- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:3.1.84-3.1.88
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-24
プラトンに帰される事物の区分(ディアエレシス)として、知識(学芸)、医学、法、言論、音楽、良き家柄の各分類体系が列挙される。
Τῆς ἐπιστήμης εἴδη ἐστὶ τρία· τὸ μὲν γάρ ἐστι πρακτικόν, τὸ δὲ ποιητικόν, τὸ δὲ θεωρητικόν. ἡ μὲν οἰκοδομικὴ καὶ ναυπηγικὴ ποιητικαί εἰσιν· ἔστι γὰρ αὐτῶν ἰδεῖν ἔργον πεποιημένον1. πολιτικὴ δὲ καὶ αὐλητικὴ καὶ κιθαριστικὴ καὶ αἱ τοιαῦται πρακτικαί· οὐ γάρ ἐστιν οὐδὲν ἰδεῖν †θετον αὐτῶν πεποιημένον, ἀλλὰ πράττουσί τι· ὁ μὲν γὰρ αὐλεῖ καὶ κιθαρίζει, ὁ δὲ πολιτεύεται. ἡ δὲ γεωμετρικὴ καὶ ἁρμονικὴ καὶ ἀστρολογικὴ θεωρητικαί· οὔτε γὰρ πράττουσιν οὔτε ποιοῦσιν οὐθέν· ἀλλʼ ὁ μὲν γεωμέτρης θεωρεῖ πῶς πρὸς ἀλλήλας ἔχουσιν αἱ γραμμαί, ὁ δʼ ἁρμονικὸς τοὺς φθόγγους, ὁ δʼ ἀστρολογικὸς τὰ ἄστρα καὶ τὸν κόσμον. τῶν ἄρα ἐπιστημῶν αἱ μέν εἰσι θεωρητικαί, αἱ δὲ πρακτικαί, αἱ δὲ ποιητικαί.
知識には三つの種がある。すなわち、実践的なもの、制作的なもの、観想的なものである。建築術や造船術は制作的である。それらには制作された成果(作品)を見ることができるからである。政治、アウロス(笛)演奏、キタラ演奏、およびこれらに類するものは実践的である。それらには制作された成果を見出すことはできず、何かを行うのである。すなわち、ある者はアウロスを吹きキタラを奏で、別の者は政治を行うのである。幾何学、和声学、天文学は観想的である。これらは何も行わず何も制作もしない。幾何学者は線が互いにいかなる関係にあるかを観想し、和声学者は楽音を、天文学者は天体と宇宙を観想するからである。したがって知識には、観想的なもの、実践的なもの、制作的なものがある。
Τῆς ἰατρικῆς ἐστιν εἴδη πέντε· ἡ μὲν φαρμακευτική, ἡ δὲ χειρουργική, ἡ δὲ διαιτητική, ἡ δὲ νοσογνωμονική, ἡ δὲ βοηθητική. ἡ μὲν φαρμακευτικὴ διὰ φαρμάκων ἰᾶται τὰς ἀρρωστίας, ἡ δὲ χειρουργικὴ διὰ τοῦ τέμνειν καὶ καίειν ὑγιάζει, ἡ δὲ διαιτητικὴ διὰ τοῦ διαιτᾶν ἀπαλλάττει τὰς ἀρρωστίας, ἡ δὲ νοσογνωμονικὴ διὰ τοῦ γνῶναι τὸ ἀρρώστημα, ἡ δὲ βοηθητικὴ διὰ τοῦ βοηθῆσαι εἰς τὸ παραχρῆμα ἀπαλλάττει τῆς ἀλγηδόνος. τῆς ἄρα ἰατρικῆς ἡ μέν ἐστι φαρμακευτική, ἡ δὲ χειρουργική, ἡ δὲ διαιτητική, ἡ δὲ βονθητική, ἡ δὲ νοσογνωμονική.
