← ディオゲネス・ラエルティオス

ギリシア哲学者列伝

§6.1.7-6.1.13

アンティステネスの逸話と徳の教説および犬儒の装い

アンティステネスの機知に富んだ逸話やプラトンらへの辛辣な言動、徳の自足性や知者の生き方を巡る倫理的教説、そして粗衣や頭陀袋といった犬儒派の身なりの起源が語られる。

← 前次 →

ἐρωτηθεὶς τί τῶν μαθημάτων ἀναγκαιότατον, τὸ περιαιρεῖν, ἔφη, τὸ ἀπομανθάνειν1. παρεκελεύετό τε κακῶς ἀκούοντας καρτερεῖν μᾶλλον ἢ εἰ λίθοις τις βάλλοιτο. Ἔσκωπτέ τε Πλάτωνα ὡς τετυφωμένον. πομπῆς γοῦν γενομένης ἵππον θεασάμενος φρυακτήν φησι πρὸς τὸν Πλάτωνα, ἐδόκεις μοι καὶ σὺ ἵππος ἂν εἶναι λαμπρυντής· τοῦτο δὲ ἐπεὶ καὶ συνεχὲς ὁ Πλάτων ἵππον ἐπῄνει. καί ποτʼ ἐλθὼν πρὸς αὐτὸν νοσοῦντα καὶ θεασάμενος λεκάνην ἔνθα ὁ Πλάτων ἐμημέκει ἔφη, χολὴν μὲν ὁρῶ ἐνταῦθα, τῦφον δὲ οὐχ ὁρῶ.

学問の中で最も必要なものは何かと問われ、「余計なものを削ぎ落とすこと、すなわち学んだ悪習を忘れ去ることだ」と彼は言った。 また、悪評を立てられても、石を投げつけられる場合以上に耐え忍ぶようにと勧めていた。 彼はプラトンを思い上がっていると嘲笑した。祭礼の行列のさい、威勢よく嘶く馬を見て、プラトンに向かってこう言った。 「お前も馬であったなら、見せびらかす馬になっていたように思われるぞ。」 これは、プラトンが馬を絶えず称賛していたからである。またあるとき、病に伏すプラトンを見舞い、彼が嘔吐した洗面器を見て言った。 「ここには胆汁は見受けられるが、傲慢は見当たらないな。」

συνεβούλευεν Ἀθηναίοις τοὺς ὄνους ἵππους ψηφίσασθαι· ἄλογον δὲ ἡγουμένων, ἀλλὰ μὴν καὶ στρατηγοί, φησί, φαίνονται παρʼ ὑμῖν μηδὲν μαθόντες, μόνον δὲ χειροτονηθέντες. πρὸς τὸν εἰπόντα, πολλοί σε ἐπαινοῦσι, τί γάρ, ἔφη, κακὸν πεποίηκα; στρέψαντος αὐτοῦ τὸ διερρωγὸς τοῦ τρίβωνος εἰς τὸ προφανές, Σωκράτης ἰδών φησιν, ὁρῶ σου διὰ τοῦ τρίβωνος τὴν φιλοδοξίαν. ἐρωτηθεὶς ὑπό του, καθά φησι Φανίας ἐν τῷ Περὶ τῶν Σωκρατικῶν, τί ποιῶν καλὸς κἀγαθὸς ἔσοιτο, ἔφη, εἰ τὰ κακὰ ἃ ἔχεις ὅτι φευκτά ἐστι μάθοις2 παρὰ τῶν εἰδότων. πρὸς τὸν ἐπαινοῦντα τρυφήν, ἐχθρῶν παῖδες, ἔφη, τρυφήσειαν.

