ディオゲネス・ラエルティオス

ギリシア哲学者列伝

§2.7.60-2.7.64

アイスキネスの生涯と対話篇の真偽および同名人物

ソクラテスの弟子アイスキネスの出自、著作の真偽論争、窮乏によるシケリア滞在と帰還後の活動、および同名人物一覧を記す。

← 前次 →

Αἰσχίνης Χαρίνου τοῦ ἀλλαντοποιοῦ, οἱ δὲ Λυσανίου, Ἀθηναῖος, ἐκ νέου φιλόπονος· διὸ καὶ Σωκράτους οὐκ ἀπέστη. ὅθεν ἔλεγε, μόνος ἡμᾶς οἶδε τιμᾶν τοῦ ἀλλαντοποιοῦ. τοῦτον ἔφη Ἰδομενεὺς ἐν τῷ δεσμωτηρίῳ συμβουλεῦσαι περὶ τῆς φυγῆς Σωκράτει, καὶ οὐ Κρίτωνα· Πλάτωνα δέ, ὅτι ἦν Ἀριστίππῳ μᾶλλον φίλος1, Κρίτωνι περιθεῖναι τοὺς λόγους. διεβάλλετο δʼ Αἰσχίνης καὶ μάλισθʼ ὑπὸ Μενεδήμου τοῦ Ἐρετριέως ὡς τοὺς πλείστους διαλόγους ὄντας Σωκράτους ὑποβάλλοιτο, λαμβάνων παρὰ Ξανθίππης· ὧν οἱ μὲν καλούμενοι ἀκέφαλοι σφόδρʼ εἰσὶν ἐκλελυμένοι καὶ οὐκ ἐπιφαίνοντες τὴν Σωκρατικὴν εὐτονίαν· οὓς καὶ Πεισίστρατος Ἐφέσιος ἔλεγε μὴ εἶναι Αἰσχίνου.

アイスキネスはソーセージ職人のカリノス(あるいはリュサニアスとも言われる)の子で、アテナイ人であり、若い頃から勤勉であった。そのためソクラテスのもとを離れなかった。それゆえソクラテスはこう言っていた。 「ソーセージ職人の子だけが我々を敬うことを知っている。」 イドメネウスの伝えるところによれば、獄中でソクラテスに脱走を勧めたのはクリトンではなくこのアイスキネスであったが、プラトンはアイスキネスがアリスティッポスとより親しかったために、その言葉をクリトンのものとして帰したという。またアイスキネスは、とりわけエレトリアのメネデモスから、ソクラテスの対話篇の大部分作をクサンティッペから受け取って自作と偽って公表したとして非難されていた。これらの中でいわゆる「無頭」と呼ばれるものは著しく弛緩しており、ソクラテス特有の力強さを微塵も示していない。エペソスのペイシストラトスも、これらはアイスキネスの作ではないと述べていた。

καὶ τῶν ἑπτὰ δὲ τοὺς πλείστους Περσαῖός φησι Πασιφῶντος εἶναι τοῦ Ἐρετρικοῦ, εἰς τοὺς Αἰσχίνου δὲ κατατάξαι. ἀλλὰ καὶ τῶν Ἀντισθένους τόν τε μικρὸν Κῦρον καὶ τὸν Ἡρακλέα τὸν ἐλάσσω καὶ Ἀλκιβιάδην καὶ τοὺς τῶν ἄλλων δὲ ἐσκευώρηται. οἱ δʼ οὖν τῶν Αἰσχίνου τὸ Σωκρατικὸν ἦθος ἀπομεμαγμένοι εἰσὶν ἑπτά· πρῶτος Μιλτιάδης, διὸ καὶ ἀσθενέστερόν πως ἔχει· Καλλίας, Ἀξίοχος, Ἀσπασία, Ἀλκιβιάδης, Τηλαύγης, Ῥίνων. Φασὶ δʼ αὐτὸν διʼ ἀπορίαν ἐλθεῖν εἰς Σικελίαν πρὸς Διονύσιον, καὶ ὑπὸ μὲν Πλάτωνος παροφθῆναι, ὑπὸ δʼ Ἀριστίππου συστῆναι· δόντα τέ τινας τῶν διαλόγων δῶρα λαβεῖν.

