- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:2.8.95-2.8.99
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-23
ヘゲシアス派の倫理観(感覚の否定と悪の回避)、アンニケリス派による友情や祖国への愛の再評価、そして無神論的傾向をもち道徳的因習を否定したテオドロス派の学説とソフィスト的問答が述べられる。
καὶ τῷ μὲν ἄφρονι τὸ ζῆν λυσιτελὲς εἶναι· τῷ δὲ φρονίμῳ ἀδιάφορον. τόν τε σοφὸν ἑαυτοῦ ἕνεκα πάντα πράξειν· οὐδένα γὰρ ἡγεῖσθαι τῶν ἄλλων ἐπίσης ἄξιον αὐτῷ. κἂν γὰρ τὰ μέγιστα δοκῇ παρά του καρποῦσθαι, μὴ εἶναι ἀντάξια ὧν αὐτὸς παράσχῃ1. ἀνῄρουν δὲ καὶ τὰς αἰσθήσεις 〈ὡσ〉 οὐκ ἀκριβούσας τὴν ἐπίγνωσιν, τῶν τʼ εὐλόγως φαινομένων πάντα πράττειν2. ἔλεγον τὰ ἁμαρτήματα συγγνώμης τυγχάνειν· οὐ γὰρ ἑκόντα ἁμαρτάνειν, ἀλλά τινι πάθει κατηναγκασμένον. καὶ μὴ μισήσειν, μᾶλλον δὲ μεταδιδάξειν. τόν τε σοφὸν οὐχ οὕτω πλεονάσειν ἐν τῇ τῶν ἀγαθῶν αἱρέσει, ὡς ἐν τῇ τῶν κακῶν φυγῇ, τέλος τιθέμενον τὸ μὴ ἐπιπόνως ζῆν μηδὲ λυπηρῶς·
また、愚者にとっては生きることが有益であるが、思慮ある者にとっては無差別であるとした。そして賢者は自分のためにすべての事を行う。なぜなら、他の者の誰一人として彼にとって自分と同等の価値があるとはみなさないからである。たとえ誰かから最大の恩恵を享受しているように見えても、それは彼自身が提供するものと同等の価値はないのである。彼らはまた、感覚は認識を精密にするものではないとしてこれを退け、理にかなって思われることに従ってすべての事を行うとした。また過ちは赦しを得るものであると彼らは言った。というのも、人は自ら進んで過ちを犯すのではなく、ある情念に強いられてそうするからである。そして、過ちを犯す者を憎むのではなく、むしろ教え直すであろう。また賢者は、善の選択においてよりも悪の回避において努力を傾けるであろう。なぜなら、辛くもなく悲しくもなく生きることを目的と定めているからである。
ὃ δὴ περιγίνεσθαι τοῖς ἀδιαφορήσασι περὶ τὰ ποιητικὰ τῆς ἡδονῆς. Οἱ δʼ Ἀννικέρειοι τὰ μὲν ἄλλα κατὰ ταὐτὰ τούτοις· ἀπέλιπον δὲ καὶ φιλίαν ἐν βίῳ καὶ χάριν καὶ πρὸς γονέας τιμὴν καὶ ὑπὲρ πατρίδος τι πράξειν. ὅθεν διὰ ταῦτα, κἂν ὀχλήσεις ἀναδέξηται ὁ σοφός, οὐδὲν ἧττον εὐδαιμονήσειν, κἂν ὀλίγα ἡδέα περιγένηται αὐτῷ. τήν τε τοῦ φίλου εὐδαιμονίαν διʼ αὑτὴν μὴ εἶναι αἱρετήν· μηδὲ γὰρ αἰσθητὴν τῷ πέλας ὑπάρχειν· μὴ εἶναί τε αὐτάρκη τὸν λόγον πρὸς τὸ θαρρῆσαι καὶ τῆς τῶν πολλῶν δόξης ὑπεράνω γενέσθαι· δεῖν δʼ ἀνεθίζεσθαι3 διὰ τὴν ἐκ πολλοῦ συντραφεῖσαν ἡμῖν φαύλην διάθεσιν.
