ディオゲネス・ラエルティオス

ギリシア哲学者列伝

§3.1.79-3.1.83

対話術・死生観と善や正義をめぐる区分論

プラトンの倫理・対話術・死生観に言及した後、アリストテレスの伝える学頭プラトンの区分論(善・友愛・国制・正義の諸分類)が提示される。

← 前次 →

οἴεται δὲ καὶ θεοὺς ἐφορᾶν τὰ ἀνθρώπινα καὶ δαίμονας εἶναι. ἔννοιάν τε καλοῦ πρῶτος ἀπεφήνατο τὴν ἐχομένην τοῦ ἐπαινετοῦ καὶ λογικοῦ καὶ χρησίμου καὶ πρέποντος καὶ ἁρμόττοντος· ἅπερ πάντα ἔχεσθαι τοῦ ἀκολούθου τῇ φύσει καὶ ὁμολογουμένου. Διελέξατο δὲ καὶ περὶ ὀνομάτων ὀρθότητος· ὥστε καὶ τὴν ἐπιστήμην τοῦ ὀρθῶς ἀποκρίνεσθαι καὶ ἐρωτᾶν πρῶτον αὐτὸν διασυστῆσαι κατακόρως χρησάμενον. ἐν δὲ τοῖς διαλόγοις καὶ τὴν δικαιοσύνην θεοῦ νόμον ὑπελάμβανεν ὡς ἰσχυροτέραν προτρέψαι1 τὰ δίκαια πράττειν, ἵνα μὴ καὶ μετὰ θάνατον δίκας ὑπόσχοιεν ὡς κακοῦργοι.

また彼は、神々が人間の事柄を見守っており、ダイモーンたちが存在すると考えている。そして美の概念について、称賛に値するもの、理に適ったもの、有益なもの、相応しいもの、調和するものに連なるものとして最初に表明した。これらすべてのものは、自然に適い一致するものに連なるのである。 また彼は言葉の正しさについても論じた。そのため、正しく応答し質問する知識をも、彼自身が存分に用いて最初に体系立てたのである。そして対話篇の中では、正義を神の法であると見なした。それは正しいことを行うよう勧めるにあたって、悪人として死後に処罰を受けることがないようにするため、より強い力を持つと考えたからである。

ὅθεν καὶ μυθικώτερος ἐνίοις ὑπελήφθη τοῖς συγγράμμασιν ἐγκαταμίξας τὰς τοιαύτας διηγήσεις, ὅπως διὰτοῦ ἀδήλου τρόπου τοῦ ἔχειν τὰ μετὰ τὸν θάνατον2 οὕτως ἀπέχωνται τῶν ἀδικημάτων. καὶ ταῦτα μὲν ἦν αὐτῷ τὰ ἀρέσκοντα. Διῄρει δέ, φησὶν Ἀριστοτέλης, καὶ τὰ πράγματα τοῦτον τὸν τρόπον. τῶν ἀγαθῶν ἐστι τὰ μὲν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός· οἷον μὲν δικαιοσύνη καὶ φρόνησις καὶ ἀνδρεία καὶ σωφροσύνη καὶ τὰ τοιαῦτα ἐν ψυχῇ· τὸ δὲ κάλλος καὶ εὐεξία καὶ ὑγίεια καὶ ἰσχὺς ἐν σώματι· οἱ δὲ φίλοι καὶ τῆς πατρίδος εὐδαιμονία καὶ πλοῦτος ἐν τοῖς ἐκτός.