さらにペルサイオスによれば、彼が遺した七篇の対話篇の大部分も実はエレトリアのパシポンによるものであり、アイスキネスが自作に編入したのだという。それどころか彼は、アンティステネスの著作からも『小キュロス』『小ヘラクレス』『アルキビアデス』を、また他の人々の著作からも剽窃していた。ともあれ、アイスキネスの対話篇の中でソクラテスの人柄を刻み込んでいると認められるものは七篇ある。すなわち、第一に『ミルティアデス』(それゆえ幾分か弱々しい筆致である)、『カリアス』、『アクシオコス』、『アスパシア』、『アルキビアデス』、『テラウゲス』、『リノン』である。 伝えられるところでは、彼は生活の困窮ゆえにシケリアのディオニュシオスのところへ赴いたが、プラトンからは無視されたものの、アリスティッポスによって紹介され、対話篇の幾つかを献呈して返礼の贈り物を受け取ったという。

ἔπειτʼ ἀφικόμενον Ἀθήναζε μὴ τολμᾶν σοφιστεύειν, εὐδοκιμούντων τότε τῶν περὶ Πλάτωνα καὶ Ἀρίστιππον. ἐμμίσθους δʼ ἀκροάσεις ποιεῖσθαι· εἶτα συγγράφειν λόγους δικανικοὺς τοῖς ἀδικουμένοις· διὸ καὶ τὸν Τίμωνα εἰπεῖν ἐπʼ αὐτοῦ ἤτʼ Αἰσχίνου οὐκ ἀπιθὴςἴσγράψαι. φασὶ δʼ αὐτῷ λέγειν Σωκράτην, ἐπειδήπερ ἐπιέζετο ὑπὸ πενίας, παρʼ ἑαυτοῦ δανείζεσθαι τῶν σιτίων ὑφαιροῦντα2. τούτου τοὺς διαλόγους καὶ Ἀρίστιππος ὑπώπτευεν. ἐν γοῦν Μεγάροις ἀναγινώσκοντος αὐτοῦ φασι σκῶψαι εἰπόντα, πόθεν σοι, λῃστά, ταῦτα;

その後アテナイに戻ったが、当時はプラトンやアリスティッポスの一派が世評を集めていたため、ソフィストとしての活動を営む勇気はなかった。そこで有料の講談を行い、次いで不正を被った人々のために法廷弁論を代作した。それゆえティモンも彼についてこう言ったのである。 「あるいは書くにおいて劣らぬアイスキネスの勢いのごときもの……」 また、彼が貧困に圧迫されていた時、ソクラテスは彼に、食糧を減らすことによって自分自身から前借りをせよと語ったと伝えられる。彼が公表した対話篇にはアリスティッポスも疑念を抱いていた。現にメガラでアイスキネスがそれを朗読していた時、アリスティッポスは彼をからかってこう言ったと伝えられる。 「この盗っ人め、どこからそんなものを手に入れたのだ。

Φησὶ δὲ Πολύκριτος Μενδαῖος ἐν τῷ πρώτῳ τῶν περὶ Διονύσιον ἄχρι τῆς ἐκπτώσεως συμβιῶναι αὐτὸν τῷ τυράννῳ καὶ ἕως τῆς Δίωνος εἰς Συρακούσας καθόδου, λέγων εἶναι σὺν αὐτῷ καὶ Καρκίνον τὸν τραγῳδιοποιόν. φέρεται δὲ καὶ ἐπιστολὴ πρὸς Διονύσιον Αἰσχίνου. ἦν δὲ καὶ ἐν τοῖς ῥητορικοῖς ἱκανῶς γεγυμνασμένος· ὡς δῆλον ἔκ τε τῆς ἀπολογίας τοῦ πατρὸς Φαίακος τοῦ στρατηγοῦ καὶ Δίωνος. μάλιστα δὲ μιμεῖται Γοργίαν τὸν Λεοντῖνον. καὶ Λυσίας δὲ κατʼ αὐτοῦ γέγραφε λόγον, [περὶ] συκοφαντίας ἐπιγράψας· ἐξ ὧν δῆλον ὅτι καὶ ῥητορικός τις ἦν. γνώριμος δʼ αὐτοῦ φέρεται εἷς, Ἀριστοτέλης Μῦθος ἐπικληθείς.

