- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:10.1.133-10.1.137
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-01
エピクロスは賢者の卓越性を説いてメノイケウス宛書簡を締めくくり、続いてディオゲネス・ラエルティオスが静態的快楽や魂の苦痛の重視をめぐるキュレネ派との教説上の相違を解説する。
“Ἐπεὶ τίνα νομίζεις εἶναι κρείττονα τοῦ καὶ περὶ θεῶν ὅσια δοξάζοντος1 καὶ περὶ θανάτου διὰ παντὸς ἀφόβως ἔχοντος καὶ τὸ τῆς φύσεως ἐπιλελογισμένου τέλος, καὶ τὸ μὲν τῶν ἀγαθῶν πέρας ὡς ἔστιν εὐσυμπλήρωτόν τε καὶ εὐπόριστον διαλαμβάνοντος, τὸ δὲ τῶν κακῶν ὡς ἢ χρόνους ἢ πόνους ἔχει βραχεῖς, τὴν δὲ ὑπό τινων δεσπότιν εἰσαγομένην πάντων διαγελῶντος 〈εἱμαρμένην καὶ μᾶλλον ἃ μὲν κατʼ ἀνάγκην γίγνεσθαι λέγοντοσ〉, ἃ δὲ ἀπὸ τύχης, ἃ δὲ παρʼ ἡμᾶς διὰ τὸ τὴν μὲν ἀνάγκην ἀνυπεύθυνον εἶναι, τὴν δὲ τύχην ἄστατον ὁρᾶν, τὸ δὲ παρʼ ἡμᾶς ἀδέσποτον, ᾧ καὶ τὸ μεμπτὸν καὶ τὸ ἐναντίον παρακολουθεῖν πέφυκεν
「というのも、神々についても信心深く思索し、死について常に恐れを抱かず、自然の究極目的を熟考し、善いものの限界がいかに容易に達成され容易に獲得されうるかを理解し、悪いものの限界がいかに短い時間あるいはわずかな労苦しか持たないかを理解している者、そしてある人々によって万物の女主人として導入された運命を嘲笑し、むしろあるものは必然によって生じ、あるものは偶然から生じ、あるものはわれわれ自身に起因すると語る者――必然には責任を問えず、偶然は定まりのないものと見なし、われわれ自身に起因するものは主をもたないために、まさにこれに非難やその反対のもの[賞賛]が伴う本性をもつゆえに――
(ἐπεὶ κρεῖττον ἦν2 τῷ περὶ θεῶν μύθῳ κατακολουθεῖν ἢ τῇ τῶν φυσικῶν εἱμαρμένῃ δουλεύειν· ὁ μὲν γὰρ ἐλπίδα παραιτήσεως ὑπογράφει θεῶν διὰ τιμῆς, ἡ δὲ ἀπαραίτητον ἔχει τὴν ἀνάγκην), τὴν δὲ τύχην οὔτε θεόν, ὡς οἱ πολλοὶ νομίζουσιν, ὑπολαμβάνοντος (οὐθὲν γὰρ ἀτάκτως θεῷ πράττεται) οὔτε ἀβέβαιον αἰτίαν (〈οὐκ〉 οἴεται μὲν γὰρ ἀγαθὸν ἢ κακὸν ἐκ ταύτης πρὸς τὸ μακαρίως ζῆν ἀνθρώποις δίδοσθαι, ἀρχὰς μέντοι μεγάλων ἀγαθῶν ἢ κακῶν ὑπὸ ταύτης χορηγεῖσθαι),
(実際、自然学者たちの運命に隷属するよりは、神々に関する神話に従うほうがましであった。神話は崇敬を通じて神々からの寛恕の希望を暗示するが、運命は容赦のない必然性を持っているからである)、また偶然を、世人たちが考えているように神とみなすこともなく(神によって無秩序になされることは何もないからである)、不確実な原因とみなすこともない者(偶然によって至福に生きるための善や悪が人間に与えられるとは考えておらず、大きな善や悪の端緒がこれによって供給されると考えているのである)、
κρεῖττον εἶναι νομίζοντος εὐλογίστως ἀτυχεῖν ἢ ἀλογίστως εὐτυχεῖν· βέλτιον γὰρ ἐν ταῖς πράξεσι τὸ καλῶς κριθὲν μὴ ὀρθωθῆναι διὰ ταύτην. “Ταῦτα οὖν καὶ τὰ τούτοις συγγενῆ μελέτα πρὸς σεαυτὸν ἡμέρας καὶ νυκτὸς πρός τε τὸν ὅμοιον σεαυτῷ, καὶ οὐδέποτε οὔθʼ ὕπαρ οὔτʼ ὄναρ διαταραχθήσῃ, ζήσεις δὲ ὡς θεὸς ἐν ἀνθρώποις. οὐθὲν γὰρ ἔοικε θνητῷ ζῴῳ ζῶν ἄνθρωπος ἐν ἀθανάτοις ἀγαθοῖς. Μαντικὴν δʼ ἅπασαν ἐν ἄλλοις ἀναιρεῖ, ὡς καὶ ἐν τῇ μικρᾷ ἐπιτομῇ. καί φησι· μαντικὴ οὖσα ἀνύπαρκτος, εἰ δὲ καὶ ὑπαρκτή, οὐδὲν πρὸς ἡμᾶς ἡγητέα γινόμενα3. Τοσαῦτα καὶ περὶ τῶν βιωτικῶν· καὶ ἐπὶ πλείω διείλεκται ἀλλαχόθι.
