- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:2.8.100-2.8.104
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-23
無神論者テオドロスの詭弁問答や機知に富んだ対話逸話(エウリュクレイデス、リュシマコス、メトロクレスらとの応酬)が語られ、最後にテオドロスという同名異人二十名の業績が列挙される。
ἔστι δὲ χρήσιμος πρὸς τὸ πλησιάζειν. ὧν δεδομένων ἐπῆγεν· οὐκοῦν εἴ τις πλησιασμῷ χρώμενος παρʼ ὅσον χρήσιμός ἐστιν, οὐ διαμαρτάνει· οὐδʼ ἄρα εἰ κάλλει χρήσαιτο παρʼ ὅσον χρήσιμόν ἐστι, διαμαρτήσεται. τοιαῦτα ἄττα διερωτῶν ἴσχυε τῷ λόγῳ. Δοκεῖ δὲ θεὸς κληθῆναι, Στίλπωνος αὐτὸν ἐρωτήσαντος οὕτως, ἆρά γε, Θεόδωρε, ὃ φῂς εἶναι, τοῦτο καὶ εἶ;1 ἐπινεύσαντος δέ, φῂς δʼ εἶναι θεόν; τοῦ δʼ ὁμολογήσαντος, θεὸς εἶ ἄρα, ἔφη. δεξαμένου δʼ ἀσμένως, γελάσας φησίν, ἀλλʼ, ὦ μόχθηρε, τῷ λόγῳ τούτῳ καὶ κολοιὸς ἂν ὁμολογήσειας εἶναι καὶ ἄλλα μυρία.
「そして性的交わりに対して有用である」これらが認められた上で、彼はこう結論を導いた。 「それゆえ、もしある人が交わりを、それが有用であるかぎりにおいて用いて過ちを犯さないとすれば、美を、それが有用であるかぎりにおいて用いても、過ちを犯すことはないであろう」彼はこのような問いを投げかけて議論を有利に運んでいた。 彼は、スティルポンが彼に対して次のように問うたことから「神」と呼ばれるようになったと見なされている。 「テオドロスよ、お前が自分はあるものだと言っているところのものに、お前自身も実際になっているのか」彼がうなずくと、「では、お前は神だと言っているのか」彼が肯定すると、「とすれば、お前は神だな」とスティルポンは言った。彼が喜んでこれを受け入れると、スティルポンは笑って言った。 「だが、情けない男よ、この論法なら、お前はカラスであるとも、その他無数のものだとも認めることになるぞ」
Ὁ δʼ οὖν Θεόδωρος προσκαθίσας ποτὲ Εὐρυκλείδῃ τῷ ἱεροφάντῃ, λέγε μοι, ἔφη, Εὐρυκλείδη, τίνες εἰσὶν οἱ ἀσεβοῦντες περὶ τὰ μυστήρια. εἰπόντος δʼ ἐκείνου, οἱ τοῖς ἀμυήτοις αὐτὰ ἐκφέροντες, ἀσεβεῖς ἄρα, ἔφη, καὶ σύ, τοῖς ἀμυήτοις διηγούμενος. καὶ μέντοι παρʼ ὀλίγον ἐκινδύνευσεν εἰς Ἄρειον ἀναχθῆναι πάγον, εἰ μὴ Δημήτριος ὁ Φαληρεὺς αὐτὸν ἐρρύσατο. Ἀμφικράτης δʼ ἐν τῷ Περὶ ἐνδόξων ἀνδρῶν φησι κώνειον αὐτὸν πιεῖν καταδικασθέντα.
