- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:3.1.37-3.1.42
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-24
プラトンの著作スタイル、対話篇の成立順や執筆逸話、日常生活における節制や怒りの抑制に関する言動が語られ、死と埋葬、および遺産の処遇を明記した遺言書の内容が記録される。
Ἑαυτοῦ τε Πλάτων οὐδαμόθι τῶν ἑαυτοῦ συγγραμμάτων μνήμην πεποίηται ὅτι μὴ ἐν τῷ Περὶ ψυχῆς καὶ Ἀπολογίᾳ. φησὶ δʼ Ἀριστοτέλης τὴν τῶν λόγων ἰδέαν αὐτοῦ μεταξὺ ποιήματος εἶναι καὶ πεζοῦ λόγου. τοῦτον μόνον παραμεῖναι Πλάτωνι1 Φαβωρῖνός πού φησιν ἀναγινώσκοντι τὸν Περὶ ψυχῆς, τοὺς δʼ ἄλλους ἀναστῆναι πάντας. ἔνιοί τε φασὶν ὅτι Φίλιππος ὁ Ὀπούντιος τοὺς Νόμους αὐτοῦ μετέγραψεν ὄντας ἐν κηρῷ. τούτου δὲ καὶ τὴν Ἐπινομίδα φασὶν εἶναι. Εὐφορίων δὲ καὶ Παναίτιος εἰρήκασι πολλάκις ἐστραμμένην εὑρῆσθαι τὴν ἀρχὴν τῆς Πολιτείας. ἣν Πολιτείαν Ἀριστόξενός φησι πᾶσαν σχεδὸν ἐν τοῖς Πρωταγόρου γεγράφθαι Ἀντιλογικοῖς.
プラトン自身は自著の中で、自らについて言及したことは『魂について』と『弁明』を除いてどこにもない。アリストテレスは彼の文体が詩と散文の中間にあると述べている。ファウォリノスはどこかで、プラトンが『魂について』を朗読した際、最後まで残っていたのはこの者〔アリストテレス〕だけであり、他の者たちは皆立ち去ったと述べている。またある人々は、オプースのピリッポスが蠟板に書かれていた彼の『法律』を筆写したのだと言う。このピリッポスに『エピノミス』も帰せられている。またエウポリオンとパナイティオスは、『国家』の冒頭部分が何度も並べ替えられた状態で見つかったと述べている。その『国家』は、アリストクセノスによれば、ほぼ全体がプロタゴラスの『反論集』の中に書かれていたという。
λόγος δὲ πρῶτον γράψαι αὐτὸν τὸν Φαῖδρον· καὶ γὰρ ἔχειν μειρακιῶδές τι τὸ πρόβλημα. Δικαίαρχος δὲ καὶ τὸν τρόπον τῆς γραφῆς ὅλον ἐπιμέμφεται ὡς φορτικόν. Ὁ γοῦν Πλάτων λέγεται θεασάμενός τινα κυβεύοντα αἰτιάσασθαι· τοῦ δὲ εἰπόντος ὡς ἐπὶ μικροῖς, ἀλλὰ τό γʼ ἔθος, εἰπεῖν, οὐ μικρόν. ἐρωτηθεὶς εἰ ἀπομνημονεύματα αὐτοῦ ἔσται ὥσπερ τῶν πρότερον ἀπεκρίνατο· ὀνόματος δεῖ τυχεῖν πρῶτον, εἶτα πολλὰ ἔσται. εἰσελθόντος ποτὲ Ξενοκράτους εἶπε μαστιγῶσαι τὸν παῖδα· αὐτὸν γὰρ μὴ δύνασθαι διὰ τὸ ὠργίσθαι.
