- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:2.17.135-2.17.139
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-24
メネデモスの論理学観や警句、アンティゴノスによる人柄の描写が語られ、盟友アスクレピアデスとの深い友情や家族関係、そして質素で独特な酒宴の様式が記される。
Ἀνῄρει δέ, φασί, καὶ τὰ ἀποφατικὰ τῶν ἀξιωμάτων, καταφατικὰ τιθείς· καὶ τούτων τὰ ἁπλᾶ προσδεχόμενος τὰ οὐχ ἁπλᾶ ἀνῄρει, λέγω δὲ συνημμένα καὶ συμπεπλεγμένα. φησὶ δʼ Ἡρακλείδης ἐν μὲν τοῖς δόγμασι Πλατωνικὸν εἶναι αὐτόν, διαπαίζειν δὲ τὰ διαλεκτικά· ὥστε Ἀλεξίνου ποτὲ ἐρωτήσαντος εἰ πέπαυται τὸν πατέρα τύπτων, ἀλλʼ οὔτʼ ἔτυπτον, φάναι, οὔτε πέπαυμαι. πάλιν τʼ ἐκείνου λέγοντος ὡς ἐχρῆν εἰπόντα ναί ἢ οὔ λῦσαι τὴν ἀμφιβολίαν, γελοῖον, εἶπε, τοῖς ὑμετέροις νόμοις ἀκολουθεῖν, ἐξὸν ἐν πύλαις ἀντιβῆναι1. Βίωνός τε ἐπιμελῶς κατατρέχοντος τῶν μάντεων, νεκροὺς αὐτὸν ἐπισφάττειν ἔλεγε.
また彼は命題のうち否定的なものを退け、肯定的なもののみを認めたという。そしてこれらのうち単純命題を受け入れ、非単純命題、すなわち仮言命題や連言命題を退けた。ヘラクレイデスによれば、彼は教説においてはプラトン派であったが、弁証術の議論を嘲笑していたという。そのため、あるときアレクシノスが「父親を殴るのをやめたか」と尋ねた際、 「殴ってもいなかったし、 と答えた、 やめてもいない」と応じた。さらにアレクシノスが「『はい』か『いいえ』と答えて二者択一の曖昧さを解消すべきだった」と言うと、 「門のところで押し返すことができるのに、 と彼は言った、 お前たちの規則に従うなど滑稽だ」。 またビオンが占い師たちを熱心に攻撃していた際には、死者に追い討ちをかけて刺しているようなものだと語った。
Καί ποτέ τινος ἀκούσας ὡς μέγιστον ἀγαθὸν εἴη τὸ πάντων ἐπιτυγχάνειν ὧν τις ἐπιθυμεῖ, εἶπε, πολὺ δὲ μεῖζον τὸ ἐπιθυμεῖν ὧν δεῖ. φησὶ δʼ Ἀντίγονος ὁ Καρύστιος γράψαι αὐτὸν μηδὲν μηδὲ συντάξαι, ὥστε μηδʼ ἐπὶ δόγματός τινος στηρίζειν. ἐν δὲ ταῖς ζητήσεσι, φησίν, ὧδε μάχιμος ἦν ὥστʼ ὑπώπια φέρων ὑπῄει. ὅμως δʼ οὖν τοιοῦτος ἐν τοῖς λόγοις ὑπάρχων ἐν τοῖς ἔργοις πρᾳότατος ἦν. Ἀλεξῖνον γοῦν πολλὰ καταπαίζων καὶ σκληρῶς ἐπισκώπτων, ὅμως αὐτὸν εὖ ἐποίησε τὴν γυναῖκα παραπέμψας ἐκ Δελφῶν ἕως Χαλκίδος, εὐλαβουμένην τὰς κλωπείας τε καὶ τὰς καθʼ ὁδὸν λῃστείας.