さて、テオドロスはあるとき、秘儀伝授者エウリュクレイデスの隣に腰を下ろして言った。 「教えてくれ、エウリュクレイデス、密儀に関して不敬を働く者たちとは誰のことかね」彼が、「密儀を秘儀未伝授者たちに漏らす者たちだ」と答えると、テオドロスは言った。 「とすれば、秘儀未伝授者たちに説明して聞かせているお前もまた不敬者だな」もっとも、彼はアレオパゴス評議会に引き出される危難に遭いかけたが、ファレロンのデメトリオスが彼を救い出したのであった。しかしアンフィクラテスは『名士伝』の中で、彼が有罪判決を受けてドクニンジンを飲んだと述べている。
Διατρίβων δὲ παρὰ Πτολεμαίῳ τῷ Λάγου ἀπεστάλη ποθʼ ὑπʼ αὐτοῦ πρὸς Λυσίμαχον πρεσβευτής. ὅτε καὶ παρρησιαζομένῳ φησὶν ὁ Λυσίμαχος, λέγε μοι, Θεόδωρε, οὐ σὺ εἶ ὁ ἐκπεσὼν Ἀθήνηθεν; καὶ ὅς, ὀρθῶς ἀκήκοας· ἡ γὰρ τῶν Ἀθηναίων πόλις οὐ δυναμένη με φέρειν, ὥσπερ ἡ Σεμέλη τὸν Διόνυσον, ἐξέβαλε. πάλιν δʼ εἰπόντος τοῦ Λυσιμάχου, [βλέπε] ὅπως μὴ παρέσῃ πρὸς ἡμᾶς ἔτι, οὐκ ἄν, ἔφη, ἂν μὴ Πτολεμαῖος ἀποστείλῃ.2 Μίθρου δὲ τοῦ διοικητοῦ τοῦ Λυσιμάχου παρεστῶτος καὶ εἰπόντος, ἔοικας σὺ μὴ μόνον θεοὺς ἀγνοεῖν ἀλλὰ καὶ βασιλέας, πῶς, εἶπεν, ἀγνοῶ, ὅπου γε καὶ θεοῖς σε ἐχθρὸν εἶναι νομίζω; φασὶ δέ ποτε ἐν Κορίνθῳ παρέρχεσθαι αὐτὸν συχνοὺς ἐπαγόμενον μαθητάς, Μητροκλέα δὲ τὸν κυνικὸν σκάνδικας πλύνοντα εἰπεῖν, σὺ ὁ σοφιστὴς οὐκ ἂν τοσούτων ἔχρῃζες μαθητῶν, εἰ λάχανα ἔπλυνες· τὸν δʼ ὑπολαβόντʼ εἰπεῖν, καὶ σὺ εἴπερ ἀνθρώποις ᾔδεις ὁμιλεῖν, οὐκ ἂν τούτοις τοῖς λαχάνοις ἐχρῶ.
彼がラゴスの子プトレマイオスの元に滞在していたとき、使節としてリュシマコスの元へ派遣されたことがあった。そのとき、テオドロスが言論の自由を振るって率直に語ったのに対し、リュシマコスは言った。 「言ってごらん、テオドロス、お前はアテナイから追放された者ではないのか」すると彼は答えた。 「正しく聞き及んでおられる。というのも、アテナイ人のポリスは、セメレがディオニュソスを耐えきれなかったように、私に耐えきれずに放逐したのです」リュシマコスが再び、「二度と我らの前に現れないようにせよ」と言うと、彼は答えた。 「プトレマイオスが派遣しないかぎりは、現れることもないでしょう」リュシマコスの財務官ミトルスが側に控えていて、「お前は神々ばかりか王たちのことも知らないようだな」と言うと、彼は答えた。 「私がどうして知らないというのか、お前が神々にとっても憎むべき敵であると見なしているくらいなのに」また、彼があるときコリントスで大勢の弟子たちを引き連れて歩いていた際、犬儒派のメトロクレスが野ニンジンを洗っていながら言ったと伝えられる。 「お前のようなソフィストも、野菜を洗って暮らすなら、これほど多くの弟子を必要としないだろうに」するとテオドロスは遮って言った。 「お前も人と交際することを知っていたなら、そのような野菜を使わずに済んだだろうに」
τὸ ὅμοιον ἀναφέρεται, καθὰ προείρηται, καὶ εἰς Διογένην καὶ Ἀρίστιππον. Τοιοῦτος μὲν ὁ Θεόδωρος κἀν τούτοις. τελευταῖον δʼ εἰς Κυρήνην ἀπελθὼν καὶ Μάγᾳ συμβιοὺς ἐν πάσῃ τιμῇ διετέλει τυγχάνων. ἔνθεν τὸ πρῶτον ἐκβαλλόμενος λέγεται χάριέν τι εἰπεῖν· ἔφη γάρ, καλῶς ποιεῖτε, ἄνδρες Κυρηναῖοι, ἐκ τῆς Λιβύης εἰς τὴν Ἑλλάδα με ἐξορίζοντες. Θεόδωροι δὲ γεγόνασιν εἴκοσι· πρῶτος Σάμιος, υἱὸς Ῥοίκου. οὗτός ἐστιν ὁ συμβουλεύσας ἄνθρακας ὑποτιθέναι τοῖς θεμελίοις τοῦ ἐν Ἐφέσῳ νεώ· καθύγρου γὰρ ὄντος τοῦ τόπου τοὺς ἄνθρακας ἔφη τὸ ξυλῶδες ἀποβαλόντας αὐτὸ τὸ στερεὸν ἀπαθὲς ἕξειν ὕδατι.3 δεύτερος Κυρηναῖος, γεωμέτρης οὗ διήκουσε Πλάτων· τρίτος ὁ προγεγραμμένος φιλόσοφος· τέταρτος οὗ τὸ φωνασκικὸν φέρεται βιβλίον πάγκαλον·
