- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:6.2.71-6.2.75
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-27
ディオゲネスの思想的立場(鍛錬の重要性、自然の重視、共有制、自然学的考察)と、海賊に捕らえられ奴隷として売られた際のエピソードおよび人々を魅了した説得力が語られる。
Οὐδέν γε μὴν ἔλεγε τὸ παράπαν ἐν τῷ βίῳ χωρὶς ἀσκήσεως κατορθοῦσθαι, δυνατὴν δὲ ταύτην πᾶν ἐκνικῆσαι. δέον οὖν ἀντὶ τῶν ἀχρήστων πόνων τοὺς κατὰ φύσιν ἑλομένους ζῆν εὐδαιμόνως, παρὰ τὴν ἄνοιαν κακοδαιμονοῦσι.1 καὶ γὰρ αὐτὴ τῆς ἡδονῆς ἡ καταφρόνησις ἡδυτάτη προμελετηθεῖσα, καὶ ὥσπερ οἱ συνεθισθέντες ἡδέως ζῆν, ἀηδῶς ἐπὶ τοὐναντίον μετίασιν, οὕτως οἱ τοὐναντίον ἀσκηθέντες ἥδιον αὐτῶν τῶν ἡδονῶν καταφρονοῦσι. τοιαῦτα διελέγετο καὶ ποιῶν ἐφαίνετο, ὄντως νόμισμα παραχαράττων, μηδὲν οὕτω τοῖς κατὰ νόμον ὡς τοῖς κατὰ φύσιν διδούς· τὸν αὐτὸν χαρακτῆρα τοῦ βίου λέγων διεξάγειν ὅνπερ καὶ Ἡρακλῆς, μηδὲν ἐλευθερίας προκρίνων.
そして彼は、人生において鍛錬なしには何事もまったく正しく達成されえず、鍛錬はあらゆるものを克服する力を持つと言っていた。それゆえ、無用な労苦の代わりに自然に適った労苦を選んで幸福に生きるべきであるのに、人々は無分別ゆえに悲惨に暮らしているのである。実際、快楽そのものに対する軽蔑も、前もって練習を積めばきわめて快いものとなる。心地よく生きることに慣れた者たちが不快感を抱きながら反対の状態へと移行するのと同様に、反対の状態に鍛錬された者たちは快楽そのものをより快く軽蔑するのである。彼はこのような議論を交わし、また自ら実践しているように見えた。彼は実質的に「通貨を改鋳して」おり、慣習(ノモス)に適ったものには何も与えず、自然(ピュシス)に適ったものにこそ与えていたのである。自分はヘラクレスと同じ生活の性格(あり方)を営んでいるのだと言い、自由よりも優先するものは何一つ持たなかった。
Πάντα τῶν σοφῶν εἶναι λέγων καὶ τοιούτους λόγους ἐρωτῶν οἵους ἄνω προειρήκαμεν· πάντα τῶν θεῶν ἐστι· φίλοι δὲ τοῖς σοφοῖς οἱ θεοί· κοινὰ δὲ τὰ τῶν φίλων. πάντα ἄρα τῶν σοφῶν. περί τε τοῦ νόμου ὅτι χωρὶς αὐτοῦ οὐχ οἷόν τε πολιτεύεσθαι· οὐ γάρ φησιν ἄνευ πόλεως ὄφελός τι εἶναι ἀστείου· ἀστεῖον δὲ ἡ πόλις· νόμου δὲ ἄνευ πόλεως οὐδὲν ὄφελος· ἀστεῖον ἄρα ὁ νόμος.2 εὐγενείας δὲ καὶ δόξας καὶ τὰ τοιαῦτα πάντα διέπαιζε, προκοσμήματα κακίας εἶναι λέγων· μόνην τε ὀρθὴν πολιτείαν εἶναι τὴν ἐν κόσμῳ. ἔλεγε δὲ καὶ κοινὰς εἶναι δεῖν τὰς γυναῖκας, γάμον μηδένα νομίζων, ἀλλὰ τὸν πείσαντα τῇ πεισθείσῃ συνεῖναι· κοινοὺς δὲ διὰ τοῦτο καὶ τοὺς υἱέας.