またあるとき「望むものすべてを手に入れることが最大の善である」と誰かが言うのを聞くと、「求めるべきものを望むことのほうがはるかに大きな善である」と言った。カルュストスのアンティゴノスによれば、彼は何も書き残さず著作を編みもしなかったため、いかなる教説にも拘泥しなかった。しかし探求の議論においては、彼が言うには、顔に痣を負って立ち去るほど好戦的であった。にもかかわらず、言論においてはそのような人物でありながら、行いにおいては極めて温厚であった。現に、アレクシノスをひどくからかい辛辣に嘲笑していたにもかかわらず、その妻が盗難や道中の山賊を恐れていた際には、彼女をデルポイからカルキスまで護衛して送り届け、彼に恩恵を施したのである。
Φίλος τε ἦν μάλιστα, ὡς δῆλον ἐκ τῆς πρὸς Ἀσκληπιάδην συμπνοίας, οὐδέν τι διαφερούσης τῆς Πυλάδου φιλοστοργίας. ἀλλὰ πρεσβύτερος Ἀσκληπιάδης, ὡς λέγεσθαι ποιητὴν μὲν αὐτὸν εἶναι, ὑποκριτὴν δὲ Μενέδημον. καί ποτέ φασιν Ἀρχιπόλιδος τρισχιλίας αὐτοῖς διαγράψαντος στηριζομένους περὶ τοῦ τίς δεύτερος ἀρεῖ, μηδέτερον λαβεῖν. λέγεται δὲ καὶ γυναῖκας ἀγαγέσθαι αὐτούς· ὧν τὴν μὲν θυγατέρα Ἀσκληπιάδην, τὴν δὲ μητέρα Μενέδημον2. κἀπειδὴ τελευτῆσαι τῷ Ἀσκληπιάδῃ τὸ γύναιον, λαβεῖν τὸ τοῦ Μενεδήμου· ἐκεῖνόν τε, ἐπειδὴ προὔστη τῆς πολιτείας, πλουσίαν γῆμαι· οὐδὲν μέντοι ἧττον μιᾶς οὔσης οἰκίας ἐπιτρέψαι τὸν Μενέδημον τὴν διοίκησιν τῇ προτέρᾳ γυναικί.
また彼は極めて友情に厚く、それはピュラデスの情愛と何ら変わることのなかったアスクレピアデスとの一致調和からも明らかである。だがアスクレピアデスのほうが年長であったため、彼は詩人であり、メネデモスは俳優であると言われるほどであった。かつてアルキポリスが彼らに三千ドラクマを振り出した際、どちらが二番目に受け取るべきかと言い争った末に、二人とも受け取らなかったと伝えられる。また彼らは妻を迎えたとも言われる。そのうち娘のほうをアスクレピアデスが、母親のほうをメネデモスが娶った。そしてアスクレピアデスの妻が亡くなると、彼はメネデモスの妻を受け入れた。一方のメネデモスは、国政の指導者となったとき裕福な女性と結婚した。それでもなお、家が一つであったため、メネデモスは家の管理を先妻に委ねたのであった。
ὁ μέντοι Ἀσκληπιάδης προκατέστρεψεν ἐν Ἐρετρίᾳ γηραιὸς ἤδη, συζήσας τῷ Μενεδήμῳ σφόδρα εὐτελῶς ἀπὸ μεγάλων3· ὅτε καὶ μετὰ χρόνον ἐλθόντος ἐπὶ κῶμον ἐρωμένου τοῦ Ἀσκληπιάδου καὶ τῶν νεανίσκων ἀποκλειόντων αὐτόν, ὁ Μενέδημος ἐκέλευσεν εἰσδέξασθαι, εἰπὼν ὅτι Ἀσκληπιάδης αὐτῷ καὶ κατὰ γῆς ὢν τὰς θύρας ἀνοίγει. ἦσαν δʼ οἱ σωματοποιήσαντες αὐτοὺς Ἱππόνικός τε ὁ Μακεδὼν καὶ Ἀγήτωρ ὁ Λαμιεύς· ὁ μὲν ἑκατέρῳ δοὺς τριάκοντα μνᾶς, ὁ δʼ Ἱππόνικος Μενεδήμῳ εἰς ἔκδοσιν τῶν θυγατέρων δισχιλίας δραχμάς. ἦσαν δὲ τρεῖς, καθά φησιν Ἡρακλείδης, ἐξ Ὠρωπίας αὐτῷ γυναικὸς γεγεννημέναι.