そしてこのことこそ、快楽を生み出すものに対して無頓着でいた者たちに結果としてもたらされるのである。 アンニケリス派の人々は、その他の点ではこれら(ヘゲシアス派)と同じ見解をとっていたが、生における友情、感謝、両親への敬意、そして祖国のために何かを行うことを認めた。それゆえこれらのゆえに、賢者はたとえ煩わしさを引き受けることがあっても、少しの快いことしか自分にもたらされないとしても、少しも劣らず幸福であろうとする。また友人の幸福は、それ自体のゆえに選ばれるべきものではない。というのも、それは隣人にとって知覚可能なものではないからである。また、確信を抱いて大衆の意見を超越するためには、理論だけでは十分ではない。我々の内に長きにわたって育まれてきた悪しき性癖のために、習慣づけをやり直す(脱習慣化する)必要がある、と彼らは言う。
τόν τε φίλον μὴ διὰ τὰς χρείας μόνον ἀποδέχεσθαι, ὧν ὑπολειπουσῶν μὴ ἐπιστρέφεσθαι ἀλλὰ καὶ παρὰ τὴν γεγονυῖαν εὔνοιαν, ἧς ἔνεκα καὶ πόνους ὑπομενεῖν. καίτοι τιθέμενον ἡδονὴν τέλος καὶ ἀχθόμενον ἐπὶ τῷ στέρεσθαι αὐτῆς ὅμως ἑκουσίως ὑπομενεῖν διὰ τὴν πρὸς τὸν φίλον στοργήν. Οἱ δὲ Θεοδώρειοι κληθέντες τὴν μὲν ὀνομασίαν ἔσπασαν ἀπὸ Θεοδώρου τοῦ προγεγραμμένου, καὶ δόγμασιν ἐχρήσαντο τοῖς αὐτοῦ. ἦν δʼ ὁ Θεόδωρος παντάπασιν ἀναιρῶν τὰς περὶ θεῶν δόξας· καὶ αὐτοῦ περιετύχομεν βιβλίῳ ἐπιγεγραμμένῳ Περὶ θεῶν, οὐκ εὐκαταφρονήτῳ· ἐξ οὗ φασιν Ἐπίκουρον λαβόντα τὰ πλεῖστα εἰπεῖν.
また、友人を実用のためだけに受け入れるべきではなく、実用が尽きれば顧みないというのではなく、生じた好意のゆえにも受け入れるべきであり、その好意のために労苦にも耐えるのである。快楽を目的と定め、快楽を奪われることに苦痛を覚えるとしても、友人への愛情のゆえに自ら進んで労苦に耐えるのである。 テオドロス派と呼ばれた人々は、その呼称を先に記したテオドロスから得て、彼の教義を採用した。テオドロスは神々についての通念を完全に打破する者であった。我々は彼の手になる『神々について』と題された軽視できない書物に出会ったことがあるが、エピクロスはその書物から多くを得て自らの論を述べたのだと人々は言っている。
Ἤκουσε δὲ καὶ Ἀννικέριδος ὁ Θεόδωρος καὶ Διονυσίου τοῦ διαλεκτικοῦ, καθά φησιν Ἀντισθένης ἐν Φιλοσόφων διαδοχαῖς. τέλος δʼ ὑπελάμβανε χαρὰν καὶ λύπην· τὴν μὲν ἐπὶ φρονήσει, τὴν δʼ ἐπὶ ἀφροσύνῃ· ἀγαθὰ δὲ φρόνησιν καὶ δικαιοσύνην, κακὰ δὲ τὰς ἐναντίας ἕξεις, μέσα δὲ ἡδονὴν καὶ πόνον. ἀνῄρει δὲ καὶ φιλίαν, διὰ τὸ μήτʼ ἐν ἄφροσιν αὐτὴν εἶναι, μήτʼ ἐν σοφοῖς. τοῖς μὲν γὰρ τῆς χρείας ἀναιρεθείσης καὶ τὴν φιλίαν ἐκποδὼν εἶναι· τοὺς δὲ σοφοὺς αὐτάρκεις ὑπάρχοντας μὴ δεῖσθαι φίλων. ἔλεγε δὲ καὶ εὔλογον εἶναι τὸν σπουδαῖον ὑπὲρ τῆς πατρίδος μὴ ἐξαγαγεῖν αὑτόν4· οὐ γὰρ ἀποβαλεῖν τὴν φρόνησιν ἕνεκα τῆς τῶν ἀφρόνων ὠφελείας.
