- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:2.5.18-2.5.23
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-23
ソクラテスの家系、師弟関係、劇作家エウリピデスとの関わりや喜劇・諷刺詩での描かれ方、自然学から倫理学への転回、および従軍や旅の逸話が概説される。
Σωκράτης Σωφρονίσκου μὲν ἦν υἱὸς λιθουργοῦ καὶ Φαιναρέτης μαίας, ὡς καὶ Πλάτων ἐν Θεαιτήτῳ φησίν, Ἀθηναῖος, τῶν δήμων Ἀλωπεκῆθεν. ἐδόκει δὲ συμποιεῖν Εὐριπίδῃ· ὅθεν Μνησίμαχος οὕτω φησί, "Φρύγες ἐστὶ καινὸν δρᾶμα τοῦτʼ Εὐριπίδου, ...ᾧ καὶ Σωκράτης τὰ φρύγανʼ ὑποτίθησι." καὶ πάλιν, Εὐριπίδας σωκρατογόμφους. καὶ Καλλίας Πεδήταις· "Α. Τί δὴ σὺ σεμνὴ καὶ φρονεῖς οὕτω μέγα; Β. Ἔξεστι γάρ μοι· Σωκράτης γὰρ αἴτιος." Ἀριστοφάνης Νεφέλαις· "Εὐριπίδῃ δʼ ὁ τὰς τραγῳδίας ποιῶν τὰς περιλαλούσας οὗτός ἐστι, τὰς σοφάς."
ソクラテスは、石工ソプロニスコスと産婆パイナレテの子であり(プラトンも『テアイテトス』で述べている通り)、アテナイ人、アロペケ区の出身であった。彼はエウリピデスと劇作を共作していると思われていた。それゆえムネシマコスはこのように述べている。 「この『プリュギア人たち』はエウリピデスの新作劇だが、 ……これにソクラテスも 薪(下心)をくべている。」 また次のようにも言っている。 「ソクラテスの枘(ほぞ)で留められたエウリピデスたち。」 カリアスも『足枷を嵌められた者たち』においてこう述べる。 「甲:お前はなぜそんなにも気取って、大言壮語するのだ。乙:そうできるからです。ソクラテスが原因なのですから。」 アリストパネスは『雲』においてこう述べる。 「エウリピデスのためにあの饒舌な、 知恵ある悲劇を作っているのは、この男なのだ。」
Ἀκούσας δὲ Ἀναξαγόρου κατά τινας, ἀλλὰ καὶ Δάμωνος, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς, μετὰ τὴν ἐκείνου καταδίκην διήκουσεν Ἀρχελάου τοῦ φυσικοῦ· οὗ καὶ παιδικὰ γενέσθαι φησὶν Ἀριστόξενος. Δοῦρις δὲ καὶ δουλεῦσαι αὐτὸν καὶ ἐργάσασθαι λίθους· εἶναί τε αὐτοῦ καὶ τὰς ἐν ἀκροπόλει Χάριτας1 ἔνιοί φασιν, ἐνδεδυμένας οὔσας. ὅθεν καὶ Τίμωνα ἐν τοῖς Σίλλοις εἰπεῖν· "ἐκ δʼ ἄρα τῶν ἀπέκλινεν ὁ λαξόος, ἐννομολέσχης, Ἑλλήνων ἐπαοιδός, ἀκριβολόγους ἀποφήνας, μυκτὴρ ῥητορόμυκτος, ὑπαττικὸς εἰρωνευτής." ἦν γὰρ καὶ ἐν τοῖς ῥητορικοῖς δεινός, ὥς φησι καὶ Ἰδομενεύς· ἀλλὰ καὶ οἱ τριάκοντα αὐτὸν ἐκώλυσαν τέχνας διδάσκειν λόγων, ὥς φησι Ξενοφῶν.