ここから、彼が著作の中にこのような物語を織り交ぜたことで、一部の人々からは過度に神話的であるとも見なされた。それは死後の状態が不明であるというあり方を通じて、人々がこのようにして不正な行為を控えるようにするためであった。そしてこれらが彼の説く教説であった。 またアリストテレスによれば、彼は諸事物を次のような仕方で区分していた。善なるもののうち、あるものは魂の中に、あるものは肉体の中に、あるものは外的なものの中にある。たとえば、正義、思慮、勇気、節制およびこれらに類するものは魂の中にあり、美、健康な体調、健康、強さは肉体の中にあり、友人たち、祖国の繁栄、富は外的なものの中にある。

Τῶν ἀγαθῶν ἄρα τρία εἴδη ἐστί· τὰ μὲν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός. τῆς φιλίας τρία εἴδη· μὲν γὰρ αὐτῆς ἐστι φυσική, δὲ ἑταιρική, δὲ ξενική· φυσικὴν μὲν οὖν ταύτην λέγομεν, ἣν οἱ γονεῖς πρὸς τὰ ἔκγονα ἔχουσι καὶ οἱ συγγενεῖς πρὸς ἀλλήλους· ταύτης δὲ κεκλήρωται καὶ τἆλλα ζῷα. ἑταιρικὴν δὲ καλοῦμεν τὴν ἀπὸ συνηθείας γινομένην καὶ μηδὲν προσήκουσαν γένει, ἀλλʼ οἷον Πυλάδου πρὸς Ὀρέστην. δὲ ξενικὴ φιλία ἀπὸ συστάσεως καὶ διὰ γραμμάτων γινομένη πρὸς τοὺς ξένους. τῆς ἄρα φιλίας μέν ἐστι φυσική, δὲ ἑταιρική, δὲ ξενική· προστιθέασι δέ τινες τετάρτην ἐρωτικήν.

したがって善には三つの種がある。魂の中のもの、肉体の中のもの、外的なものである。友愛には三つの種がある。すなわち、自然的なもの、同輩・同志的なもの、客人関係によるものである。そこで私たちが自然的なものと呼ぶのは、親が子に対して、また親族が互いに対して抱くものであり、これには他の動物たちもあずかっている。同志的なものと私たちが呼ぶのは、交際から生じ、生まれ・血統にはまったく関わりなく、ピュラデスとオレステスの間にあるようなものである。客人関係による友愛とは、紹介や手紙を通じて異邦の客人たちに対して生じるものである。したがって友愛には自然的なもの、同志的なもの、客人関係によるものがある。なお、ある人々は第四のものとして恋愛によるものを付け加えている。

Τῆς πολιτείας ἐστὶν εἴδη πέντε· τὸ μὲν γὰρ αὐτῆς ἐστι δημοκρατικόν, ἄλλο δὲ ἀριστοκρατικόν, τρίτον δὲ ὀλιγαρχικόν, τέταρτον βασιλικόν, πέμπτον τυραννικόν. δημοκρατικὸν μὲν οὖν ἐστιν, ἐν αἷς πόλεσι κρατεῖ τὸ πλῆθος3 καὶ τὰς ἀρχὰς καὶ τοὺς νόμους διʼ ἑαυτοῦ αἱρεῖται. ἀριστοκρατία δέ ἐστιν, ἐν μήθʼ οἱ πλούσιοι μήθʼ οἱ πένητες μήθʼ οἱ ἔνδοξοι ἄρχουσιν, ἀλλʼ οἱ ἄριστοι τῆς πόλεως προστατοῦσιν. ὀλιγαρχία δέ ἐστιν, ὅταν ἀπὸ τιμημάτων αἱ ἀρχαὶ αἱρῶνται· ἐλάττους γάρ εἰσιν οἱ πλούσιοι τῶν πενήτων. τῆς δὲ βασιλείας μὲν κατὰ νόμον, δὲ κατὰ γένος ἐστίν. μὲν οὖν ἐν Καρχηδόνι κατὰ νόμον· πωλητὴ γάρ ἐστιν.