もっともアスクレピアデスは、裕福な境遇から出発しながらメネデモスとともに極めて質素に暮らし、エレトリアですでに高齢となって先に世を去った。その後のこと、アスクレピアデスの愛童が祝宴にやって来た際に若者たちが彼を締め出そうとすると、メネデモスは彼を迎え入れるよう命じ、「アスクレピアデスは地下にいながらも彼のために扉を開けているのだ」と言った。彼らに財産を整えてやったのはマケドニア人のヒッポニコスとラミア人のアゲトルであった。後者は両者に三十ムナずつを与え、ヒッポニコスはメネデモスに娘たちの嫁入り資金として二千ドラクマを与えた。ヘラクレイデスが言うには、娘は三人おり、彼とオロポス出身の妻との間に生まれた子たちであった。
Τὰ δὲ συμπόσια τοῦτον ἐποιεῖτο τὸν τρόπον· προηρίστα μετὰ δυοῖν ἢ τριῶν ἕως βραδέως ἦν τῆς ἡμέρας· ἔπειτά τις ἐκάλει τοὺς παραγενομένους καὶ αὐτοὺς ἤδη δεδειπνηκότας· ὥστʼ εἴ τις ἔλθοι θᾶττον, ἀνακάμπτων ἐπυνθάνετο τῶν ἐξιόντων τί εἴη παρακείμενον καὶ πῶς ἔχοι τὸ τοῦ χρόνου· εἰ μὲν οὖν λαχάνιον ἢ ταρίχιον, ἀνεχώρουν· εἰ δὲ κρεᾴδιον, εἰσῄεσαν. ἦν δὲ τοῦ μὲν θέρους ψίαθος ἐπὶ τῶν κλινῶν, τοῦ δὲ χειμῶνος κώδιον· προσκεφάλαιον αὑτῷ φέρειν ἔδει. τό τε περιαγόμενον ποτήριον οὐ μεῖζον ἦν κοτυλιαίου· τράγημα θέρμος ἢ κύαμος, ἔστι δʼ ὅτε καὶ τῶν ὡρίων ἄπιος ἢ ῥοιὰ ἢ ὦχροι ἢ νὴ Δίʼ ἰσχάδες.
彼は酒宴を次のような仕方で催した。二、三人とともに日暮れ遅くまで前もって昼食をとり、その後、すでに食事を済ませて集まってきた人々を誰かが招き入れた。そのため、もし誰かが早めに来た場合には、引き返しながら出てくる人々にどんな料理が出されているか、宴の時間がどうなっているかを尋ねた。そしてもし野菜や干魚であれば立ち去り、肉料理であれば入っていった。寝台の上には夏には筵が、冬には羊皮が敷かれ、枕は各自で持参しなければならなかった。回される杯は一コテュレより大きくはなかった。つまみはハウチワマメやソラマメであり、時には季節の果物として梨や柘榴、あるいはヒヨコマメ、さらには干しイチジクが出された。
- 2.17.135ἐξὸν ἐν πύλαις ἀντιβῆναι
非人称動詞 ἔξεστι の分詞中性形 ἐξόν による対格絶対(accusative absolute)で、「(城門において抵抗することが)可能であるのに」という譲歩の意味を表す。城門の敷居(防御線)で問いの前提自体を拒否できたのに、相手の土俵に乗る必要はないという比喩的表現。
- 2.17.137ὧν τὴν μὲν θυγατέρα Ἀσκληπιάδην, τὴν δὲ μητέρα Μενέδημον
関係代名詞 ὧν は直前の γυναῖκας(母娘の二人)を先行詞とする部分属格。文節全体では先行する不定詞 ἀγαγέσθαι(娶ること)が省略されており、「彼女らのうち娘をアスクレピアデスが、母をメネデモスが(娶った)」という対比構造(τὴν μέν ... τὴν δέ)を成す。
- 2.17.138ἀπὸ μεγάλων
前置詞 ἀπό が財産や境遇の出所を表す副詞句的用法。「多額の資産・裕福な境遇から出発しながら(極めて質素に暮らした)」を意味し、対比される εὐτελῶς(質素に)の度合いを際立たせている。