彼はある人々によればアナクサゴラスを聴講し、また『学統録』の作者アレクサンドロスによればダモンをも聴講したのち、アナクサゴラスの有罪宣告の後は自然学者アルケラオスに師事した。アリストクセノスによれば、ソクラテスはこのアルケラオスの愛童(パイディカ)となったという。ドゥリスは彼が奴隷となって石を加工していたとも言い、アクロポリスにある衣をまとったカリス神像も彼の手によるものだと語る者たちもいる。それゆえティモンも『嘲評詩』の中でこう詠んだのである。 「それらのものから身を背けたのは、あの石工にして、法を語る者、 ギリシア人どもの呪術師、精密な論法を編み出した男、 弁論家を嘲る鼻持ち、アッティカ風の皮肉屋。」 実際、イドメネウスが言うように彼も弁論術に長けていた。またクセノポンが語るように、三十人政権は彼が言論の技術を教えることを禁じたのである。
καὶ Ἀριστοφάνης αὐτὸν κωμῳδεῖ ὡς τὸν ἥττω λόγον κρείττω ποιοῦντα. καὶ γὰρ πρῶτος, ὥς φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ, μετὰ τοῦ μαθητοῦ Αἰσχίνου ῥητορεύειν ἐδίδαξε· λέγει δὲ τοῦτο καὶ Ἰδομενεὺς ἐν τῷ περὶ τῶν Σωκρατικῶν. καὶ πρῶτος περὶ βίου διελέχθη καὶ πρῶτος φιλοσόφων καταδικασθεὶς ἐτελεύτα. φησὶ δʼ αὐτὸν Ἀριστόξενος ὁ Σπινθάρου καὶ χρηματίσασθαι· τιθέντα γοῦν τὸ βαλλόμενον κέρμα ἀθροίζειν· εἶτʼ ἀναλώσαντα πάλιν τιθέναι. Κρίτωνα δʼ ἀναστῆσαι αὐτὸν ἀπὸ τοῦ ἐργαστηρίου καὶ παιδεῦσαι τῆς κατὰ ψυχὴν χάριτος ἐρασθέντα Δημήτριός φησιν ὁ Βυζάντιος.
そしてアリストパネスも彼を、劣った言論を勝ったものにする人物として喜劇でからかっている。実際、ファボリノスが『雑纂歴史』で述べるように、彼は弟子のアイスキネスとともに弁論を教授した最初の人物であった。このことはイドメネウスも『ソクラテス派の哲学者について』で述べている。また彼は生き方について論じた最初の人であり、有罪判決を受けて処刑された最初の哲学者でもあった。スピンタロスの息子アリストクセノスは、彼が金儲けをしたとも述べている。すなわち、拠出される小銭を預かって蓄え、それを消費すると再び拠出させたというのである。 一方、ビザンティオンのデメトリオスによれば、クリトンが彼の精神的な美しさに惹かれ、彼を仕事場から連れ出して教育を受けさせたという。
γνόντα δὲ τὴν φυσικὴν θεωρίαν μηδὲν εἶναι πρὸς ἡμᾶς, τὰ ἠθικὰ φιλοσοφεῖν2 ἐπί τε τῶν ἐργαστηρίων καὶ ἐν τῇ ἀγορᾷ· κἀκεῖνα δὲ φάσκειν ζητεῖν, "ὅττι τοι ἐν μεγάροισι κακόν τʼ ἀγαθόν τε τέτυκται." πολλάκις δὲ βιαιότερον ἐν ταῖς ζητήσεσι διαλεγόμενον κονδυλίζεσθαι καὶ παρατίλλεσθαι, τὸ πλέον τε γελᾶσθαι καταφρονούμενον· καὶ πάντα ταῦτα φέρειν ἀνεξικάκως. ὅθεν καὶ λακτισθέντα, ἐπειδὴ ἠνέσχετο, τινὸς θαυμάσαντος, εἰπεῖν, εἰ δέ με ὄνος ἐλάκτισε, δίκην ἂν αὐτῷ ἐλάγχανον; καὶ ταῦτα μὲν ὁ Δημήτριος.
また、彼は自然についての観照は我々には何の関係もないと知ると、仕事場や広場(アゴラ)で倫理的な問題について探究し、「邸の内でいかなる悪と善とが生じたか」ということこそを探求しているのだと語っていたという。彼は吟味においてしばしば激しく議論したため、拳で殴られたり毛を引き抜かれたりし、さらには軽蔑されて嘲笑されることが多かったが、これらすべてに耐え忍んだ。それゆえ、蹴飛ばされた際に我慢した彼を見てある人が驚いたところ、彼は次のように言ったという。 「もし驢馬が私を蹴ったとして、私は驢馬を相手取って訴訟を起こすだろうか。」 デメトリオスはこのように述べている。
