- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:2.11.113-2.11.116
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-23
メガラ派のスティルポンが優れた弁舌で多くの学派から弟子を惹きつけたこと、家族に関する逸話、プトレマイオスやデメトリオスら支配者たちとの交流、そしてアテナ像をめぐる論理問答と追放の経緯が語られる。
Στίλπων Μεγαρεὺς τῆς Ἑλλάδος διήκουσε μὲν τῶν ἀπʼ Εὐκλείδου τινῶν· οἱ δὲ καὶ αὐτοῦ Εὐκλείδου ἀκοῦσαί φασιν αὐτόν, ἀλλὰ καὶ Θρασυμάχου τοῦ Κορινθίου, ὃς ἦν Ἰχθύα γνώριμος, καθά φησιν Ἡρακλείδης. τοσοῦτον δʼ εὑρεσιλογίᾳ καὶ σοφιστείᾳ προῆγε τοὺς ἄλλους, ὥστε μικροῦ δεῆσαι1 πᾶσαν τὴν Ἑλλάδα ἀφορῶσαν εἰς αὐτὸν μεγαρίσαι. περὶ τούτου φησὶ Φίλιππος ὁ Μεγαρικὸς κατὰ λέξιν οὕτω· παρὰ μὲν γὰρ Θεοφράστου Μητρόδωρον τὸν θεωρητικὸν καὶ Τιμαγόραν τὸν Γελῶον ἀπέσπασε, παρʼ Ἀριστοτέλους δὲ τοῦ Κυρηναϊκοῦ Κλείταρχον καὶ Σιμμίαν· ἀπὸ δὲ τῶν διαλεκτικῶν Παιώνειον μὲν ἀπʼ Ἀριστείδου, Δίφιλον δὲ τὸν Βοσποριανὸν Εὐφάντου καὶ Μύρμηκα τὸν Ἐξαινέτου παραγενομένους ὡς ἐλέγξοντας2 ἀμφοτέρους ζηλωτὰς ἔσχε.
ギリシアのメガラ出身のスティルポンは、エウクレイデスの門弟たちのうち何人かの教えを受けた。しかし彼自身がエウクレイデス本人に学んだと言う者たちもいれば、ヘラクレイデスが言うように、イクテュアスの弟子であったコリントスのトラシュマコスに学んだと言う者たちもいる。彼は創意に富んだ弁舌と知者としての技量において他の者たちにあまりにも抜きん出ていたため、全ギリシアが彼に目を向け、ほとんど「メガラ化」するところであった。彼についてメガラ派のピリッポスは字義通りに次のように語っている。 「実際、彼はテオプラストスのもとから理論家メトロドロスとゲラのティマゴラスを引き抜き、キュレネ派のアリストテレスのもとからはクレイタルコスとシミヤスを引き抜いた。弁証学者たちのうちでは、アリステイデスのもとからパイオニオスを引き抜き、エウファントスの弟子であるボスポロス出身のディピロスと、エクセネトスの弟子ミュルメクスが彼を論駁しようとやって来たところ、二人とも心酔者として獲得した。」
χωρὶς τοίνυν τούτων Φρασίδημον μὲν τὸν περιπατητικὸν καὶ φυσικῶν ἔμπειρον ὄντα προσηγάγετο, καὶ τὸν ῥητορικὸν Ἄλκιμον, ἁπάντων πρωτεύοντα τῶν ἐν τῇ Ἑλλάδι ῥητόρων, Κράτητά τε καὶ ἄλλους πλείστους ὅσους3 ἐθήρασε· καὶ δὴ καὶ Ζήνωνα τὸν Φοίνικα μετὰ τούτων ἀφείλετο. Ἦν δὲ καὶ πολιτικώτατος. Καὶ γυναῖκα ἠγάγετο· καὶ ἑταίρᾳ συνῆν Νικαρέτῃ, ὥς φησί που καὶ Ὀνήτωρ. καὶ θυγατέρα ἀκόλαστον ἐγέννησεν, ἣν ἔγημε γνώριμός τις αὐτοῦ Σιμμίας Συρακόσιος. ταύτης οὐ κατὰ τρόπον βιούσης εἶπέ τις πρὸς τὸν Στίλπωνα, ὡς καταισχύνοι αὐτόν· ὁ δέ, οὐ μᾶλλον, εἶπεν, ἢ ἐγὼ ταύτην κοσμῶ.
「したがってこれらとは別に、逍遥派で自然学に通じていたプラシデモスを引き入れ、ギリシア全土の弁論家たちの筆頭であった修辞家アルキモス、そしてクラテスをはじめとする極めて多くの人々を魅了した。そして実に、フェニキア人ゼノンをも彼らとともに奪い去ったのである。」 また彼は極めて政治手腕に長けていた。 彼は妻を娶ったが、オネトルがどこかで述べているように、遊女のニカレテとも同棲していた。そして放埒な娘をもうけたが、彼女を娶ったのは彼の弟子の一人であるシュラクサイのシミヤスであった。この娘がふしだらな生活を送っていたため、ある者がスティルポンに向かって、彼女が彼に恥辱を与えていると言った。しかし彼は答えて言った。 「私が彼女の誉れとなっている以上に、 彼女が私を辱めているわけではない」と。
Ἀπεδέχετο δʼ αὐτόν, φασί, καὶ Πτολεμαῖος ὁ Σωτήρ. καὶ ἐγκρατὴς Μεγάρων γενόμενος ἐδίδου τε ἀργύριον αὐτῷ καὶ παρεκάλει εἰς Αἴγυπτον συμπλεῖν· ὁ δὲ μέτριον μέν τι τἀργυριδίου προσήκατο, ἀρνησάμενος δὲ τὴν ὁδὸν μετῆλθεν εἰς Αἴγιναν, ἕως ἐκεῖνος ἀπέπλευσεν. ἀλλὰ καὶ Δημήτριος ὁ Ἀντιγόνου καταλαβὼν τὰ Μέγαρα τήν τε οἰκίαν αὐτῷ φυλαχθῆναι καὶ πάντα τὰ ἁρπασθέντα προὐνόησεν ἀποδοθῆναι. ὅτε καὶ βουλομένῳ παρʼ αὐτοῦ τῶν ἀπολωλότων ἀναγραφὴν λαβεῖν ἔφη μηδὲν τῶν οἰκείων ἀπολωλεκέναι· παιδείαν γὰρ μηδένα ἐξενηνοχέναι, τόν τε λόγον ἔχειν καὶ τὴν ἐπιστήμην.