同様の逸話は、前述のように、ディオゲネスとアリスティッポスにも帰されている。 テオドロスはこのような点でもその通りの人物であった。最後にはキュレネに赴き、マガスの元で生活を共にし、あらゆる栄誉を享受し続けた。彼が最初にそこから追放された際、気の利いた言葉を口にしたと伝えられている。彼は言ったのである。 「キュレネの人々よ、私をリュビアからギリシアへと追放してくれて、実に結構な計らいである」テオドロスという名の人物は二十人いた。第一はサモス人で、ロイコスの子。この者はエフェソスの神殿の基礎に木炭を敷くことを勧告した人物である。その場所が湿地であったため、木炭は木質を脱してその硬固な部分自体を水に害されない状態で保つだろうと彼は言ったのである。第二はキュレネ人で、幾何学者であり、プラトンが彼の教えを受けた。第三は上述の哲学者。第四は、その発声法に関する書物がきわめて立派であると伝えられる人物。
πέμπτος ὁ περὶ τῶν νομοποιῶν πεπραγματευμένος, ἀρξάμενος ἀπὸ Τερπάνδρου· ἕκτος στωικός· ἕβδομος ὁ τὰ περὶ Ῥωμαίων πεπραγματευμένος· ὄγδοος Συρακόσιος, περὶ τακτικῶν γεγραφώς· ἔνατος Βυζάντιος, ἀπὸ λόγων πολιτικῶν· δέκατος ὁμοίως, οὗ Ἀριστοτέλης μνημονεύει διὰ τῆς ἐπιτομῆς τῶν ῥητόρων· ἑνδέκατος Θηβαῖος, ἀνδριαντοποιός· δωδέκατος ζωγράφος, οὗ μέμνηται Πολέμων· τρισκαιδέκατος ζωγράφος, Ἀθηναῖος, ὑπὲρ οὗ γράφει Μηνόδοτος· τεσσαρεσκαιδέκατος Ἐφέσιος, ζωγράφος, οὗ μέμνηται Θεοφάνης ἐν τῷ περὶ γραφικῆς· πεντεκαιδέκατος ποιητὴς ἐπιγραμμάτων· ἑκκαιδέκατος γεγραφὼς περὶ ποιητῶν· ἑπτακαιδέκατος ἰατρός, Ἀθηναίου μαθητής· ὀκτωκαιδέκατος Χῖος, φιλόσοφος στωικός· ἐννεακαιδέκατος Μιλήσιος, καὶ αὐτὸς στωικὸς φιλόσοφος· εἰκοστὸς ποιητὴς τραγῳδίας.
第五は立法者に関する研究を著した人物で、テルパンドロスから書き始めている。第六はストア派。第七はローマ人に関する事績を著述した人物。第八はシュラクサイ人で、戦術論を書いた人物。第九はビザンティオン人で、政治的弁論から知られる。第十も同様で、アリストテレスが弁論家要約の中で言及している。第十一はテーバイ人で、彫刻家。第十二は画家で、ポレモンが言及している。第十三は画家でアテナイ人、メノドトスが彼について書いている。第十四はエフェソス人で画家、テオファネスが絵画論の中で言及している。第十五はエピグラム詩人。第十六は詩人伝を書いた人物。第十七は医者で、アテナイオスの弟子。第十八はキオス人で、ストア派の哲学者。第十九はミレトス人で、同じくストア派の哲学者。第二十は悲劇詩人である。
- 2.8.100ὃ φῂς εἶναι, τοῦτο καὶ εἶ;
関係代名詞 ὃ は従属節 φῂς εἶναι の述語対格であり、先行詞 τοῦτο は主節の述語名詞。「お前が[自分は]これであると言うそのものに、お前自身も本当になっているのか」という詭弁の論理的前提を形成している。
- 2.8.102οὐκ ἄν, ἔφη, ἂν μὴ Πτολεμαῖος ἀποστείλῃ.
οὐκ ἄν の後には直前の παρέσῃ(直説法未来)に対応する希求法 παρείην 等の動詞が省略されている。前半の ἄν は潜在(条件文の帰結部)、後半の ἄν は ἐάν(接続法条件節)であり、文全体で「プトレマイオスが派遣しない限り、私は来ない(姿を現さない)だろう」を意味する。
- 2.8.103τοὺς ἄνθρακας ἔφη τὸ ξυλῶδες ἀποβαλόντας αὐτὸ τὸ στερεὸν ἀπαθὲς ἕξειν ὕδατι.
ἔφη に対する対格不定詞構文。主語対格は τοὺς ἄνθρακας で、一致する分詞 ἀποβαλόντας が時間・条件を表す(木質を脱した上で)。不定詞 ἕξειν の直接目的語は αὐτὸ τὸ στερεόν(硬い部分そのもの)、ἀπαθές は目的語の述語的修飾語(水に対して害されない状態に)。ὕδατι は限定・関連を表す与格。