医学には五つの種がある。すなわち、薬物療法、外科手術、食養生療法、診断学(症候学)、救急療法(対症療法)である。薬物療法は薬によって病気を治療し、外科手術は切開や焼灼によって治癒させ、食養生療法は生活養生によって病気を取り除き、診断学は病気を認識することによって、救急療法は即座に支援を施すことによって苦痛を取り除く。したがって医学には、薬物療法、外科手術、食養生療法、救急療法、診断学がある。
Νόμου διαιρέσεις δύο· ὁ μὲν γὰρ αὐτοῦ γεγραμμένος, ὁ δὲ ἄγραφος. ᾧ μὲν ἐν ταῖς πόλεσι πολιτευόμεθα, γεγραμμένος ἐστίν2. ὁ δὲ κατὰ ἔθη γινόμενος οὗτος ἄγραφος καλεῖται· οἷον τὸ μὴ γυμνὸν πορεύεσθαι εἰς τὴν ἀγορὰν μηδὲ γυναικεῖον ἱμάτιον περιβάλλεσθαι. ταῦτα γὰρ οὐθεὶς νόμος κωλύει, ἀλλʼ ὅμως οὐ πράττομεν διὰ τὸ ἀγράφῳ νόμῳ κωλύεσθαι. τοῦ ἄρα νόμου ἐστὶν ὁ μὲν γεγραμμένος, ὁ δὲ ἄγραφος. Ὁ λόγος διαιρεῖται εἰς πέντε, ὧν εἷς μέν ἐστιν, ὃν οἱ πολιτευόμενοι λέγουσιν ἐν ταῖς ἐκκλησίαις, ὃς καλεῖται πολιτικός.
法には二つの区分がある。すなわち、成文法と不文法である。私たちが都市(ポリス)において国政に参与する際に従う法は、成文法である。他方、慣習に従って生じる法は不文法と呼ばれる。たとえば、アゴラに裸で出歩かないことや、女性用の着物を身にまとわないことなどである。これらは成文法が禁じているわけではないが、それでも不文法によって禁じられているために行わないのである。したがって法には、成文のものと不文のものがある。 言論(言明)は五つに区分され、そのうちの一つは、政治家たちが民会で語るものであり、政治的言論と呼ばれる。
ἑτέρα δὲ διαίρεσις λόγου, ὃν οἱ ῥήτορες γράφουσιν † εἰς ἐπίδειξιν προφέρουσιν εἰς ἐγκώμια καὶ ψόγους καὶ κατηγορίας· τὸ δὴ τοιοῦτον εἶδός ἐστι ῥητορικόν. τρίτη δὲ διαίρεσις λόγου, ὃν οἱ ἰδιῶται διαλέγονται πρὸς ἀλλήλους· οὗτος δὴ ὁ τρόπος προσαγορεύεται ἰδιωτικός. ἑτέρα δὲ διαίρεσις λόγου, ὃν οἱ κατὰ βραχὺ ἐρωτῶντες καὶ ἀποκρινόμενοι τοῖς ἐρωτῶσιν διαλέγονται· οὗτος δὲ καλεῖται ὁ λόγος διαλεκτικός. πέμπτη δὲ διαίρεσις λόγου, ὃν οἱ τεχνῖται περὶ τῆς ἑαυτῶν διαλέγονται τέχνης· ὃς δὴ καλεῖται τεχνικός. τοῦ λόγου ἄρα τὸ μέν ἐστι πολιτικόν, τὸ δὲ ῥητορικόν, τὸ δὲ ἰδιωτικόν, τὸ δὲ διαλεκτικόν, τὸ δὲ τεχνικόν.
