- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:3.1.1-3.1.6
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-24
プラトンの家系(ソロンやコドロスへの系譜)と誕生にまつわる伝承、生没年の諸説、初期の教育や名前の由来、青年期の詩作の放棄とソクラテスへの師事、さらにソクラテス死後の遍歴について述べる。
Πλάτων, Ἀρίστωνος καὶ Περικτιόνης — ἢ Πωτώνης,— Ἀθηναῖος, ἥτις τὸ γένος ἀνέφερεν εἰς Σόλωνα. τούτου γὰρ ἦν ἀδελφὸς Δρωπίδης, οὗ Κριτίας, οὗ Κάλλαισχρος, οὗ Κριτίας ὁ τῶν τριάκοντα καὶ Γλαύκων, οὗ Χαρμίδης καὶ Περικτιόνη, ἧς καὶ Ἀρίστωνος Πλάτων, ἕκτος ἀπὸ Σόλωνος. ὁ δὲ Σόλων εἰς Νηλέα καὶ Ποσειδῶνα ἀνέφερε τὸ γένος. φασὶ δὲ καὶ τὸν πατέρα αὐτοῦ ἀνάγειν εἰς Κόδρον τὸν Μελάνθου, οἵτινες ἀπὸ Ποσειδῶνος ἱστοροῦνται κατὰ Θρασύλον.
プラトンはアリストンとペリクティオネ(あるいはポトネ)の子で、アテナイ人であり、母はその家系をソロンに遡らせていた。というのも、ソロンにはドロピデスという兄弟がおり、その子がクリティアス、その子がカッライスクロス、その子が三十人政権のクリティアスとグラウコンであり、グラウコンの子がカルミデスとペリクティオネであって、この母とアリストンからプラトンが生まれたのであり、ソロンから六代目に当たるからである。そしてソロンは家系をネレウスとポセイドンに遡らせていた。また、彼の父もメラントスの子コドロスに遡ると言われており、これらはトラシュロスによればポセイドンから出たと伝えられている。
Σπεύσιππος δʼ ἐν τῷ ἐπιγραφομένῳ Πλάτωνος περιδείπνῳ καὶ Κλέαρχος ἐν τῷ Πλάτωνος ἐγκωμίῳ καὶ Ἀναξιλαΐδης ἐν τῷ δευτέρῳ Περὶ φιλοσόφων φασίν, ὡς Ἀθήνησιν ἦν λόγος, ὡραίαν οὖσαν τὴν Περικτιόνην βιάζεσθαι τὸν Ἀρίστωνα καὶ μὴ τυγχάνειν1· παυόμενόν τε τῆς βίας ἰδεῖν τὴν τοῦ Ἀπόλλωνος ὄψιν· ὅθεν καθαρὰν γάμου φυλάξαι ἕως τῆς ἀποκυήσεως. Καὶ γίνεται Πλάτων, ὥς φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς, ὀγδόῃ καὶ ὀγδοηκοστῇ Ὀλυμπιάδι, Θαργηλιῶνος ἑβδόμῃ, καθʼ ἣν Δήλιοι τὸν Ἀπόλλωνα γενέσθαι φασί. τελευτᾷ δὲ—ὥς φησιν Ἕρμιππος, ἔν γάμοις δειπνῶν—τῷ πρώτῳ ἔτει τῆς ὀγδόης καὶ ἑκατοστῆς Ὀλυμπιάδος, βιοὺς ἔτος ἓν πρὸς τοῖς ὀγδοήκοντα.
スペウシッポスは『プラトンの追悼宴』と題する著作において、クレアルコスは『プラトンへの賛辞』において、またアナキシライデスは『哲学者について』第二巻において、アテナイで語られていたところとして、アリストンが年頃の美しさ盛りにあったペリクティオネに力ずくで迫ろうとしたが思いを遂げられず、その暴力をやめた時にアポロンの幻影を見たと述べている。このことから彼は出産まで彼女を婚姻の契りから清いままに保ったという。 そしてプラトンは、アポロドロスが『年代記』で言うように、第八十八回オリンピア期のタルゲリオン月七日、すなわちデロス島の人々がアポロンが誕生したと言う日に生まれた。そしてヘルメッポスが言うように、婚礼の宴席で食事をしている時に、第八十一の年を生きて第百八回オリンピア期の第一年に没した。
Νεάνθης δέ φησιν αὐτὸν τεττάρων καὶ ὀγδοήκοντα τελευτῆσαι ἐτῶν. ἔστιν οὖν Ἰσοκράτους νεώτερος ἔτεσιν ἕξ· ὁ μὲν γὰρ ἐπὶ Λυσιμάχου, Πλάτων δὲ ἐπὶ Ἀμεινίου γέγονεν, ἐφʼ οὗ Περικλῆς ἐτελεύτησεν. ἦν δὲ τῶν δήμων Κολλυτεύς, ὥς φησιν Ἀντιλέων ἐν δευτέρῳ Περὶ χρόνων. καὶ ἐγεννήθη κατά τινας ἐν Αἰγίνῃ—ἐν τῇ Φειδιάδου οἰκίᾳ τοῦ Θάλητος, ὥς φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ—τοῦ πατρὸς αὐτοῦ μετὰ καὶ ἄλλων πεμφθέντος κληρούχου καὶ ἐπανελθόντος εἰς Ἀθήνας, ὁπόθʼ ὑπὸ Λακεδαιμονίων ἐξεβλήθησαν βοηθούντων Αἰγινήταις. ἀλλὰ καὶ ἐχορήγησεν Ἀθήνησι Δίωνος ἀναλίσκοντος, ὥς φησιν Ἀθηνόδωρος ἐν ηʼ Περιπάτων.
