- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:2.5.24-2.5.29
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-23
ソクラテスの政治的信念、自足した清貧の生活、婚姻関係、他者の嘲笑への超然とした態度、そして対話を通じて人々を善導・諫止した実践について述べる。
Ἦν δὲ καὶ ἰσχυρογνώμων καὶ δημοκρατικός, ὡς δῆλον ἔκ τε τοῦ μὴ εἶξαι τοῖς περὶ Κριτίαν, κελεύουσι Λέοντα τὸν Σαλαμίνιον, ἄνδρα πλούσιον, ἀγαγεῖν πρὸς αὐτούς, ὥστε ἀπολέσθαι· ἀλλὰ καὶ μόνος ἀποψηφίσασθαι τῶν δέκα στρατηγῶν. καὶ ἐνὸν αὐτῷ ἀποδρᾶναι1 τῆς εἱρκτῆς μὴ ἐθελῆσαι· τοῖς τε κλαίουσιν αὐτὸν ἐπιπλῆξαι καὶ τοὺς καλλίστους λόγους ἐκείνους δεδεμένον διαθέσθαι. Αὐτάρκης τε ἦν καὶ σεμνός. καί ποτε Ἀλκιβιάδου, καθά φησι Παμφίλη ἐν τῷ ἑβδόμῳ τῶν Ὑπομνημάτων, διδόντος αὐτῷ χώραν μεγάλην, ἵνα ἐνοικοδομήσηται οἰκίαν, φάναι, καὶ εἰ ὑποδημάτων ἔδει, καὶ βύρσαν μοι ἐδίδους, ἵνʼ ἐμαυτῷ ὑποδήματα ποιησαίμην, καταγέλαστος ἂν ἦν λαβών2.
彼はまた信念が堅固で民衆政的でもあった。そのことは、クリティアスの一味がサラミスの富豪レオンを処刑するために連行せよと命じたとき屈服しなかったこと、さらには十人の将軍たちの裁判において彼らに反対票を投じた唯一の者であったことからも明白である。また、牢獄から脱走することが可能であったのにそれを望まず、彼のために涙を流す者たちを叱責し、鎖に繋がれたままあの最も美しい対話を繰り広げたことからも明らかである。 彼は自足しており気高かった。そしてあるとき、パンピレが『回想録』第七巻で述べるように、アルキビアデスが彼に邸宅を建てるための広大な土地を与えようとしたとき、彼はこう言ったという。 「もし私に履物が必要だったとして、履物を自分で作るようにと君が私に革をくれたとしたら、それを受け取った私は物笑いの種になっただろう。」
πολλάκις δʼ ἀφορῶν εἰς τὰ πλήθη τῶν πιπρασκομένων ἔλεγε πρὸς αὑτόν, πόσων ἐγὼ χρείαν οὐκ ἔχω. καὶ συνεχὲς ἐκεῖνα ἀνεφθέγγετο τὰ ἰαμβεῖα· "τὰ δʼ ἀργυρώματʼ ἐστὶν ἥ τε πορφύρα εἰς τοὺς τραγῳδοὺς χρήσιμʼ, οὐκ εἰς τὸν βίον." ὑπερεφρόνησε δὲ καὶ Ἀρχελάου τοῦ Μακεδόνος καὶ Σκόπα τοῦ Κρανωνίου καὶ Εὐρυλόχου τοῦ Λαρισσαίου, μήτε χρήματα προσέμενος παρʼ αὐτῶν, μήτε παρʼ αὐτοὺς ἀπελθών. εὔτακτός τε ἦν τὴν δίαιταν οὕτως, ὥστε πολλάκις Ἀθήνησι λοιμῶν γενομένων μόνος οὐκ ἐνόσησε.
また彼は、売られている多種多様な品々を見やっては、しばしば独り言を言っていた。 「私が必要としないものが、なんと多いことか。」 そして彼は、常日頃から次のようなイアンボス詩を口ずさんでいた。 「銀器や紫の衣は、 悲劇役者には有用だが、実際の人生には無用だ。」 彼はまた、マケドニアのアルケラオス、クラノンのスコパス、ラリサのエウリュロコスを軽んじ、彼らからの金銭を受け取ることもなく、彼らのもとへ赴くこともなかった。そして彼の生活様式は極めて節制が取れていたので、アテナイでたびたび疫病が発生した際にも、彼一人だけ病に罹らなかった。
Φησὶ δʼ Ἀριστοτέλης δύο γυναῖκας αὐτὸν ἀγαγέσθαι· προτέραν μὲν Ξανθίππην, ἐξ ἧς αὐτῷ γενέσθαι Λαμπροκλέα· δευτέραν δὲ Μυρτώ, τὴν Ἀριστείδου τοῦ δικαίου θυγατέρα, ἣν καὶ ἄπροικον λαβεῖν, ἐξ ἧς γενέσθαι Σωφρονίσκον καὶ Μενέξενον. οἱ δὲ προτέραν γῆμαι τὴν Μυρτώ φασιν· ἔνιοι δὲ καὶ ἀμφοτέρας σχεῖν ὁμοῦ, ὧν ἐστι Σάτυρός τε καὶ Ἱερώνυμος ὁ Ῥόδιος. φασὶ γὰρ βουληθέντας Ἀθηναίους διὰ τὸ λειπανδρεῖν συναυξῆσαι τὸ πλῆθος, ψηφίσασθαι γαμεῖν μὲν ἀστὴν μίαν, παιδοποιεῖσθαι δὲ καὶ ἐξ ἑτέρας· ὅθεν τοῦτο ποιῆσαι καὶ Σωκράτην.