国制には五つの種がある。すなわち、民主制的なもの、貴族制的なもの、寡頭制的なもの、王制的なもの、僭主制的なものである。そこで民主制的なものとは、民衆が支配し、公職と法律を自ら選ぶようなポリスにおけるものである。貴族制とは、富裕な者たちも貧しい者たちも名声ある者たちも支配せず、ポリスの最善の者たちが指導するものである。寡頭制とは、財産評価額に基づいて公職が選ばれる場合である。富裕な者たちは貧しい者たちよりも少数だからである。王制のうち、あるものは法に基づくものであり、あるものは世襲(血統)に基づくものである。カルケドン(カルタゴ)における王制は法に基づくものである。それは買い取られるもの(買官制)だからである。

δὲ ἐν Λακεδαίμονι καὶ Μακεδονίᾳ κατὰ γένος· ἀπὸ γάρ τινος γένους ποιοῦνται τὴν βασιλείαν. τυραννὶς δέ ἐστιν, ἐν παρακρουσθέντες βιασθέντες ὑπό τινος ἄρχονται. τῆς ἄρα πολιτείας μέν ἐστι δημοκρατία, δὲ ἀριστοκρατία, δὲ ὀλιγαρχία, δὲ βασιλεία, δὲ τυραννίς. Τῆς δὲ δικαιοσύνης ἐστὶν εἴδη τρία· μὲν γὰρ αὐτῆς ἐστι περὶ θεούς, δὲ περὶ ἀνθρώπους, δὲ περὶ τοὺς ἀποιχομένους. οἱ μὲν γὰρ θύοντες κατὰ νόμους καὶ τῶν ἱερῶν ἐπιμελούμενοι δῆλον ὅτι περὶ θεοὺς εὐσεβοῦσιν· οἱ δὲ δάνεια ἀποδιδόντες καὶ παραθήκας δικαιοπραγοῦσι περὶ ἀνθρώπους· οἱ δὲ τῶν μνημείων ἐπιμελούμενοι δῆλον ὅτι περὶ τοὺς ἀποιχομένους. τῆς ἄρα δικαιοσύνης μὲν πρὸς θεούς ἐστιν, δὲ πρὸς ἀνθρώπους, δὲ περὶ τοὺς ἀποιχομένους.

これに対してラケダイモン(スパルタ)やマケドニアにおける王制は世襲に基づく。ある特定の家系から王制を立てるからである。僭主制とは、人々が騙されるか強制されるかして何者かによって支配されている体制である。したがって国制には民主制、貴族制、寡頭制、王制、僭主制がある。 正義には三つの種がある。すなわち、神々に関するもの、人間に関するもの、故人(死者)に関するものである。法に従って生贄を捧げ神殿を世話する者たちは、明らかに神々に対して敬虔である。借金を返済し寄託物を返す者たちは、人間に対して正しく行動している。墓石・記念碑を世話する者たちは、明らかに故人たちに対してそうしている。したがって正義には神々に対するもの、人間に対するもの、故人に関するものがある。

構文注3 件
  1. 3.1.79ὡς ἰσχυροτέραν προτρέψαι

    ἰσχυροτέραν は先行する τὴν δικαιοσύνην を修飾・述語的に補足する対格形容詞女性単数で、後ろの不定詞 προτρέψαι(結果または目的を表す外延的不定詞)と結合している。「正しい行いへと勧めるにあたり、より強力なものとして」という意味を表す。

  2. 3.1.80διὰ τοῦ ἀδήλου τρόπου τοῦ ἔχειν τὰ μετὰ τὸν θάνατον

    伝承本文に揺らぎのある箇所(crux 置換)。構文としては名詞 τρόπου に定冠詞付き不定詞 τοῦ ἔχειν が属格補語としてかかり、「死後の事柄がどのようにあるかという不明なあり方によって」という離隔的な句構造をなしている。

  3. 3.1.82ἐν αἷς πόλεσι κρατεῖ τὸ πλῆθος

    関係詞節内への先行詞の同化(antecedent attraction / incorporation)。主節で省かれた指示表現(ἐν ταύταις ταῖς πόλεσιν)の先行詞 πόλεις が関係節内に πόλεσι として取り込まれ、「民衆が支配権を握る都市において」の意を表す。

モデル:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:3.1.79-3.1.83