ネアンテスは彼が八十四歳で没したと言う。したがって彼はイソクラテスより六歳年下である。というのも、イソクラテスはリュシマコスの時期に、プラトンはペリクレスが死んだアメイニアスの時期に生まれたからである。また彼は、アンティレオンが『年代について』第二巻で言うように、コリュトス区の出身であった。そして一部の人々によれば、ファボリノスが『諸国誌』で述べているように、彼の父が他の植民者たちと共に派遣されてタレスの子フェイディアデスの家に住み、アイギナ島民を支援するラケダイモン軍によって放逐された時にアテナイへ戻ったため、アイギナ島で生まれたとも言われる。さらに、アテノドロスが『逍遥』第八巻で言うように、ディオンが費用を負担した折にアテナイで合唱隊奉仕も務めた。
ἔσχε δʼ ἀδελφοὺς Ἀδείμαντον καὶ Γλαύκωνα καὶ ἀδελφὴν Πωτώνην, ἐξ ἧς ἦν Σπεύσιππος. Καὶ ἐπαιδεύθη μὲν γράμματα παρὰ Διονυσίῳ, οὗ καὶ μνημονεύει ἐν τοῖς Ἀντερασταῖς. ἐγυμνάσατο δὲ παρὰ Ἀρίστωνι τῷ Ἀργείῳ παλαιστῇ· ἀφʼ οὗ καὶ Πλάτων διὰ τὴν εὐεξίαν μετωνομάσθη, πρότερον Ἀριστοκλῆς ἀπὸ τοῦ πάππου καλούμενος [ὄνομα], καθά φησιν Ἀλέξανδρος ἐν Διαδοχαῖς. ἔνιοι δὲ διὰ τὴν πλατύτητα τῆς ἑρμηνείας οὕτως ὀνομασθῆναι· ἢ ὅτι πλατὺς ἦν τὸ μέτωπον, ὥς φησι Νεάνθης. εἰσὶ δʼ οἳ καὶ παλαῖσαί φασιν αὐτὸν Ἰσθμοῖ, καθὰ καὶ Δικαίαρχος ἐν πρώτῳ Περὶ βίων,
彼にはアデイマントスとグラウコンという兄弟と、ポトネという姉妹がおり、この姉妹からスペウシッポスが生まれた。 そして彼はディオニュシオスの下で文字の手習いを受け、そのディオニュシオスについては『愛を競う者たち』の中でも言及している。また彼はアルゴス人のレスリング選手アリストンの下で体育の訓練を受けた。この人物から彼は、体格が頑健であったためにプラトンと改名されたのであり、アレクサンドロスが『継承史』で言うように、以前は祖父にちなんでアリストクレスという名で呼ばれていた。またある人々は、その表現の広大さゆえにそのように名付けられたのだと言い、あるいはネアンテスが言うように、額が広かったからだとも言う。ディカイアルコスが『生涯について』第一巻で述べているように、彼がイストミア祭でレスリングの試合に出場したと言う人々もいる。
καὶ γραφικῆς ἐπιμεληθῆναι καὶ ποιήματα γράψαι, πρῶτον μὲν διθυράμβους, ἔπειτα καὶ μέλη καὶ τραγῳδίας. ἰσχνόφωνός τε, φασίν, ἦν, ὡς καὶ Τιμόθεός φησιν ὁ Ἀθηναῖος ἐν τῷ Περὶ βίων. λέγεται δʼ ὅτι Σωκράτης ὄναρ εἶδε κύκνου νεοττὸν ἐν τοῖς γόνασιν ἔχειν2, ὃν καὶ παραχρῆμα πτεροφυήσαντα ἀναπτῆναι ἡδὺ κλάγξαντα· καὶ μεθʼ ἡμέραν Πλάτωνα αὐτῷ συστῆναι, τὸν δὲ τοῦτον εἰπεῖν εἶναι τὸν ὄρνιν. Ἐφιλοσόφει δὲ τὴν ἀρχὴν ἐν Ἀκαδημείᾳ, εἶτα ἐν τῷ κήπῳ τῷ παρὰ τὸν Κολωνόν, ὥς φησιν Ἀλέξανδρος ἐν Διαδοχαῖς, καθʼ Ἡράκλειτον. ἔπειτα μέντοι μέλλων ἀγωνιεῖσθαι τραγῳδίᾳ πρὸ τοῦ Διονυσιακοῦ θεάτρου Σωκράτους ἀκούσας κατέφλεξε τὰ ποιήματα εἰπών· "Ἥφαιστε, πρόμολʼ ὧδε· Πλάτων νύ τι σεῖο χατίζει."