テオドロスはアンニケリスの教えを受け、また弁証家ディオニュシオスの教えも受けたと、アンティステネスは『哲学者の継承』の中で述べている。彼は喜びと悲しみを究極目的とみなした。前者は思慮の上に、後者は無分別の上に成り立つ。そして、思慮と正義を善、反対の性向を悪、快楽と苦痛を中間的なものとした。彼はまた友情をも打破した。友情は愚者の間にも賢者の間にも存在しないからである。愚者にとっては実用が取り去られれば友情も消え去るからであり、賢者は自足しているため友人を必要としないからである。また彼は、立派な人が祖国のために自らの命を絶たないことは理にかなっていると述べていた。愚者たちの利益のために自らの思慮を投げ捨てるべきではないからである。
Εἶναί τε πατρίδα τὸν κόσμον. κλέψειν τε καὶ μοιχεύσειν καὶ ἱεροσυλήσειν ἐν καιρῷ· μηδὲν γὰρ τούτων φύσει αἰσχρὸν εἶναι, τῆς ἐπʼ αὐτοῖς δόξης αἰρομένης, ἣ σύγκειται ἕνεκα τῆς τῶν ἀφρόνων συνοχῆς. φανερῶς δὲ τοῖς ἐρωμένοις ἄνευ πάσης ὑφοράσεως χρήσεσθαι τὸν σοφόν. διὸ καὶ τοιούτους λόγους ἠρώτα· ἆρά γε γυνὴ γραμματικὴ χρήσιμος ἂν εἴη παρʼ ὅσον γραμματική ἐστι; ναί. καὶ παῖς καὶ νεανίσκος γραμματικὸς χρήσιμος ἂν εἴη παρʼ ὅσον γραμματικός ἐστι; ναί. οὐκοῦν καὶ γυνὴ καλὴ χρησίμη ἂν εἴη παρʼ ὅσον καλή ἐστι, καὶ παῖς καὶ νεανίσκος καλὸς χρήσιμος ἂν εἴη παρʼ ὅσον καλός ἐστι; ναί. καὶ παῖς ἄρα καὶ νεανίσκος καλὸς πρὸς τοῦτʼ ἂν εἴη χρήσιμος πρὸς ὃ καλός ἐστι; ναί.
そして世界が祖国であるとした。適切な好機においては、盗みを働き、姦通を犯し、神殿の物を奪いもするであろう。なぜなら、これらについての世評が取り除かれれば、これらのうち自然本性的に恥ずべきものは何一つないからである。その世評とは、愚者たちを統御するためにまとめられたものにすぎない。賢者は一切の疑惑や気兼ねを抱くことなく、愛する者たちを公然と享受するであろう。それゆえ、彼はこのような議論を問いかけた。 「教養ある女は、教養があるかぎりにおいて有用であろうか」「そうだ」「また、教養ある少年や青年も、教養があるかぎりにおいて有用であろうか」「そうだ」「それでは、美しい女も美しいかぎりにおいて有用であり、美しい少年や青年も美しいかぎりにおいて有用であろうか」「そうだ」「とすれば、美しい少年や青年も、それが美しいところの目的(性愛)に対して有用であろうか」「そうだ」
- 2.8.95ἀντάξια ὧν αὐτὸς παράσχῃ
関係代名詞の牽引(attraction)。先行詞を含む指示代名詞(τούτων など)が省略され、関係代名詞が本来の対格 ἅ から先行詞が要求する属格 ὧν(ἀντάξια の補語)へと牽引されている。また接続法 παράσχῃ は ἄν を伴わない一般的関係節の用法である。
- 2.8.95τῶν τʼ εὐλόγως φαινομένων πάντα πράττειν
属格 τῶν εὐλόγως φαινομένων は πάντα にかかる部分属格(「理にかなって見えるもののうち、すべてのこと」)あるいは準拠・従属を表す属格(「理にかなって見えるものに従って」)として機能している。
- 2.8.96δεῖν δʼ ἀνεθίζεσθαι
動詞 ἀνεθίζω は「再習慣化する、慣れ直す」または「(既存の悪習を)脱習慣化する」を意味する(ἀνα- + ἐθίζω)。先行文の「理論だけでは不十分である」を受けて、長年の悪しき性癖(διάθεσις)を克服するための実践的訓練・習慣の改変の必要性を述べる不定詞構文(δεῖν)。
- 2.8.98μὴ ἐξαγαγεῖν αὑτόν
イディオム ἐξάγειν ἑαυτόν は「自ら命を絶つ、自死する」(ラテン語の vitam sibi educere / se vita privare に相当)を意味する。ここでは「立派な人が祖国のために自死(殉国)しないこと」を指す。