彼が最初に書いたのは『パイドロス』であるという話がある。実際、その主題にはどこか少年らしいところがある。しかしディカイアルコスは、その文体全体を俗悪であるとして非難している。 ともあれプラトンはある者が骰子博打をしているのを見て咎めたと伝えられる。その者が小額を賭けているにすぎないと言うと、プラトンは、「しかし習慣そのものは些細なことではない」と言ったという。昔の人々のように自分の『思い出』が作られるか尋ねられた際には、「まず名声を得なければならない。そうすれば多くのものができるだろう」と答えた。かつてクセノクラテスが入ってきたとき、奴隷を鞭打つよう言った。自分は怒っているためそれができないのだと述べたのである。
ἀλλὰ καὶ πρός τινα τῶν παίδων, μεμαστίγωσο ἄν2, εἶπεν, εἰ μὴ ὠργιζόμην. ἐφʼ ἵππου καθίσας εὐθέως κατέβη φήσας εὐλαβεῖσθαι μὴ ἱπποτυφίᾳ ληφθῇ. τοῖς μεθύουσι συνεβούλευε κατοπτρίζεσθαι· ἀποστήσεσθαι γὰρ τῆς τοιαύτης ἀσχημοσύνης. πίνειν δʼ εἰς μέθην οὐδαμοῦ πρέπον ἔλεγε πλὴν ἐν ταῖς ἑορταῖς τοῦ καὶ τὸν οἶνον δόντος θεοῦ. καὶ τὸ πολλὰ δὲ καθεύδειν ἀπήρεσκεν αὐτῷ. ἐν γοῦν τοῖς Νόμοις φησί· κοιμώμενος οὐδεὶς οὐδενὸς ἄξιος· εἶναί τε ἥδιον τῶν ἀκουσμάτων τὴν ἀλήθειαν· οἱ δὲ τὸ λέγειν τἀληθῆ. καὶ περὶ ἀληθεία δʼ ἐν τοῖς Νόμοις φησὶν οὕτως·
さらに奴隷の一人に対しても、 「私が怒っていなかったなら、 お前はとうに鞭打たれていただろう」と言った。馬に乗った際には、馬による傲慢に取り憑かれるのを恐れると言ってすぐに降りた。酔っぱらいに対しては鏡を見るよう勧めていた。そのような見苦しい姿から身を引くだろうからというのである。また酒に酔うまで飲むことは、葡萄酒を与えてくれた神の祝祭を除いては、いかなる場合もふさわしくないと述べていた。そして過度に眠ることも嫌っていた。現に『法律』の中でこう述べている。 「眠っている者は何者も何の価値もない。」 また聞くべきものの中で最も快いのは真理であると述べており、真実を語ることであるとする者もいる。そして真理についても『法律』の中で次のように述べている。
καλὸν μὲν ἡ ἀλήθεια, ὦ ξένε, καὶ μόνιμον· ἔοικε μὴν οὐ ῥᾴδιον 〈εἶναι〉 πείθειν. ἀλλὰ καὶ ἠξίου μνημόσυνον αὑτοῦ λείπεσθαι ἢ ἐν φίλοις ἢ ἐν βιβλίοις· ἐξετόπιζε καὶ αὐτὸς τὰ πλεῖστα, καθά τινες φασί. Καὶ ἐτελεύτα μὲν ὃν εἴπομεν τρόπον Φιλίππου βασιλεύοντος ἔτος τρισκαιδέκατον, καθὰ καὶ Φαβωρῖνός φησιν Ἀπομνημονευμάτων τρίτῳ. ὑφʼ οὗ καὶ ἐπιτιμηθῆναί φησιν αὐτὸν Θεόπομπος3. Μυρωνιανὸς δʼ ἐν Ὁμοίοις φησὶ Φίλωνα παροιμίας μνημονεύειν περὶ τῶν Πλάτωνος φθειρῶν, ὡς οὕτως αὐτοῦ τελευτήσαντος.
「異邦の客よ、真理は美しく永続的である。しかし人を納得させることは容易ではないように思われる。」 また自らの記念碑は友人たちのうち、あるいは書物のうちに残されるべきだと主張していた。一部の人々が言うように、彼自身もほとんどのものを人里離れた場所に置いていたのである。 そして彼は、私たちが述べたようなあり方で、ピリッポス王の治世第十三年に世を去った。これはファウォリノスが『思い出』第三巻で述べているとおりである。テオポンポスによれば、プラトンはこのピリッポスによって非難されたともいう。またミュロニアノスは『類似例』の中で、フィロンがプラトンの虱に関する諺に言及し、彼がこのようにして世を去ったとしていると述べている。