また彼は絵画の技法に励み、詩作を行い、最初はディテュランボスを、次いで抒情詩や悲劇を作った。さらに、アテナイ人ティモテオスが『生涯について』の中で言うように、彼は細い声の持ち主であったと言われている。ソクラテスが夢の中で自分の膝の上に白鳥の雛を乗せているのを見たと語られ、その雛はたちまち羽毛を生やして甘美な鳴き声を響かせながら飛び立ったが、翌日プラトンが彼に引き合わされると、ソクラテスはこの人こそがその鳥であると言ったという。 彼は最初はアカデメイアで、次いでアレクサンドロスが『継承史』でヘラクレイトスに即して言うように、コロノス傍らの庭園で哲学の探求をしていた。しかしその後、ディオニュソス劇場の前で悲劇の競演に臨もうとしていた時、ソクラテスの話を聞いて自らの詩を焼き払い、次のように言った。 「ヘパイストスよ、こちらへ来られよ。いまプラトンはそなたを求めている。」
τοὐντεῦθεν δὴ γεγονώς, φασίν, εἴκοσιν ἔτη διήκουσε Σωκράτους· ἐκείνου δʼ ἀπελθόντος προσεῖχε Κρατύλῳ τε τῷ Ἡρακλειτείῳ καὶ Ἑρμογένει τῷ τὰ Παρμενίδου φιλοσοφοῦντι. εἶτα γενόμενος ὀκτὼ καὶ εἴκοσιν ἔτη, καθά φησιν Ἑρμόδωρος, εἰς Μέγαρα πρὸς Εὐκλείδην σὺν καὶ ἄλλοις τισὶ Σωκρατικοῖς ὑπεχώρησεν. ἔπειτα εἰς Κυρήνην ἀπῆλθε πρὸς Θεόδωρον τὸν μαθηματικόν· κἀκεῖθεν εἰς Ἰταλίαν πρὸς τοὺς Πυθαγορικοὺς Φιλόλαον καὶ Εὔρυτον. ἔνθεν τε εἰς Αἴγυπτον παρὰ τοὺς προφήτας· οὗ φασι καὶ Εὐριπίδην αὐτῷ συνακολουθῆσαι καὶ αὐτόθι νοσήσαντα πρὸς τῶν ἱερέων ἀπολυθῆναι3 τῇ διὰ θαλάττης θεραπείᾳ· ὅθεν που καὶ εἰπεῖν· "θάλασσα κλύζει πάντα τἀνθρώπων κακά."
それ以来、伝えられるところでは二十歳になって彼はソクラテスに師事した。そしてソクラテスが世を去ると、ヘラクレイトス派のクラテュロスや、パルメニデスの教えに従って哲学をしていたヘルモゲネスに耳を傾けた。次いで二十八歳になった時、ヘルモドロスが言うように、他の何人かのソクラテスの弟子たちと共にメガラのエウクレイデスの下へ引き退いた。その後、数学者のテオドロスの下を訪ねてキュレネへと去り、そこからイタリアのピタゴラス派フィロラオスとエウリュトスの下へ赴いた。そしてそこからエジプトの祭司たちの下へ赴いた。この地へはエウリピデスも彼に同行したと言われ、エウリピデスがその地で病に倒れた時、祭司たちによって海水による治療で快癒したと語られている。そこからして彼はおそらく次のように詠んだのであろう。 「海は人のすべての災いを洗い流す。」
- 3.1.2ὡραίαν οὖσαν τὴν Περικτιόνην βιάζεσθαι τὸν Ἀρίστωνα καὶ μὴ τυγχάνειν
動詞 φασίν に続く間接話法の対格不定詞構文。意味上の主語は τὸν Ἀρίστωνα(対格)であり、不定詞 βιάζεσθαι の直接目的語が ὡραίαν οὖσαν τὴν Περικτιόνην である。語順として目的語が前に置かれているが、文脈上アリストンがペリクティオネを強要しようとした関係を示す。
- 3.1.5ὄναρ εἶδε κύκνου νεοττὸν ἐν τοῖς γόνασιν ἔχειν
動詞 εἶδε の目的語として対格不定詞構文(κύκνου νεοττὸν ... ἔχειν)が用いられている。不定詞 ἔχειν の意味上の主語は主節主語(ソクラテス)と同一であるため明示されず、対格の κύκνου νεοττόν は ἔχειν の目的語として機能している(「自分が膝の上に白鳥の雛を乗せているのを見た」)。
- 3.1.6αὐτόθι νοσήσαντα πρὸς τῶν ἱερέων ἀπολυθῆναι
対格分詞 νοσήσαντα は、前文の対格 Εὐριπίδην を修飾しており、プラトンではなく同行したエウリピデスが病にかかり祭司たちによって治癒(あるいは病から解放)されたことを表す。直後の引用句がエウリピデスの戯曲(『タウリケのイピゲネイア』)からの句であることとも合致する。
