンが世を去った後、僭主政治の萌芽が現れかけたが、そのときエンペドクレスがアクラガス市民を説得して党争をやめさせ、市民的平等を実践させたのだと述べている。

Ἔτι τε πολλὰς τῶν πολιτίδων ἀπροίκους ὑπαρχούσας αὐτὸν προικίσαι διὰ τὸν παρόντα πλοῦτον· διὸ δὴ πορφύραν τε ἀναλαβεῖν αὐτὸν καὶ στρόφιον ἐπιθέσθαι χρυσοῦν, ὡς Φαβωρῖνος ἐν Ἀπομνημονεύμασιν· ἔτι τʼ ἐμβάδας χαλκᾶς καὶ στέμμα Δελφικόν. κόμη τε ἦν αὐτῷ βαθεῖα καὶ παῖδες ἀκόλουθοι· καὶ αὐτὸς ἀεὶ σκυθρωπὸς ἐφʼ ἑνὸς σχήματος ἦν. τοιοῦτος δὴ προῄει, τῶν πολιτῶν ἐντυχόντων καὶ τοῦτʼ ἀξιωσάντων οἱονεὶ βασιλείας τινὸς παράσημον. ὕστερον δὲ διά τινα πανήγυριν πορευόμενον ἐπʼ ἀμάξης ὡς εἰς Μεσσήνην2 πεσεῖν καὶ τὸν μηρὸν κλάσαι· νοσήσαντα δʼ ἐκ τούτου τελευτῆσαι ἐτῶν ἑπτὰ καὶ ἑβδομήκοντα. εἶναι δʼ αὐτοῦ καὶ τάφον ἐν Μεγάροις.

さらに、多くの市民の娘たちが持参金を持たないでいたのを、手元にあった富によって持参金を与えてやったともいう。それゆえに、ファボリノスが『覚書』で記しているように、彼自身は紫の衣をまとい、黄金の花輪を身につけたのであった。さらに青銅の靴とデルポイの冠を身につけていた。髪は豊かに伸ばし、従僕の少年たちを従えていた。そして彼自身は常に険しい表情を崩さず、一定の威儀を保っていた。彼は市民たちが彼に出会い、あたかも王権の標章であるかのようにこれを認める中で、このように歩み出たのであった。しかし後に、ある祝祭のために車に乗ってメッセネへと向かっていた際、転落して大腿骨を折った。そしてこのことから病を得て、七十七歳で世を去った。また彼の墓はメガラにあるという。

Περὶ δὲ τῶν ἐτῶν Ἀριστοτέλης διαφέρεται· φησὶ γὰρ ἐκεῖνος ἑξήκοντʼ ἐτῶν αὐτὸν τελευτῆσαι· οἱ δὲ ἐννέα καὶ ἑκατόν. ἤκμαζε δὲ κατὰ τὴν τετάρτην καὶ ὀγδοηκοστὴν Ὀλυμπιάδα. Δημήτριος δʼ ὁ Τροιζήνιος ἐν τῷ Κατὰ σοφιστῶν βιβλίῳ φησὶν αὐτὸν καθʼ Ὅμηρον "ἁψάμενον βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο κρανείης αὐχένʼ ἀποκρεμάσαι, ψυχὴν δʼ Ἄϊδόσδε κατελθεῖν." Ἐν δὲ τῷ προειρημένῳ Τηλαύγους ἐπιστολίῳ λέγεται αὐτὸν εἰς θάλατταν ὑπὸ γήρως ὀλισθόντα τελευτῆσαι. καὶ ταῦτα μὲν περὶ τοῦ θανάτου καὶ τοσαῦτα. Φέρεται δὲ καὶ ἡμῶν εἰς αὐτὸν ἐν τῇ Παμμέτρῳ σκωπτικὸν μέν, τοῦτον δʼ ἔχον τὸν τρόπον·

その享年についてはアリストテレスが異論を唱えており、六十歳で世を去ったと述べるが、百九歳であったとする者たちもいる。彼の全盛期は第八十四オリンピア期であった。トロイゼンのデメトリオスは『ソフィスト駁論』の中で、彼がホメロスのように、 「高きハナミズキの木から険しき首括りの輪を結び、 首を吊り下げて、魂はハデスへと下った」と述べている。また先に言及したテラウゲスの小書簡の中では、彼が老齢のために海へと滑り落ちて命を落としたと語られている。彼の死についてはこれら多くの説がある。 また彼に対して、我々の『全韻律詩集』の中に、皮肉を込めた次のような詩節が収められている。

"καὶ σύ ποτʼ, Ἐμπεδόκλεις, διερῇ φλογὶ σῶμα καθήρας πῦρ ἀπὸ κρητήρων ἔκπιες ἀθανάτων· οὐκ ἐρέω δʼ ὅτι σαυτὸν ἑκὼν βάλες ἐς ῥόον Αἴτνης, ἀλλὰ λαθεῖν ἐθέλων ἔμπεσες οὐκ ἐθέλων." καὶ ἄλλο· "ναὶ μὴν Ἐμπεδοκλῆα θανεῖν λόγος ὥς ποτʼ ἀμάξης ἔκπεσε καὶ μηρὸν κλάσσατο δεξιτερόν· εἰ δὲ πυρὸς κρητῆρας ἐσήλατο καὶ πίε τὸ ζῆν, πῶς ἂν ἔτʼ ἐν Μεγάροις δείκνυτο τοῦδε τάφος;"