彼はアテナイ人たちに、ロバを馬と議決するよう勧めた。彼らが理に合わないとみなすと、こう言った。 「しかし、お前たちのところでは、何の心得もなく、ただ挙手で選出されただけの者たちが将軍として現れるではないか。」 「多くの者があなたを称賛しています」と言った者に対して、「いったい、私は何か悪いことでもしたのか」と言った。 彼がすり切れた粗衣の破れ目を人目に付くように表に向けたとき、ソクラテスはこれを見て言った。 「お前の粗衣の隙間から、お前の虚栄心が見えるぞ。」 パニアスが『ソクラテス派の哲学者について』の中で伝えているように、何をなせば善美な人になれるのかとある人に問われ、こう答えた。 「自分が持っている悪しきものを避くべきであると、それを知る者たちから学ぶならばそうなるだろう。」 贅沢を称賛する者に対して、「敵の子らが贅沢に耽るがよい」と言った。

Πρὸς τὸ παρασχηματίζον αὑτὸ τῷ πλάστῃ μειράκιον, εἰπέ μοι, φησίν, εἰ φωνὴν λάβοι ὁ χαλκός, ἐπὶ τίνι ἂν οἴει σεμνυνθῆναι; τοῦ δʼ εἰπόντος, ἐπὶ κάλλει, οὐκ αἰσχύνῃ οὖν, ἔφη, τὰ ὅμοια γεγηθὼς ἀψύχῳ; Ποντικοῦ νεανίσκου πολυωρήσειν αὐτοῦ ἐπαγγελλομένου, εἰ τὸ πλοῖον ἀφίκοιτο τῶν ταρίχων, λαβὼν αὐτὸν καὶ θύλακον κενὸν πρὸς ἀλφιτόπωλιν ἧκε καὶ σαξάμενος ἀπῄει· τῆς δὲ αἰτούσης τὸ διάφορον, ὁ νεανίσκος, ἔφη, δώσει ἐὰν τὸ πλοῖον αὐτοῦ τῶν ταρίχων ἀφίκηται. Αὐτὸς δὲ καὶ Ἀνύτῳ τῆς φυγῆς αἴτιος γενέσθαι δοκεῖ καὶ Μελήτῳ τοῦ θανάτου.

彫刻家に対してポーズをとる若者に向かって、「私に言ってくれ」と彼が言った、「もし青銅が声を持ったなら、何をもって誇るとお前は思うか」。 若者が「美しさによってです」と答えると、「ならば、生命なきものと同じ事柄を喜んでいて恥ずかしくないのか」と言った。 ポントス出身の若者が、塩漬け魚を積んだ船が到着したら手厚く世話をすると約束したところ、彼を連れ、空の袋を持って麦粉売りの女のところへ行き、袋を満たして立ち去ろうとした。女が代金を求めると、「この若者が、塩漬け魚を積んだ船が着いた暁に支払ってくれるだろう」と言った。 彼自身は、アニュトスの追放とメレトスの死の原因を作ったと考えられている。

Ποντικοῖς γὰρ νεανίσκοις κατὰ κλέος τοῦ Σωκράτους ἀφιγμένοις περιτυχὼν ἀπήγαγεν αὐτοὺς πρὸς τὸν Ἄνυτον, εἰπὼν ἐν ἤθει σοφώτερον εἶναι τοῦ Σωκράτους· ἐφʼ ᾧ διαγανακτήσαντας τοὺς περιεστῶτας ἐκδιῶξαι αὐτόν. εἰ δέ ποθι θεάσαιτο γύναιον κεκοσμημένον, ἀπῄει ἐπὶ τὴν οἰκίαν αὐτῆς καὶ ἐκέλευε τὸν ἄνδρα ἐξαγαγεῖν ἵππον καὶ ὅπλα, ὥστʼ εἰ μὲν ἔχοι ταῦτα, ἐᾶν τρυφᾶν· ἀμυνεῖσθαι γὰρ τούτοις· εἰ δὲ μή, περιαιρεῖν τὸν κόσμον. Ἤρεσκεν αὐτῷ καὶ τάδε. διδακτὴν ἀπεδείκνυε τὴν ἀρετήν. τοὺς αὐτοὺς εὐγενεῖς [τ]οὺς καὶ ἐναρέτους·

