- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:2.8.83-2.8.88
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-23
アリスティッポスとアイスキネスの和解の逸話、同名異人の整理、著作目録を提示したのち、学派の継承譜系と、快楽を肉体の滑らかな運動とし終極目的とするキュレネ派の基本的教説を説く。
μνημόνευε τοίνυν, εἶπεν ὁ Ἀρίστιππος, ὅτι σοι πρότερος πρεσβύτερος ὢν προσῆλθον. καὶ ὁ Αἰσχίνης, εὖγε, νὴ τὴν Ἥραν, εὐλόγως εἶπας, ἐπεὶ πολλῷ μου βελτίων ὑπάρχεις· ἐγὼ μὲν γὰρ ἔχθρας, σὺ δὲ φιλίας ἄρχεις1. καὶ ταῦτα μὲν εἰς αὐτὸν ἀναφέρεται. Γεγόνασι δʼ Ἀρίστιπποι τέσσαρες· περὶ οὗ τε ὁ λόγος καὶ δεύτερος ὁ τὰ περὶ Ἀρκαδίας γεγραφώς· τρίτος ὁ μητροδίδακτος, θυγατριδοῦς τοῦ πρώτου· τέταρτος ὁ ἐκ τῆς νεωτέρας Ἀκαδημείας. Τοῦ δὲ Κυρηναϊκοῦ φιλοσόφου φέρεται βιβλία τρία μὲν ἱστορίας τῶν κατὰ Λιβύην, ἀπεσταλμένα Διονυσίῳ· ἓν δὲ ἐν ᾧ διάλογοι πέντε καὶ εἴκοσιν, οἱ μὲν Ἀτθίδι, οἱ δὲ Δωρίδι διαλέκτῳ γεγραμμένοι οἵδε·
するとアリスティッポスは言った。 「それでは、私が年長でありながら、先に君のもとへ歩み寄ったことを覚えておいてくれたまえ。」 アイスキネスは言った。 「ヘラにかけて、実に見事だ。君の言う通りだ。君は私よりもはるかに優れた人物なのだから。なぜなら、私が不和を始めたのに対し、君は友情を始めたのだから。」 彼に関してはこのようなことが伝えられている。 なお、アリスティッポスという人物は四人いた。第一はまさに我々が論じている者、第二はアルカディアに関する事柄を書いた者、第三は『母教授』と呼ばれた者で、第一の人物の外孫、第四は新アカデメイアに属した者である。 このキュレネ派の哲学者に帰される書物としては、リビアの歴史に関する三巻(ディオニュシオスに送られたもの)があり、さらにアッティカ方言およびドーリス方言で書かれた二十五篇の対話篇を収めた一巻がある。その目録は以下の通りである。
Ἀρτάβαζος. Πρὸς τοὺς ναυαγούς. Πρὸς τοὺς φυγάδας. Πρὸς πτωχόν. Πρὸς Λαΐδα. Πρὸς Πῶρον. Πρὸς Λαΐδα περὶ τοῦ κατόπτρου. Ἑρμείας. Ἐνύπνιον. Πρὸς τὸν ἐπὶ τῆς κύλικος. Φιλόμηλος. Πρὸς τοὺς οἰκείους. Πρὸς τοὺς ἐπιτιμῶντας ὅτι κέκτηται οἶνον παλαιὸν καὶ ἑταίρας. Πρὸς τοὺς ἐπιτιμῶντας ὅτι πολυτελῶς ὀψωνεῖ. Ἐπιστολὴ πρὸς Ἀρήτην τὴν θυγατέρα. Πρὸς τὸν εἰς Ὀλυμπίαν γυμνάζοντα ἑαυτόν. Ἐρώτησις. Ἄλλη Ἐρώτησις. Χρεία πρὸς Διονύσιον. Ἄλλη ἐπὶ τῆς εἰκόνος. Ἄλλη ἐπὶ τῆς Διονυσίου θυγατρός. Πρὸς τὸν οἰόμενον ἀτιμάζεσθαι. Πρὸς τὸν συμβουλεύειν ἐπιχειροῦντα. Ἔνιοι δὲ καὶ διατριβῶν αὐτόν φασιν ἓξ γεγραφέναι, οἱ δʼ οὐδʼ ὅλως γράψαι· ὧν ἐστι καὶ Σωσικράτης ὁ Ῥόδιος.