アリストテレスによれば、彼は二人の妻を娶ったという。先妻はクサンティッペで、彼女との間にランプロクレスが生まれた。後妻は「正義の人」アリステイデスの娘ミュルトで、持参金なしで迎え入れ、彼女との間にソプロニスコスとメネクセノスが生まれた。一方、ミュルトを先妻とする者たちもおり、サテュロスやロドスのヒエロニュモスをはじめとする一部の者たちは、同時に二人を妻としていたと述べている。なぜなら、アテナイ人が人口減少のために市民の数を増やそうと望み、一人の市民女性と結婚する一方で、別の女性との間にも子をもうけてよいという議決を下したため、ソクラテスもこれに従ったのだと彼らは語るからである。
Ἦν δʼ ἱκανὸς καὶ τῶν σκωπτόντων [αὐτὸν] ὑπερορᾶν. καὶ ἐσεμνύνετο ἐπὶ τῇ εὐτελείᾳ, μισθόν τε οὐδένα εἰσεπράξατο. καὶ ἔλεγεν ἥδιστα ἐσθίων ἥκιστα ὄψου προσδεῖσθαι· καὶ ἥδιστα πίνων ἥκιστα τὸ μὴ παρὸν ποτὸν ἀναμένειν· καὶ ἐλαχίστων δεόμενος ἔγγιστα εἶναι θεῶν. τοῦτο δʼ ἐνέσται καὶ παρὰ τῶν κωμῳδοποιῶν λαβεῖν, οἳ λανθάνουσιν ἑαυτοὺς διʼ ὧν σκώπτουσιν ἐπαινοῦντες αὐτόν3. Ἀριστοφάνης μὲν οὕτως· "ὦ τῆς μεγάλης ἐπιθυμήσας σοφίας ἄνθρωπε δικαίως, ὡς εὐδαίμων παρʼ Ἀθηναίοις καὶ τοῖς Ἕλλησι διάξεις. εἶ γὰρ μνήμων καὶ φροντιστής, καὶ τὸ ταλαίπωρον ἔνεστιν ἐν τῇ γνώμῃ, κοὔτε τι κάμνεις οὔθʼ ἑστὼς οὔτε βαδίζων, οὔτε ῥιγῶν ἄχθει λίαν, οὔτʼ ἀρίστων ἐπιθυμεῖς, οἴνου τʼ ἀπέχει κἀδηφαγίας καὶ τῶν ἄλλων ἀνοήτων."
彼は自分をからかう者たちを意に介さないことにも長けていた。また彼は質素さを誇りとし、報酬は一切受け取らなかった。そして、最も美味しく食べる者はご馳走を最も必要とせず、最も美味しく飲む者は手元にない酒を最も待ち望まないものであり、最も必要の少ない者こそが神々に最も近いのだと語っていた。このことは喜劇作家たちからもうかがい知ることができる。彼らは彼を嘲笑することを通じて、知らず知らずのうちに彼を称賛しているのである。アリストパネスはこのように歌っている。 「ああ、大いなる知恵を正当にも熱望した人よ、 そなたはいかに幸福にアテナイ人やギリシア人の間で暮らすことか。 そなたは記憶力があり思索家で、不屈の忍耐が その魂に宿っており、立っていても歩いていても少しも疲れず、 寒さに震えてもひどく苦痛とせず、昼食を欲することもなく、葡萄酒や大食い、その他の愚行を遠ざけている。」
Ἀμειψίας δʼ ἐν τρίβωνι παράγων αὐτὸν φησὶν οὕτως· "Σώκρατες ἀνδρῶν βέλτιστʼ ὀλίγων, πολλῷ δὲ ματαιόταθʼ, ἥκεις καὶ σὺ πρὸς ἡμᾶς. καρτερικός γʼ εἶ. πόθεν ἄν σοι χλαῖνα γένοιτο; Β. τουτὶ τὸ κακὸν κατʼ ἐπήρειαν τῶν σκυτοτόμων γεγένηται. Α. οὗτος μέντοι πεινῶν οὕτως οὐπώποτʼ ἔτλη κολακεῦσαι." τοῦτο δʼ αὐτοῦ τὸ ὑπεροπτικὸν καὶ μεγαλόφρον ἐμφαίνει καὶ Ἀριστοφάνης λέγων οὕτως, "ὅτι βρενθύει τʼ ἐν ταῖσιν ὁδοῖς, καὶ τὠφθαλμὼ παραβάλλεις, κἀνυπόδητος κακὰ πόλλʼ ἀνέχει, κἀν ἡμῖν σεμνοπροσωπεῖς." καίτοι ἐνίοτε πρὸς τοὺς καιροὺς ἁρμοττόμενος καὶ λαμπρὰ ἠμπίσχετο· καθάπερ ἐν τῷ Πλάτωνος συμποσίῳ παρʼ Ἀγάθωνα βαδίζων.