人々が言うには、プトレマイオス・ソテルも彼を重用した。プトレマイオスはメガラを支配下に収めた際、彼に金銭を与え、エジプトへ同船してくるよう招いた。しかしスティルポンはわずかな小金をいくらか受け取ったものの、その旅を辞退し、王が出航するまでアイギナ島へと避難した。そればかりか、アンティゴノスの息子デメトリオスもメガラを占領した際、彼の家が保護され、略奪されたすべての財産が返還されるよう配慮した。そのとき彼から失われたものの目録を受け取ろうとしたデメトリオスに対して、彼は身の回りのものは何一つ失われていないと言った。教養を奪い去った者は一人もおらず、自分には理性と知識が残っているからであると。
Καὶ αὐτῷ διαλεχθεὶς περὶ ἀνθρώπων εὐεργεσίας οὕτως εἷλεν ὥστε προσέχειν αὐτῷ. τοῦτόν φασιν περὶ τῆς Ἀθηνᾶς τῆς τοῦ Φειδίου τοιοῦτόν τινα λόγον ἐρωτῆσαι· ἆρά γε ἡ τοῦ Διὸς Ἀθηνᾶ θεός ἐστι; φήσαντος δέ, ναί, αὕτη δέ γε, εἶπεν, οὐκ ἔστι Διός, ἀλλὰ Φειδίου· συγχωρουμένου δέ, οὐκ ἄρα, εἶπε, θεός ἐστιν. ἐφʼ ᾧ καὶ εἰς Ἄρειον πάγον προσκληθέντα μὴ ἀρνήσασθαι4, φάσκειν δʼ ὀρθῶς διειλέχθαι· μὴ γὰρ εἶναι αὐτὴν θεόν, ἀλλὰ θεάν· θεοὺς δὲ εἶναι τοὺς ἄρρενας. καὶ μέντοι τοὺς Ἀρεοπαγίτας εὐθέως αὐτὸν κελεῦσαι τῆς πόλεως ἐξελθεῖν. ὅτε καὶ Θεόδωρον τὸν ἐπίκλην θεὸν ἐπισκώπτοντα εἰπεῖν, πόθεν δὲ τοῦτʼ ᾔδει Στίλπων; ἢ ἀνασύρας αὐτῆς τὸν κῆπον ἐθεάσατο; ἦν δʼ ἀληθῶς οὗτος μὲν θρασύτατος· Στίλπων δὲ κομψότατος.
そしてデメトリオスと人間への恩恵について語り合い、王が自分に心服するほどに魅了した。人々が言うには、彼がペイディアスの制作したアテナ像に関して次のような議論を問いかけたという。 「ゼウスの娘アテナは神であるか。」 相手が、「神である」と答えると、彼は言った。 「だがこの像はゼウスのものではなく、ペイディアスのものである。」 相手がこれに同意すると、彼は言った。 「ならば彼女は神ではない。」 このことでアレオパゴス会議に召喚された際にも、彼は否定せず、正しく論じたのだと主張した。彼女は男神ではなく女神であり、神とは男性形であるからだと。しかしアレオパゴスの評議員たちは、彼に直ちに都市から立ち去るよう命じた。そのとき、「神」とあだ名されたテオドロスがからかって言ったという。 「スティルポンはどこからそのことを知ったのか。彼女の裾をまくって園を眺めたのか。」 まことにこのテオドロスは極めて無礼な男であったが、スティルポンは極めて機知に富んだ男であった。
- 2.11.113ὥστε μικροῦ δεῆσαι
結果を表す ὥστε 節の中で、慣用句 μικροῦ δεῖ(「ほとんど〜」「もう少しで〜するところ」)の不定詞形 μικροῦ δεῆσαι が使われている。主節の τοσοῦτον ... προῆγε に呼応し、結果文として後続の不定詞 μεγαρίσαι を支配している。
- 2.11.113παραγενομένους ὡς ἐλέγξοντας
ὡς に未来分詞 ἐλέγξοντας が後続し、主語側の意図・目的(「論駁するつもりで/論駁しようとして」)を表す。パラゲノメヌス(対格)は、後続する動詞 ἔσχε の目的語(ζηλωτάς と同格関係にある対象)である。
- 2.11.114πλείστους ὅσους
ὅσος が関係詞としてではなく感嘆的・強調的に最上級と結合した慣用表現で、「非常に多くの」「極めて多数の」を意味する。
- 2.11.116ἐφʼ ᾧ καὶ εἰς Ἄρειον πάγον προσκληθέντα μὴ ἀρνήσασθαι
前文の φασιν に始まる間接話法(対格不定詞構文)が関係代名詞句 ἐφʼ ᾧ(「その件で」)以降も継続しており、スティルポンを意味上の主語とする対格分詞 προσκληθέντα と不定詞 μὴ ἀρνήσασθαι が置かれている。