すべてのものは賢者のものであると言い、我々が先述したような次のような議論を問いかけていた。「万物は神々のものである。神々は賢者たちにとって友人である。友人のものは共有である。したがって万物は賢者のものである」。また、法律に関しても、それなしには国制を営むことは不可能であると述べていた。「都市なしには洗練されたもの(アステイオン)は何の役にも立たない。そして都市は洗練されたものである。都市なしには法は何の役にも立たない。したがって法は洗練されたものである」。高貴な生まれや名声、その他同種のすべてのものを彼は嘲笑し、それらは悪徳の装飾物にすぎないと述べていた。そして唯一の正しい国制とは宇宙(コスモス)における国制であると言っていた。また、妻たちを共有にすべきであるとも言っていた。彼はいかなる婚姻も認めず、説得した者が説得された女性と共にあるべきだとし、それゆえに子供たちも共有であるとした。
Μηδέν τε ἄτοπον εἶναι ἐξ ἱεροῦ τι λαβεῖν ἢ τῶν ζῴων τινὸς γεύσασθαι· μηδʼ ἀνόσιον εἶναι τὸ καὶ τῶν ἀνθρωπείων κρεῶν ἅψασθαι, ὡς δῆλον ἐκ τῶν ἀλλοτρίων ἐθῶν· καὶ τῷ ὀρθῷ λόγῳ πάντʼ ἐν πᾶσι καὶ διὰ πάντων εἶναι λέγων.3 καὶ γὰρ ἐν τῷ ἄρτῳ κρέας εἶναι καὶ ἐν τῷ λαχάνῳ ἄρτον, καὶ τῶν σωμάτων τῶν λοιπῶν ἐν πᾶσι διά τινων ἀδήλων πόρων [καὶ] ὄγκων εἰσκρινομένων καὶ συνατμιζομένων, ὡς δῆλον ἐν τῷ Πυέστῃ ποιεῖ, εἴ γʼ αὐτοῦ αἱ τραγῳδίαι καὶ μὴ Φιλίσκου τοῦ Αἰγινήτου ἐκείνου γνωρίμου ἢ Πασιφῶντος τοῦ Λουκιανοῦ, ὅν φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ μετὰ τὴν τελευτὴν αὐτοῦ συγγράψαι. μουσικῆς τε καὶ γεωμετρικῆς καὶ ἀστρολογίας καὶ τῶν τοιούτων ἀμελεῖν, ὡς ἀχρήστων καὶ οὐκ ἀναγκαίων.
また、神殿から何かを取ることや、動物の肉を食べることは何らおかしなことではないとし、さらに人肉に口をつけることさえ不敬ではないと言っていた。これは異国の習俗から見ても明らかであるという。そして正しい理屈(ロゴス)に従えば、すべてのものはすべてのものの中にあり、すべてのものを通じているのだと言っていた。事実、パンの中には肉があり、野菜の中にはパンがあり、残りの物体も不可視の小孔や微粒子を通じて互いに入り込み、ともに蒸散し合っているからである。彼が自作の戯曲『テュエステス』において明らかにしているとおりである――もしその悲劇が彼自身のものであり、彼と懇意であったアイギナのピリスコスや、ファボリノスが『雑史』においてディオゲネスの死後に書いたと述べているルキアノスの息子のパシポンによるものでないとするならばであるが。また、音楽、幾何学、天文学、その他同様の学問は無用であり必須ではないとして無視した。
Εὐστοχώτατος δʼ ἐγένετο ἐν ταῖς ἀπαντήσεσι τῶν λόγων, ὡς δῆλον ἐξ ὧν προειρήκαμεν. Καὶ πρᾶσιν ἤνεγκε γενναιότατα· πλέων γὰρ εἰς Αἴγιναν καὶ πειραταῖς ἁλοὺς ὧν ἦρχε Σκίρπαλος, εἰς Κρήτην ἀπαχθεὶς ἐπιπράσκετο· καὶ τοῦ κήρυκος ἐρωτῶντος τί οἶδε ποιεῖν, ἔφη, ἀνθρώπων ἄρχειν. ὅτε καὶ δείξας τινὰ Κορίνθιον εὐπάρυφον, τὸν προειρημένον Ξενιάδην, ἔφη, τούτῳ με πώλει· οὗτος δεσπότου χρῄζει. ὠνεῖται δὴ αὐτὸν ὁ Ξενιάδης καὶ ἀπαγαγὼν εἰς τὴν Κόρινθον ἐπέστησε τοῖς ἑαυτοῦ παιδίοις καὶ πᾶσαν ἐνεχείρισε τὴν οἰκίαν. ὁ δὲ οὕτως αὐτὴν ἐν πᾶσι διετίθει, ὥστε ἐκεῖνος περιιὼν ἔλεγεν· ἀγαθὸς δαίμων εἰς τὴν οἰκίαν μου εἰσελήλυθε.