アメイプシアスは彼を粗末な外套姿で舞台に登場させて、こう述べる。 「ソクラテスよ、ごく少数の者たちの中では最も優れ、多くの者たちの中では最も無用な男よ、お前もまた我らのところに来たのか。実に忍耐強い男だ。どこからお前の上着は手に入るというのか。乙:この惨状は靴職人たちの嫌がらせによって生じたのだ。甲:だがこの男は、これほど飢えていながら決してへつらおうとはしなかった。」 彼のこの超然とした高慢な気概は、アリストパネスが次のように詠んでいることにも表れている。 「そなたは街路で威張りくさり、両の目を横に走らせ、 靴も履かずに多くの辛苦に耐え、我々の間で気取った顔つきをしているからだ。」 もっとも、彼は時として時宜に合わせて華麗な身なりをすることもあった。プラトンの『饗宴』において、アガトンの家へと向かうときがそうであった。
Ἱκανὸς δʼ ἀμφότερα ἦν, καὶ προτρέψαι καὶ ἀποτρέψαι. ὥσπερ τὸν Θεαίτητον περὶ ἐπιστήμης διαλεχθεὶς ἔνθεον ἀπέπεμψε, καθὰ καὶ Πλάτων φησίν. Εὐθύφρονα δὲ τῷ πατρὶ γραψάμενον ξενοκτονίας δίκην περὶ ὁσίου τινὰ διαλεχθεὶς ἀπήγαγε. καὶ τὸν Λύσιν δὲ ἠθικώτατον ἐποίησε προτρέψας. ἦν γὰρ ἱκανὸς ἀπὸ τῶν πραγμάτων τοὺς λόγους εὑρίσκειν. ἐνέτρεψε δὲ καὶ Λαμπροκλέα τὸν υἱὸν τῇ μητρὶ ἀγριαινόμενον, ὥς που καὶ Ξενοφῶν εἴρηκε. καὶ Γλαύκωνα μὲν τὸν Πλάτωνος ἀδελφὸν θέλοντα πολιτεύεσθαι ἀπέστησε διὰ τὸ ἀπείρως ἔχειν, ὥς φησι Ξενοφῶν· Χαρμίδην δὲ τοὐναντίον ἔχοντα οἰκείως ἐπέστησεν4.
彼は人を善導することにも、悪事から引き留めることにも、ともに長けていた。たとえばテアイテトスに対しては、知識について対話したのちに神がかりな思いを抱かせて送り出したが、これはプラトンも述べている通りである。また、父親を過失致死の罪で告発したエウテュプロンに対しては、敬虔について幾らか論じ合うことで思いとどまらせた。さらにリュシスに対しては、彼を善導して極めて高潔な倫理の人へと育て上げた。彼は事象そのものから言論を見出すことに長けていたからである。また、母親に対して荒々しく振る舞っていた息子のランプロクレスをも窘めたが、これはクセノポンも語っている通りである。そしてプラトンの兄弟グラウコンが政治に進出することを望んだときには、彼が無経験であることから思いとどまらせた(クセノポンが述べている通りである)。これとは逆に、資質を備えていたカルミデスには、政治に関与するよう促した。
- 2.5.24ἐνὸν αὐτῷ ἀποδρᾶναι
非人称動詞 ἔνεστι(可能である)の中性現在分詞 ἐνόν による絶対対格(accusative absolute)。「彼にとって脱走することが可能であったにもかかわらず」という譲歩の意味を表す。
- 2.5.24καταγέλαστος ἂν ἦν λαβών
分詞 λαβών(アオリスト能動態)が反実仮想の条件節(εἰ ἔλαβον「もし私がそれを受け取ったならば」)の役割を果たしており、帰結節 καταγέλαστος ἂν ἦν(過去の反実仮想、直説法未完了過去+ἄν)と組み合わさっている。
- 2.5.27λανθάνουσιν ἑαυτοὺς διʼ ὧν σκώπτουσιν ἐπαινοῦντες αὐτόν
λανθάνω +分詞(ἐπαινοῦντες)の構文に再帰代名詞 ἑαυτούς が加わり、「自分自身に気づかないまま(知らず知らずのうちに)彼を称賛している」という意味をなす。また διʼ ὧν は 関係代名詞の先行詞吸収(διὰ τούτων ἅ)による短縮表現。
- 2.5.29Χαρμίδην δὲ τοὐναντίον ἔχοντα οἰκείως ἐπέστησεν
対格名詞句 τοὐναντίον(副詞的対格)が副詞 οἰκείως および動詞 ἔχω と連動し、「これとは反対に(グラウコンが無経験であったのに対して)適性・資質を備えていたカルミデス」の意となる。ἐπέστησεν は政治的活動への関与・着手を促す文脈で使われている。