言論のもう一つの区分は、弁論家たちが書き、顕彰や非難や告発のために演説するものであり、このような種は弁論的言論である。言論の第三の区分は、私人たちが互いに語り合うものであり、このあり方は私的言論と呼ばれる。言論のもう一つの区分は、短く問い、問う者に答える人々が交わすものであり、この言論は問答的(弁証法的)言論と呼ばれる。言論の第五の区分は、職人・専門家たちが自分たちの専門技術について語り合うものであり、技術的言論と呼ばれる。したがって言論には、政治的なもの、弁論的なもの、私的なもの、問答的なもの、技術的なものがある。
Ἡ μουσικὴ εἰς τρία διαιρεῖται· ἔστι γὰρ ἡ μὲν διὰ τοῦ στόματος μόνον, οἷον ἡ ᾠδή· δεύτερον δὲ διὰ τοῦ στόματος καὶ τῶν χειρῶν, οἷον ἡ κιθαρῳδία· τρίτον ἀπὸ τῶν χειρῶν μόνον, οἷον κιθαριστική. τῆς ἄρα μουσικῆς ἐστι τὸ μὲν ἀπὸ τοῦ στόματος μόνον, τὸ δʼ ἀπὸ τοῦ στόματος καὶ τῶν χειρῶν, τὸ δʼ ἀπὸ τῶν χειρῶν. Διαιρεῖται δὲ ἡ εὐγένεια εἰς εἴδη τέτταρα. ἓν μέν, ἐὰν ὦσιν οἱ πρόγονοι καλοὶ κἀγαθοὶ καὶ δίκαιοι, τοὺς ἐκ τούτων γεγεννημένους εὐγενεῖς φασιν εἶναι3. ἄλλο δέ, ἂν ὦσιν οἱ πρόγονοι δεδυναστευκότες καὶ ἄρχοντες γεγενημένοι, τοὺς ἐκ τούτων εὐγενεῖς φασιν εἶναι. ἄλλο δέ, ἂν ὦσιν οἱ πρόγονοι ὀνομαστοί, οἷον ἀπὸ στρατηγίας, ἀπὸ στεφανιτῶν ἀγώνων· καὶ γὰρ τοὺς ἐκ τούτων γεγεννημένους εὐγενεῖς προσαγορεύομεν.
音楽(文芸・演奏術)は三つに区分される。すなわち、口のみによるもの、たとえば歌唱である。第二に、口と手によるもの、たとえばキタラ弾き語りである。第三に、手のみによるもの、たとえばキタラ独奏である。したがって音楽には、口のみによるもの、口と手によるもの、手によるものがある。 良き家柄(名門の生まれ)は四つの種に区分される。一つには、先祖たちが立派で正しくある場合、その子孫として生まれた人々が高貴な家柄であると言われる。もう一つは、先祖たちが支配者や統治者であった場合、その子孫が高貴な家柄であると言われる。さらにもう一つは、先祖たちが有名であった場合、たとえば将軍職や冠試合(競技祭)によって名声を博した場合であり、これらから生まれた人々をも私たちは高貴な家柄と呼ぶのである。
- 84ἔστι γὰρ αὐτῶν ἰδεῖν ἔργον πεποιημένον
非人称の ἔστι(可能を表す「〜できる」)に不定詞 ἰδεῖν が後続する構文。属格 αὐτῶν は被修飾語 ἔργον に対する所属あるいは主格的属格(「それらの制作した成果」)として機能している。
- 86ᾧ μὲν ἐν ταῖς πόλεσι πολιτευόμεθα, γεγραμμένος ἐστίν
関係代名詞 ᾧ(与格)は前置詞句的・手段の与格(「それに則って/それによって私たちがポリスで政治生活を送る」)として機能し、主節の主語となる先行詞(ὁ νόμος)は省略されて述語 γεγραμμένος ἐστίν に直接結びついている。
- 88τοὺς ἐκ τούτων γεγεννημένους εὐγενεῖς φασιν εἶναι
動詞 φασίν(人々は言う)に支配された対格不定詞構文。τοὺς ἐκ τούτων γεγεννημένους(これらの者たちから生まれた人々)が不定詞 εἶναι の意味上の主語(対格)、εὐγενεῖς が述語対格である。条件節(ἐὰν ὦσιν...)の帰結部をなす。