καὶ ἐτάφη ἐν τῇ Ἀκαδημείᾳ, ἔνθα τὸν πλεῖστον χρόνον διετέλεσε φιλοσοφῶν. ὅθεν καὶ Ἀκαδημαϊκὴ προσηγορεύθη ἡ ἀπʼ αὐτοῦ αἵρεσις. καὶ παρεπέμφθη πανδημεὶ πρὸς τῶν αὐτόθι διαθέμενος τοῦτον τὸν τρόπον· “Τάδε κατέλιπε Πλάτων καὶ διέθετο·4 τὸ ἐν Ἰφιστιαδῶν χωρίον, ᾧ γείτων βορρᾶθεν ἡ ὁδὸς ἡ ἐκ τοῦ Κηφισιᾶσιν ἱεροῦ, νοτόθεν τὸ Ἡράκλειον τὸ ἐν Ἰφιστιαδῶν, πρὸς ἡλίου δὲ ἀνιόντος Ἀρχέστρατος Φρεάρριος, πρὸς ἡλίου δὲ δυομένου Φίλιππος Χολλείδης· καὶ μὴ ἐξέστω τοῦτο μηδενὶ μήτε ἀποδόσθαι μήτε ἀλλάξασθαι, ἀλλʼ ἔστω Ἀδειμάντου τοῦ παιδίου εἰς τὸ δυνατόν·
そして彼はアカデメイアに埋葬された。そこは彼が思索にふけって生涯の大半を過ごした場所であった。それゆえ彼に由来する学派もアカデメイア派と称された。そして彼は次のような遺言を残して、現地の人々によってことごとく見送られた。 「プラトンは以下のものを残し、遺言した。すなわち、イピスティアダイの地所。その北の隣地はケピシアの聖域からの道、南はイピスティアダイのヘラクレス神域、東はプレアリオイ区のアルケストラトス、西はコレイダイ区のピリッポスである。何人もこれを売却することも交換することも許されず、可能な限り幼いアデイマントスのものとすること。
καὶ τὸ ἐν Εἰρεσιδῶν χωρίον, ὃ παρὰ Καλλιμάχου ἐπριάμην, ᾧ γείτων βορρᾶθεν Εὐρυμέδων Μυρρινούσιος, νοτόθεν δὲ Δημόστρατος Ξυπεταιών, πρὸς ἡλίου ἀνιόντος Εὐρυμέδων Μυρρινούσιος, πρὸς ἡλίου δυομένου Κηφισός. ἀργυρίου μνᾶς τρεῖς. φιάλην ἀργυρᾶν ἕλκουσαν ρξεʼ, κυμβίον ἄγον μεʼ, δακτύλιον χρυσοῦν καὶ ἐνώτιον χρυσοῦν ἄγοντα συνάμφω δʼ δραχμάς, ὀβολοὺς γʼ. Εὐκλείδης ὁ λιθοτόμος ὀφείλει μοι τρεῖς μνᾶς. Ἄρτεμιν ἀφίημι ἐλευθέραν. οἰκέτας καταλείπω Τύχωνα Βίκταν Ἀπολλωνίδην Διονύσιον.
またエイレシダイの地所。これは私がカリマコスから買い取ったものであり、北の隣地はミュリヌース区のエウリュメドン、南はクシュペテ区のデモストラトス、東はミュリヌース区のエウリュメドン、西はケピソス河である。銀三ムナ。百六十五ドラクマの目方がある銀の平杯、四十五ドラクマの重さの杯、合わせて四ドラクマ三オボロスの重さがある金の指輪と金の耳飾り。石切工のエウクレイデスは私に三ムナの負債がある。アルテミスを解放して自由とする。奴隷としてはテュコン、ビクタス、アポロニデス、ディオニュシオスを残す。」
- 3.1.37τοῦτον μόνον παραμεῖναι Πλάτωνι
τοῦτον は直前の文の主語である Ἀριστοτέλης(アリストテレス)を指す指示代名詞。「この者(アリストテレス)だけがプラトンのもとに最後まで留まり」の意。文脈上、朗読会に最後まで残った聴衆が彼一人であった逸話を示す。
- 3.1.39μεμαστίγωσο ἄν
過去完了受動相 μεμαστίγωσο(2人称単数)に小辞 ἄν が付いた形で、事実と反する条件節 εἰ μὴ ὠργιζόμην(未完了過去「もし私が怒っていなかったなら」)を受ける帰結節。完了相の反実仮想として「すでに鞭打たれた状態にあっただろう」という動作の完了・結果の存続を含意している。
- 3.1.40ὑφʼ οὗ καὶ ἐπιτιμηθῆναί φησιν αὐτὸν Θεόπομπος
関係代名詞 οὗ の先行詞は直前の Φιλίππου(マケドニア王ピリッポス2世)。対格不定詞 αὐτὸν ἐπιτιμηθῆναι の意味上の主語 αὐτόν はプラトンを指す。したがって文意は「テオポンポスによれば、彼(プラトン)はこの彼(ピリッポス)によって非難された」となる。
- 3.1.41Τάδε κατέλιπε Πλάτων καὶ διέθετο·
古代ギリシアの遺言書の定型冒頭句。主動詞 κατέλιπε καὶ διέθετο(残し、かつ遺言した)の直接目的語として、続く名詞句(τὸ ... χωρίον, ἀργυρίου μνᾶς τρεῖς, φιάλην 等)が対格で並置され、その間に境界規定の独立文や処分制限の命令法(μὴ ἐξέστω, ἔστω)、さらに遺言者自身を主語とする一人称の文が挿入される混成構造をなしている。