Ἀποδημίας δὲ οὐκ ἐδεήθη, καθάπερ οἱ πλείους, πλὴν εἰ μὴ στρατεύεσθαι ἔδει. τὸ δὲ λοιπὸν αὐτόθι μένων φιλονεικότερον συνεζήτει τοῖς προσδιαλεγομένοις, οὐχ ὥστε ἀφελέσθαι τὴν δόξαν αὐτούς, ἀλλʼ ὥστε τὸ ἀληθὲς ἐκμαθεῖν πειρᾶσθαι. φασὶ δʼ Εὐριπίδην αὐτῷ δόντα τὸ Ἡρακλείτου σύγγραμμα ἐρέσθαι, τί δοκεῖ; τὸν δὲ φάναι, ἃ μὲν συνῆκα, γενναῖα· οἶμαι δὲ καὶ ἃ μὴ συνῆκα· πλὴν Δηλίου γέ τινος δεῖται κολυμβητοῦ. Ἐπεμελεῖτο δὲ καὶ σωμασκίας, καὶ ἦν εὐέκτης. ἐστρατεύσατο γοῦν εἰς Ἀμφίπολιν καὶ Ξενοφῶντα ἀφʼ ἵππου πεσόντα ἐν τῇ κατὰ Δήλιον μάχῃ διέσωσεν ὑπολαβών·
また彼は、大半の人々とは異なり、従軍しなければならない場合を除いて旅行を必要としなかった。それ以外の時は現地に留まり、対話の相手たちと極めて情熱的に議論を交わしたが、それは彼らの見解を奪い取るためではなく、真理を探り知ろうと試みるためであった。エウリピデスが彼にヘラクレイトスの著作を渡し、「どう思うか」と尋ねたところ、彼は次のように答えたと言われる。 「私が理解した部分は見事だ。理解できなかった部分もそうだと思う。ただ、デロスの潜水夫のような者が誰か必要だが。」 また彼は肉体の鍛錬にも心を配り、健康な体を保っていた。実際、アンピポリスに従軍したし、デリオンの戦いでは馬から落ちたクセノポンを受け止めて救い出した。
ὅτε καὶ πάντων φευγόντων Ἀθηναίων αὐτὸς ἠρέμα ἀνεχώρει, παρεπιστρεφόμενος ἡσυχῆ καὶ τηρῶν ἀμύνασθαι εἴ τίς οἱ ἐπέλθοι3. ἐστρατεύσατο δὲ καὶ εἰς Ποτίδαιαν διὰ θαλάττης· πεζῇ γὰρ οὐκ ἐνῆν τοῦ πολέμου κωλύοντος. ὅτε καὶ μεῖναι διὰ νυκτὸς ὅλης ἐφʼ ἑνὸς σχήματος αὐτόν φασι, καὶ ἀριστεύσαντα αὐτόθι παραχωρῆσαι Ἀλκιβιάδῃ τοῦ ἀριστείου· οὗ καὶ ἐρασθῆναί φησιν αὐτὸν Ἀρίστιππος ἐν τετάρτῳ Περὶ παλαιᾶς τρυφῆς. Ἴων δὲ ὁ Χῖος καὶ νέον ὄντα εἰς Σάμον σὺν Ἀρχελάῳ ἀποδημῆσαι· καὶ Πυθώδε ἐλθεῖν Ἀριστοτέλης φησίν· ἀλλὰ καὶ εἰς Ἰσθμόν, ὡς Φαβωρῖνος ἐν τῷ πρώτῳ τῶν Ἀπομνημονευμάτων.
その際、アテナイ人全員が敗走する中で彼自身はゆっくりと後退し、静かに身を振り返りつつ、誰かが自分に向かって攻め寄せてきたら防戦しようと身構えていたのである。また彼は海路でポティダイアにも従軍した。戦争のために陸路をとることは不可能だったからである。その際、彼は一晩中同じ姿勢で立ち続け、現地で武勲を立てたにもかかわらず、その武勲賞をアルキビアデスに譲ったと言われる。アリスティッポスは『昔の贅沢について』第四巻において、ソクラテスがこのアルキビアデスを愛していたと述べている。さらにキオスのイオンは、彼が若かった頃にアルケラオスとともにサモス島へ旅をしたと語り、アリストテレスは彼がピュト(デルポイ)へ赴いたと述べており、またファボリノスが『備忘録』第一巻で述べるように、イストモスへも行ったとされている。
- 2.5.19εἶναί τε αὐτοῦ καὶ τὰς ἐν ἀκροπόλει Χάριτας
属格 αὐτοῦ は述語的属格(所有・作者の属格)であり、「アクロポリスのカリス神像も彼の手によるもの(彼の作)である」の意を表す。後続の分詞 ἐνδεδυμένας οὔσας は補足的な状況分詞(「衣をまとった姿の」)として Χάριτας を修飾している。
- 2.5.21γνόντα δὲ τὴν φυσικὴν θεωρίαν μηδὲν εἶναι πρὸς ἡμᾶς, τὰ ἠθικὰ φιλοσοφεῖν
対格分詞 γνόντα は、直前の節末尾にある主動詞 φησίν(ビザンティオンのデメトリオス)に導かれる対格不定詞構文における意味上の主語(ソクラテス)を修飾している。これに後続する不定詞 φιλοσοφεῖν および φάσκειν の主語として機能している。
- 2.5.23τηρῶν ἀμύνασθαι εἴ τίς οἱ ἐπέλθοι
εἴ τίς οἱ ἐπέλθοι における希求法 ἐπέλθοι は、過去の歴史的時称(ἀνεχώρει)に後続する従属節において、未来の潜在的行為(「万一誰かが攻め寄せてきたならば」)を表す過去従属の希求法(希求法代用)である。