『アルタバゾス』『難破者たちへ』『亡命者たちへ』『貧民へ』『ライスのために』『ポロスへ』『ライスのために――鏡について』『ヘルメイアス』『夢』『酒杯を預かる者へ』『フィロメロス』『身内の人々へ』『彼が古酒と遊女を所有していることを咎める者たちへ』『彼が贅沢に料理を買い出すことを咎める者たちへ』『娘アレテへの手紙』『オリュンピアに向けて身を鍛えている者へ』『問い』『もう一つの問い』『ディオニュシオスに関する機知録』『肖像に関するもう一つの機知録』『ディオニュシオスの娘に関するもう一つの機知録』『自分が軽んじられていると思い込んでいる者へ』『忠告を試みる者へ』また、ある人々は彼が講話録を六巻書いたと言い、他の人々は彼が全く何も書かなかったと言っている。その中にはロドスのソシクラテスも含まれる。
Κατὰ δὲ Σωτίωνα ἐν δευτέρῳ καὶ Παναίτιον ἔστιν αὐτῷ συγγράμματα τάδε· Περὶ παιδείας. Περὶ ἀρετῆς. Προτρεπτικός. Ἀρτάβαζος. Ναυαγοί. Φυγάδες. Διατριβῶν ἕξ. Χρειῶν τρία. Πρὸς Λαΐδα. Πρὸς Πῶρον. Πρὸς Σωκράτην. Περὶ τύχης. Τέλος δʼ ἀπέφαινε τὴν λείαν κίνησιν εἰς αἴσθησιν ἀναδιδομένην2. Ἡμεῖς δʼ ἐπειδὴ τὸν βίον ἀνεγράψαμεν αὐτοῦ, φέρε νῦν διέλθωμεν τοὺς ἀπʼ αὐτοῦ Κυρηναϊκούς, οἵ τινες ἑαυτοὺς οἱ μὲν Ἡγησιακούς, οἱ δὲ Ἀννικερείους, οἱ δὲ Θεοδωρείους προσωνόμαζον. οὐ μὴν ἀλλὰ καὶ τοὺς ἀπὸ Φαίδωνος, ὧν τοὺς κορυφαιοτάτους Ἐρετρικούς.
他方、ソティオンの第二巻およびパナイティオスによれば、彼には次のような著作がある。 『教育について』『徳について』『勧誘篇』『アルタバゾス』『難破者たち』『亡命者たち』『講話録』六巻『機知録』三巻『ライスのために』『ポロスへ』『ソクラテスへ』『運について』彼は、感覚へと伝え広がる滑らかな運動を終極目的(テロス)であると規定した。 さて、我々は彼の生涯を記述し終えたので、さあ今度は、彼の学統から出たキュレネ派の者たちを取り上げることにしよう。彼らは自らを、ある者はヘゲシアス派、ある者はアンニケリス派、ある者はテオドロス派と名乗っていた。さらにそれだけでなく、パイドンに由来する者たち、その中でも最も卓抜したエレトリア派の者たちをも順次論じることにしよう。
ἔχει δὲ οὕτως· Ἀριστίππου διήκουσεν ἡ θυγάτηρ Ἀρήτη καὶ Αἰθίοψ Πτολεμαεὺς καὶ Ἀντίπατρος Κυρηναῖος· Ἀρήτης δὲ Ἀρίστιππος ὁ μητροδίδακτος ἐπικληθείς, οὗ Θεόδωρος ὁ ἄθεος, εἶτα θεός· Ἀντιπάτρου δʼ Ἐπιτιμίδης Κυρηναῖος, οὗ Παραιβάτης, οὗ Ἡγησίας ὁ πεισιθάνατος καὶ Ἀννίκερις [ὁ Πλάτωνα λυτρωσάμενος]. Οἱ μὲν οὖν ἐπὶ τῆς ἀγωγῆς τῆς Ἀριστίππου μείναντες καὶ Κυρηναϊκοὶ προσαγορευθέντες δόξαις ἐχρῶντο τοιαύταις· δύο πάθη ὑφίσταντο, πόνον καὶ ἡδονήν, τὴν μὲν λείαν κίνησιν, τὴν ἡδονήν, τὸν δὲ πόνον τραχεῖαν κίνησιν.
その継承関係は次の通りである。アリスティッポスの講義を聞いたのは、娘のアレテ、エチオピア人プトレマイオス、キュレネのアンティパトロスであった。アレテからは「母教授」と呼ばれたアリスティッポスが生じ、その弟子に無神論者、のちに「神」と呼ばれたテオドロスがいる。アンティパトロスからはキュレネのエピティミデス、その弟子にパライバテス、その弟子に「死を説得する者」ヘゲシアスとアンニケリス[プラトンを身代金を払って贖った者]がいる。 さて、アリスティッポスの指導路線に留まり、キュレネ派と呼ばれた人々は次のような学説を奉じていた。彼らは二つの情念、すなわち苦痛と快楽を立て、滑らかな運動を快楽とし、荒い運動を苦痛とした。
μὴ διαφέρειν τε ἡδονὴν ἡδονῆς, μηδὲ ἥδιόν τι εἶναι· καὶ τὴν μὲν εὐδοκητὴν πᾶσι ζῴοις, τὸν δʼ ἀποκρουστικόν. ἡδονὴν μέντοι τὴν τοῦ σώματος, ἣν καὶ τέλος εἶναι, καθά φησι καὶ Παναίτιος ἐν τῷ Περὶ τῶν αἱρέσεων, οὐ τὴν καταστηματικὴν ἡδονὴν τὴν ἐπʼ ἀναιρέσει ἀλγηδόνων3 καὶ οἷον ἀνοχλησίαν, ἣν ὁ Ἐπίκουρος ἀποδέχεται καὶ τέλος εἶναί φησι. δοκεῖ δʼ αὐτοῖς καὶ τέλος εὐδαιμονίας διαφέρειν. τέλος μὲν γὰρ εἶναι τὴν κατὰ μέρος ἡδονήν, εὐδαιμονίαν δὲ τὸ ἐκ τῶν μερικῶν ἡδονῶν σύστημα, αἷς συναριθμοῦνται καὶ αἱ παρῳχηκυῖαι καὶ αἱ μέλλουσαι.