というのも、ソクラテスの名声を慕ってやって来たポントスの若者たちに出くわしたさい、彼らをアニュトスのもとに連れて行き、皮肉を込めて、彼はソクラテスよりも賢明であると言ったからである。これに対して周囲にいた人々が激怒し、アニュトスを追い払ったのであった。また、どこかで美しく着飾った女を見かけると、その家に行き、夫に馬と武器を持ち出すよう命じ、これらを持っているなら贅沢をさせよ(これらで防衛できるからである)、持っていないなら装飾品を取り上げよ、と命じた。 彼には次のような説も支持された。徳は教えられるものであると彼は論証した。生まれが高貴な者とは有徳な者と同じであるとした。

αὐτάρκη δὲ τὴν ἀρετὴν πρὸς εὐδαιμονίαν, μηδενὸς προσδεομένην ὅτι μὴ Σωκρατικῆς ἰσχύος. τήν τʼ ἀρετὴν τῶν ἔργων εἶναι, μήτε λόγων πλείστων δεομένην μήτε μαθημάτων. αὐτάρκη τʼ εἶναι τὸν σοφόν· πάντα γὰρ αὐτοῦ εἶναι τὰ τῶν ἄλλων. τήν τʼ ἀδοξίαν ἀγαθὸν καὶ ἴσον τῷ πόνῳ. καὶ τὸν σοφὸν οὐ κατὰ τοὺς κειμένους νόμους πολιτεύσεσθαι, ἀλλὰ κατὰ τὸν τῆς ἀρετῆς. γαμήσειν τε τεκνοποιίας χάριν, ταῖς εὐφυεστάταις συνιόντα γυναιξί. καὶ ἐρασθήσεσθαι δέ· μόνον γὰρ εἰδέναι τὸν σοφὸν τίνων χρὴ ἐρᾶν.

また徳は幸福にとって自足的であり、ソクラテス的な力以外には何も必要としない。徳は実践に関わるものであり、無数の言葉も教課も必要としない。知者は自足的であり、他人の持ち物はことごとく知者のものである。無名であることは善であり、労苦と同等である。また知者は定められた法に従って国政に携わるのではなく、徳の法に従って生きる。子孫を残すために結婚し、最善の素質を持つ女たちと交わる。また恋情も抱くだろう。というのも、どのような相手に恋すべきかを知るのは知者だけだからである。

Ἀναγράφει δʼ αὐτοῦ καὶ Διοκλῆς ταυτί. τῷ σοφῷ ξένον οὐδὲν οὐδʼ ἄπορον. ἀξιέραστος ὁ ἀγαθός· οἱ σπουδαῖοι φίλοι· συμμάχους ποιεῖσθαι τοὺς εὐψύχους ἅμα καὶ δικαίους· ἀναφαίρετον ὅπλον ἡ ἀρετή· κρεῖττόν ἐστι μετʼ ὀλίγων ἀγαθῶν πρὸς ἅπαντας τοὺς κακοὺς ἢ μετὰ πολλῶν κακῶν πρὸς ὀλίγους ἀγαθοὺς μάχεσθαι. προσέχειν τοῖς ἐχθροῖς· πρῶτοι γὰρ τῶν ἁμαρτημάτων αἰσθάνονται. τὸν δίκαιον περὶ πλείονος ποιεῖσθαι τοῦ συγγενοῦς· ἀνδρὸς καὶ γυναικὸς ἡ αὐτὴ ἀρετή· τἀγαθὰ καλά, τὰ κακὰ αἰσχρά· τὰ πονηρὰ νόμιζε πάντα ξενικά.