また、議論の応答においてはきわめて機敏であったが、それは先述した事柄からも明らかである。 そして奴隷として売られることもきわめて気高く耐えた。というのも、アイギナへと航海中、スキルパロスが率いる海賊たちに捕らえられ、クレタへと連行されて売りに出されたのである。布告役(競売人)が何ができるのかと尋ねると、「人間を支配することだ」と言った。そのとき、身なりの立派なコリントス人の男、すなわち先述のクセニアデスを指差して、「あの男に私を売れ。あの男は主人を必要としている」と言った。そこでクセニアデスは彼を買い、コリントスへと連れ帰って自分の子供たちの養育を任せ、家の管理をすべて委ねた。ディオゲネスは万事において家事を実に見事に差配したため、クセニアデスは方々で「善き神霊(アガトス・ダイモーン)が我が家に入り込んだ」と言って回るほどであった。
Φησὶ δὲ Κλεομένης ἐν τῷ ἐπιγραφομένῳ Παιδαγωγικῷ τοὺς γνωρίμους λυτρώσασθαι αὐτὸν θελῆσαι, τὸν δʼ εὐήθεις αὐτοὺς εἰπεῖν· οὐδὲ γὰρ τοὺς λέοντας δούλους εἶναι τῶν τρεφόντων, ἀλλὰ τοὺς τρέφοντας τῶν λεόντων. δούλου γὰρ τὸ φοβεῖσθαι, τὰ δὲ θηρία φοβερὰ τοῖς ἀνθρώποις εἶναι. θαυμαστὴ δέ τις ἦν περὶ τὸν ἄνδρα πειθώ, ὥστε πάνθʼ ὁντινοῦν ῥᾳδίως αἱρεῖν τοῖς λόγοις. λέγεται γοῦν Ὀνησίκριτον τινα Αἰγινήτην πέμψαι εἰς τὰς Ἀθήνας δυοῖν ὄντοιν υἱοῖν τὸν ἕτερον Ἀνδροσθένην, ὃν ἀκούσαντα τοῦ Διογένους αὐτόθι προσμεῖναι· τὸν δʼ ἐπʼ αὐτὸν καὶ τὸν ἕτερον ἀποστεῖλαι τὸν πρεσβύτερον Φιλίσκον τὸν προειρημένον, ὁμοίως δὲ καὶ τὸν Φιλίσκον κατασχεθῆναι·4
またクレオメネスは『パイダゴーギコス』と題する書の中で、ディオゲネスの知人たちが彼を身代金で買い戻そうと望んだが、ディオゲネスは彼らを愚か者と呼んだと記している。ライオンはそれを養う者たちの奴隷ではなく、養う者たちのほうがライオンの奴隷だからである。恐れることこそ奴隷の性質であり、野獣は人間にとって恐ろしいものだからである。この男には驚くべき説得力があり、どんな人間でも言葉によって容易にとりこにしてしまった。たとえば、アイギナ人のあるオネシクリトスが、二人の息子のうちの一人アンドロステネスをアテナイに派遣したところ、彼はディオゲネスの話を聞いてその場に留まってしまったという。そこで父親は彼を連れ戻すために長男である先述のピリスコスを派遣したが、同様にピリスコスもまた引き留められてしまったと伝えられている。
- 6.2.71δέον οὖν ἀντὶ τῶν ἀχρήστων πόνων τοὺς κατὰ φύσιν ἑλομένους ζῆν εὐδαιμόνως, παρὰ τὴν ἄνοιαν κακοδαιμονοῦσι.