「かつて汝も、エンペドクレスよ、生ける炎によって体を清め、 不死の火口から火を飲み干した。 汝が自ら進んでエトナの奔流に身を投げたとは我は言わぬ、 されど人目を逃れんと欲して、意に反して落ちてしまったのだ。」 さらに別の詩は次の通りである。 「げにエンペドクレスは、かつて車から 転落して右の腿を折って死んだという説もある。 もし彼が火の火口へと飛び込んで命を飲み干したのだとしたら、 いかにしてメガラにおいて今なお彼の墓が示され得ようか。」

Ἐδόκει δʼ αὐτῷ τάδε· στοιχεῖα μὲν εἶναι τέτταρα, πῦρ, ὕδωρ, γῆν, ἀέρα· Φιλίαν θʼ ᾗ συγκρίνεται καὶ Νεῖκος ᾧ διακρίνεται. φησὶ δʼ οὕτω· "Ζεὺς ἀργὴς Ἥρη τε φερέσβιος ἠδʼ Ἀϊδωνεὺς Νῆστίς θʼ, ἣ δακρύοις τέγγει κρούνωμα βρότειον·" Δία μὲν τὸ πῦρ λέγων, Ἥρην δὲ τὴν γῆν, Ἀϊδωνέα δὲ τὸν ἀέρα, Νῆστιν δὲ τὸ ὕδωρ. Καὶ ταῦτα, φησίν, ἀλλάττοντα διαμπερὲς οὐδαμὰ λήγει, ὡς ἂν ἀϊδίου τῆς τοιαύτης διακοσμήσεως οὔσης3· ἐπιφέρει γοῦν· "ἄλλοτε μὲν Φιλότητι συνερχόμενʼ εἰς ἓν ἅπαντα, ἄλλοτε δʼ αὖ δίχʼ ἕκαστα φορεύμενα Νείκεος ἔχθει.>"

彼の見解は次のようなものであった。諸元素は四つあり、火、水、土、空気である。そしてそれらが結合する「愛」と、それらが分離する「争い」とがある。彼は次のように述べている。 「輝くゼウスと、生命を育むヘラ、そしてアイドネウス、 さらに涙をもって死すべき者の泉を潤すネスティス」ここでゼウスとは火、ヘラとは土、アイドネウスとは空気、ネスティスとは水を指している。 「そしてこれらは」と彼は言う、「絶え間なく交代しつつ決して止むことがない。」 このような世界秩序が永遠のものであるかのようにである。実際、彼は次のように続けている。 「ある時には愛によってすべてが一へと集まり、 またある時には争いの憎悪によってそれぞれが別々に散らされる。」

Καὶ τὸν μὲν ἥλιόν φησι πυρὸς ἄθροισμα μέγα καὶ τῆς σελήνης μείζω· τὴν δὲ σελήνην δισκοειδῆ, αὐτὸν δὲ τὸν οὐρανὸν κρυσταλλοειδῆ. καὶ τὴν ψυχὴν παντοῖα εἴδη ζῴων καὶ φυτῶν ἐνδύεσθαι· φησὶ γοῦν· "ἤδη γάρ ποτʼ ἐγὼ γενόμην κοῦρός τε κόρη τε θάμνος τʼ οἰωνός τε καὶ ἔξαλος ἔμπυρος ἰχθύς." Τὰ μὲν οὖν Περὶ φύσεως αὐτῷ καὶ οἱ Καθαρμοὶ εἰς ἔπη τείνουσι πεντακισχίλια, ὁ δὲ Ἰατρικὸς λόγος εἰς ἔπη ἑξακόσια. περὶ δὲ τῶν τραγῳδιῶν προειρήκαμεν.

また彼は、太陽は火の巨大な集積であり、月よりも大きいと述べている。月は円盤状であり、天そのものは水晶のようであるという。そして魂はあらゆる種類の動物や植物の姿をまとう。実際彼はこう述べている。 「かつて我もすでに、少年となり少女となり、 茂みとなり鳥となり、水より出でし火のごとき魚となったのだ。」 さて、彼の『自然について』および『浄め』は五千行に達し、『医学の書』は六百行に及ぶ。悲劇についてはすでに述べた通りである。

構文注3 件
  1. 8.2.71Παυσανίαν τε μνημεῖον 〈ἂν〉 πεποιηκέναι τοῦ φίλου, τοιούτου διαδοθέντος λόγου

    間接話法における条件文の帰結節を表す構文。〈ἂν〉+完了不定詞(πεποιηκέναι)は直説法過去+ἄν(過去の事実に反する仮定の帰結「…したであろう」)に相当し、絶対属格 τοιούτου διαδοθέντος λόγου(「そのような風説が広まったならば」)が条件節(protasis)の役割を果たしている。

  2. 8.2.73ὡς εἰς Μεσσήνην

    前置詞句(εἰς Μεσσήνην)の前に置かれた ὡς は、「…へ向かって」という移動の見かけの目的や意図(「あたかもメッセネへ行くかのように」あるいは「メッセネを目ざして」)を表す副詞的用法である。

  3. 8.2.76ὡς ἂν ἀϊδίου τῆς τοιαύτης διακοσμήσεως οὔσης

    ὡς ἄν に絶対属格(ἀϊδίου ... οὔσης)が後続する構文。ここでは条件的なニュアンスを含みつつ、「そのような宇宙秩序があたかも永遠であるかのように」という主観的・仮定的な理由付けや前提を提示している。

モデル:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:8.2.71-8.2.77