ディオクレスも彼について次のような言葉を記録している。知者にとっては見知らぬものも不可能なものも何もない。善き者は愛されるに値する。優れた者同士は友である。気骨と正義を兼ね備えた者たちを味方とせよ。徳は奪い去ることのできない武器である。悪人全員を相手にして少数の善人と共に戦うほうが、少数の善人を相手にして大勢の悪人と共に戦うよりも勝っている。敵に注意を向けよ。彼らは過ちを真っ先に察知するからである。親族よりも正しい人を重んぜよ。男と女の徳は同一である。善きものは美しく、悪しきものは醜い。不正なものはすべて異国のものと見なせ。

Τεῖχος ἀσφαλέστατον φρόνησιν· μήτε γὰρ καταρρεῖν μήτε προδίδοσθαι. τείχη κατασκευαστέον ἐν τοῖς αὑτῶν ἀναλώτοις λογισμοῖς. διελέγετο δʼ ἐν τῷ Κυνοσάργει γυμνασίῳ μικρὸν ἄποθεν τῶν πυλῶν· ὅθεν τινὲς καὶ τὴν κυνικὴν ἐντεῦθεν ὀνομασθῆναι. αὐτός τʼ ἐπεκαλεῖτο Ἁπλοκύων. καὶ πρῶτος ἐδίπλωσε τὸν τρίβωνα, καθά φησι Διοκλῆς, καὶ μόνῳ αὐτῷ ἐχρῆτο· βάκτρον τʼ ἀνέλαβε καὶ πήραν. πρῶτον δὲ καὶ Νεάνθης φησὶ διπλῶσαι θοιμάτιον. Σωσικράτης δʼ ἐν τρίτῃ Διαδοχῶν Διόδωρον τὸν Ἀσπένδιον3, καὶ πώγωνα καθεῖναι καὶ πήρᾳ καὶ βάκτρῳ χρῆσθαι.

思慮こそ最も安全な城壁である。崩れることも裏切られることもないからである。人は自らの難攻不落の推論の中に城壁を築くべきである。彼は市門から少し離れたキュノサルゲスのギュムナシオンで議論を行った。それゆえ、ここから犬儒派の名がついたと考える者たちもいる。彼自身も「純粋な犬」と呼ばれていた。またディオクレスが言うように、彼は最初に粗衣を二重に折り、それだけを身にまとった。杖と頭陀袋を身につけた。ネアンテスもまた、上着を二重にした最初の人物は彼であったと言っている。しかしソシクラテスは『学統記』第三巻で、アスペンドスのディオドロスがそれを行い、髭を伸ばし、頭陀袋と杖を用いたと伝えている。

構文注3 件
  1. 6.1.7τὸ περιαιρεῖν, ἔφη, τὸ ἀπομανθάνειν

    名詞化したふたつの不定詞のうち、τὸ περιαιρεῖν は文の述語として機能し、τὸ ἀπομανθάνειν はその目的語、あるいは περιαιρεῖν の内容を具体的に言い換える同格(説明的同格)として機能している。ここでは後者の同格と解し、「削ぎ落とすこと、すなわち学んだ悪い事柄を忘れ去ること」と解釈した。

  2. 6.1.8εἰ τὰ κακὰ ἃ ἔχεις ὅτι φευκτά ἐστι μάθοις

    典型的な先取り構文(prolepsis)。従属節(ὅτι 節)の主語となるべき τὰ κακὰ ἃ ἔχεις が主動詞 μάθοις の直接目的語の位置へと前置されている。意味の上では「自分が持っている悪しきものが避くべきものであると学ぶならば」の意。

  3. 6.1.13Σωσικράτης δʼ ἐν τρίτῃ Διαδοχῶν Διόδωρον τὸν Ἀσπένδιον

    前文の Νεάνθης φησὶ διπλῶσαι θοιμάτιον(ネアンテスは上着を二重にしたのは彼[アンティステネス]であると言う)から動詞 φησί および不定詞 διπλῶσαι θοιμάτιον が省略された構造。文脈から補われて「ソシクラテスは……アスペンドスのディオドロスが[そうしたと]言う」と読まれる。

モデル:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:6.1.7-6.1.13