メンデのポリュクリトスは『ディオニュシオスについて』の第一巻で、アイスキネスがディオニュシオスの失脚まで、すなわちディオンのシュラクサイ帰還までその僭主と同居していたと述べており、悲劇詩人カルキノスも彼とともにそこにいたと記している。またディオニュシオスに宛てたアイスキネスの書簡も現存している。彼は弁論術の訓練も十分に積んでいた。そのことは父の弁明や、将軍パイアクスおよびディオンのための弁明のための弁明からも明らかである。彼はとりわけレオンティノイのゴルギアスを模倣している。リュシアスも彼に対する弁論を著しており、「誣告について」と表題を付している。これらのことから、彼が雄弁家でもあったことは明らかである。彼の弟子としてはただ一人、「神話」という渾名を持つアリストテレスが伝えられている。

Πάντων μέντοι τῶν Σωκρατικῶν διαλόγων Παναίτιος ἀληθεῖς εἶναι δοκεῖ3 τοὺς Πλάτωνος, Ξενοφῶντος, Ἀντισθένους, Αἰσχίνου· διστάζει δὲ περὶ τῶν Φαίδωνος καὶ Εὐκλείδου, τοὺς δὲ ἄλλους ἀναιρεῖ πάντας. Γεγόνασι δʼ Αἰσχίναι ὀκτώ· πρῶτος αὐτὸς οὗτος· δεύτερος δʼ τὰς τέχνας γεγραφὼς τὰς ῥητορικάς· τρίτος ῥήτωρ κατὰ Δημοσθένην· τέταρτος Ἀρκάς, μαθητὴς Ἰσοκράτους· πέμπτος Μυτιληναῖος, ὃν καὶ ῥητορομάστιγα ἐκάλουν· ἕκτος Νεαπολίτης, φιλόσοφος Ἀκαδημαϊκός, Μελανθίου τοῦ Ῥοδίου μαθητὴς καὶ παιδικά· ἕβδομος Μιλήσιος, πολιτικὸς συγγραφεύς· ὄγδοος ἀνδριαντοποιός.

ともあれ、パナイティオスはソクラテス的対話篇のすべての中で、プラトン、クセノポン、アンティステネス、アイスキネスの著作のみを真正なものと認めているように見え、パイドンとエウクレイデスのものについては疑問を付し、その他のものはすべて偽作として退けている。 アイスキネスという名の人物は八人いた。第一はこの人自身である。第二は弁論術の手引書を著した者。第三はデモステネスと争った雄弁家。第四はアルカディア人で、イソクラテスの弟子。第五はミュティレネ人で、「雄弁家殺し」とも呼ばれた者。第六はナポリ人で、アカデメイア派の哲学者であり、ロドス島出身のメランティオスの弟子かつ愛童であった者。第七はミレトス人で、政治書の執筆者。第八は肖像彫刻家である。

構文注3 件
  1. 2.7.60ὅτι ἦν Ἀριστίππῳ μᾶλλον φίλος

    理由を表す従属節で、動詞 ἦν の主語は前後の文脈からアイスキネスを指すと解するのが自然である。すなわち「(対話篇『クリトン』を書いた)プラトンは、アイスキネスが(プラトンと不仲であった)アリスティッポスとより親密であったために、脱走を勧めた功績をアイスキネスではなくクリトンの言動として割り振った」という文脈である。主語をプラトン(プラトン自身がアリスティッポスと親しかった)とする解釈も文法上は排除できないが、ソクラテス学派内でのプラトンとアリスティッポスの対立関係に照らして退けられる。

  2. 2.7.62παρʼ ἑαυτοῦ δανείζεσθαι τῶν σιτίων ὑφαιροῦντα

    間接話法における命令的不定詞構文。主動詞 λέγειν の目的語節として不定詞 δανείζεσθαι が置かれ、ソクラテスがアイスキネスに与えた助言(命令・勧告)を表す。分詞 ὑφαιροῦντα は不定詞の意味上の主語(対格の代名詞 αὐτόν の省略)に一致し、「食糧から減額することによって自らから借り入れる」という手段を表す副詞的分詞である。属格 τῶν σιτίων は部分属格。

  3. 2.7.64Παναίτιος ἀληθεῖς εἶναι δοκεῖ

    動詞 δοκέω の人称構文(いわゆる主語繰り上げ)。非人称的に「パナイティオスには真正であると思われている」とするのではなく、人物名 Παναίτιος を主語に立て「パナイティオスは真正であるとみなしているようだ」という見解・判断の帰属を表している。述語形容詞 ἀληθεῖς は対格補語 τοὺς(=τοὺς διαλόγους)と一致している。

モデル:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:2.7.60-2.7.64