δέον は非人称動詞 δεῖ の対格絶対分詞であり、「〜すべきであるのに」という譲歩・対比を表す副詞節として機能している。主文の動詞 κακοδαιμονοῦσι(直説法現在三人称複数)に対し、意味上の主語(人々・人間一般)が明示されないまま、分詞 ἑλομένους(対格複数)と不定詞 ζῆν が δεῖ(δέον)の支配下に置かれている破格構文(anacoluthon)である。
- 6.2.72οὐ γάρ φησιν ἄνευ πόλεως ὄφελός τι εἶναι ἀστείου· ἀστεῖον δὲ ἡ πόλις· νόμου δὲ ἄνευ πόλεως οὐδὲν ὄφελος· ἀστεῖον ἄρα ὁ νόμος.
語源的言葉遊び(paronomasia)に基づく三段論法。名詞 ἄστυ(都市・町)から派生した形容詞 ἀστεῖος は「都市の、洗練された、機知に富んだ、優れた」を意味する。ここでは ἀστεῖον(中性名詞的用法の「洗練されたもの」および述語形容詞)と πόλις、νόμος の関係を推論の媒介項として用いている。
- 6.2.73καὶ τῷ ὀρθῷ λόγῳ πάντʼ ἐν πᾶσι καὶ διὰ πάντων εἶναι λέγων.
前文の μηδέν τε ἄτοπον εἶναι... μηδʼ ἀνόσιον εἶναι に続く間接話法。アナクサゴラス風の命題 πάντʼ ἐν πᾶσι(すべてはすべてのものの中にある)が対格不定詞構文(πάντα ... εἶναι)で表現され、分詞 λέγων が話者の主張を付加している。τῷ ὀρθῷ λόγῳ は基準・様態の与格(「正しい理性・説明に従えば」)。
- 6.2.75λέγεται γοῦν Ὀνησίκριτον́ τινα Αἰγινήτην πέμψαι εἰς τὰς Ἀθήνας δυοῖν ὄντοιν υἱοῖν τὸν ἕτερον Ἀνδροσθένην, ὃν ἀκούσαντα τοῦ Διογένους αὐτόθι προσμεῖναι· τὸν δʼ ἐπʼ αὐτὸν καὶ τὸν ἕτερον ἀποστεῖλαι τὸν πρεσβύτερον Φιλίσκον τὸν προειρημένον, ὁμοίως δὲ καὶ τὸν Φιλίσκον κατασχεθῆναι·
非人称動詞 λέγεται に統括された重構造の対格不定詞構文。主語 Ὀνησίκριτον が 不定詞 πέμψαι(目的語は τὸν ἕτερον Ἀνδροσθένην)を支配し、関係詞節 ὃν ... προσμεῖναι の後、接続詞 δέ で受けた τὸν δʼ(父オネシクリトスを指す対格主語)が再び不定詞 ἀποστεῖλαι(目的語は τὸν ἕτερον τὸν πρεσβύτερον Φιλίσκον、前置詞句 ἐπʼ αὐτόν は「アンドステネスを連れ戻しに」)を支配する。最後の καὶ τὸν Φιλίσκον κατασχεθῆναι は受動態不定詞による結果的・連続的結句。