そして快楽と快楽との間に差異はなく、何かがより快いということはないとした。また、快楽はすべての動物にとって喜ばしいものであり、苦痛は忌避すべきものであるとした。しかし快楽とは肉体のそれであり、それこそが終極目的であるとした。パナイティオスも『諸学派について』で述べている通り、エピクロスが承認し終極目的であるとしているような、苦痛の除去に基づく静態的快楽や、いわば煩いのなさのことではない。また彼らは、終極目的と幸福とは異なると考えた。終極目的とは個別の快楽であり、幸福とは個別の快楽からなる総体であって、そこには過去のものも未来のものも共に数え入れられるからである。
Εἶναί τε τὴν μερικὴν ἡδονὴν διʼ αὑτὴν αἱρετήν· τὴν δʼ εὐδαιμονίαν οὐ διʼ αὑτήν, ἀλλὰ διὰ τὰς κατὰ μέρος ἡδονάς. πίστιν δʼ εἶναι τοῦ τέλος εἶναι τὴν ἡδονὴν τὸ ἀπροαιρέτως ἡμᾶς ἐκ παίδων ᾠκειῶσθαι πρὸς αὐτήν4, καὶ τυχόντας αὐτῆς μηθὲν ἐπιζητεῖν μηθέν τε οὕτω φεύγειν ὡς τὴν ἐναντίαν αὐτῇ ἀλγηδόνα. εἶναι δὲ τὴν ἡδονὴν ἀγαθὸν κἂν ἀπὸ τῶν ἀσχημοτάτων γένηται, καθά φησιν Ἱππόβοτος ἐν τῷ Περὶ αἱρέσεων. εἰ γὰρ καὶ ἡ πρᾶξις ἄτοπος εἴη, ἀλλʼ οὖν ἡ ἡδονὴ διʼ αὑτὴν αἱρετὴ καὶ ἀγαθόν.
そして、個別の快楽はそれ自体のゆえに選ぶべきものであるが、幸福はそれ自体のゆえにではなく、個別の快楽のゆえに選ぶべきものであるとした。快楽が終極目的であることの証拠は、我々が幼少期より選択によることなく無意識に快楽へと親和し、それを得た時には何も求めず、またそれに反する苦痛ほどには何ものをも避けようとしないという事実である。また、快楽はたとえ極めて不作法な行為から生じたとしても善である、とヒッポボトスも『諸学派について』の中で述べている。なぜなら、たとえその行為が不適切であったとしても、快楽そのものはそれ自体のゆえに選ぶべきものであり、善であるからである。
- 2.8.83ἐγὼ μὲν γὰρ ἔχθρας, σὺ δὲ φιλίας ἄρχεις
動詞 ἄρχω が属格(ἔχθρας, φιλίας)を支配し、「~を始める、端緒を開く」を意味する用法。支配する名詞の格は起動の源泉を表す起格的属格(分離属格的起因)に由来する。
- 2.8.85εἰς αἴσθησιν ἀναδιδομένην
現在分詞 ἀναδιδομένην は τὴν λείαν κίνησιν を修飾する限定用法。「感覚(αἴσθησις)へと向けられて伝達される/発散される」という意味。前置詞句 εἰς αἴσθησιν は運動の伝達先・到達点を示している。
- 2.8.87οὐ τὴν καταστηματικὴν ἡδονὴν τὴν ἐπʼ ἀναιρέσει ἀλγηδόνων
否定辞 οὐ を伴う対格句は、先行する ἣν καὶ τέλος εἶναι の内容を補足・制限する対格(同格的対格)。冠詞の反復(τὴν... τὴν...)によって「苦痛の除去(ἀναίρεσις)に基づく」静態的快楽(καταστηματικὴ ἡδονή)が限定されている。前置詞 ἐπί +与格は根拠や条件を表す。
- 2.8.88πίστιν δʼ εἶναι τοῦ τέλος εἶναι τὴν ἡδονὴν τὸ ἀπροαιρέτως ἡμᾶς ἐκ παίδων ᾠκειῶσθαι πρὸς αὐτήν
間接話法における対格不定詞構文。文の主語は中性単数冠詞を伴う不定詞句 τὸ ... ᾠκειῶσθαι であり、πίστιν は述語対格。τοῦ τέλος εἶναι τὴν ἡδονὴν は πίστιν を修飾する属格不定詞句(説明的・目的格的属格)で、「快楽が終極目的であることの証拠」を意味する。