理慮をもって不運であることは、無分別にして幸運であることよりも優れていると考える者、この人よりも優れた者が誰であるとそなたは考えるのか。実際、行動においては、善く判断された事柄が偶然のゆえに達成されないことのほうがより善いからである。 「それゆえ、これらの事柄およびこれと同種の事柄を、夜も昼も自分自身に向かって、また自分に似た友に向かって練習せよ。そうすれば、夢のなかでも覚めている時でも決して心乱されることはなく、人間たちのうちにあって神のように生きるであろう。不滅の善のうちに生きている人間は、死すべき生き物とは何一つ似ていないからである。」 彼は他の著作において占術のすべてを否定しており、『小摘要』のなかでも同様である。そして彼は言う。 「占術は実在しないものであり、もし仮に実在するとしても、生じる事柄はわれわれにとって無関係なものと見なすべきである。」 生き方に関する事柄についてはこれくらいにしておこう。これらについては別の箇所でより詳しく論じられている。
Διαφέρεται δὲ πρὸς τοὺς Κυρηναϊκοὺς περὶ τῆς ἡδονῆς· οἱ μὲν γὰρ τὴν καταστηματικὴν οὐκ ἐγκρίνουσι, μόνην δὲ τὴν ἐν κινήσει· ὁ δὲ ἀμφοτέραν * * ψυχῆς καὶ σώματος, ὥς φησιν ἐν τῷ Περὶ αἱρέσεως καὶ φυγῆς καὶ ἐν τῷ Περὶ τέλους καὶ ἐν τῷ πρώτῳ Περὶ βίων καὶ ἐν τῇ πρὸς τοὺς ἐν Μυτιλήνῃ φιλοσόφους ἐπιστολῇ. ὁμοίως δὲ καὶ Διογένης ἐν τῇ ἑπτακαιδεκάτῃ τῶν Ἐπιλέκτων καὶ Μητρόδωρος ἐν τῷ Τιμοκράτει λέγουσιν οὕτω· νοουμένης δὲ ἡδονῆς τῆς τε κατὰ κίνησιν καὶ τῆς καταστηματικῆς. ὁ δʼ Ἐπίκουρος ἐν τῷ Περὶ αἱρέσεων οὕτω λέγει· ἡ μὲν γὰρ ἀταραξία καὶ ἀπονία καταστηματικαί εἰσιν ἡδοναί· ἡ δὲ χαρὰ καὶ ἡ εὐφροσύνη κατὰ κίνησιν ἐνεργείᾳ βλέπονται.
彼は快楽についてキュレネ派と見解を異にしている。キュレネ派の者たちは静態的快楽を認めず、動態的快楽のみを認めるが、彼は魂と肉体の双方における両方の快楽を認めている。それは『選択と忌避について』、『究極目的について』、『生き方について』第一巻、および『ミュティレネの哲学者たちへの手紙』において彼が述べている通りである。同様にディオゲネスも『精選集』第十七巻において、またメトロドロスも『ティモクラテス論』において次のように述べている。「快楽は動態的なものと静態的なものとして把握される。」そしてエピクロス自身も『諸選択について』のなかで次のように述べている。 「魂の平静と苦痛の不在は静態的快楽であり、喜びと陽気さは活動における動態として観察される。」
Ἔτι πρὸς τοὺς Κυρηναϊκούς· οἱ μὲν γὰρ χείρους τὰς σωματικὰς ἀλγηδόνας τῶν ψυχικῶν4, κολάζεσθαι γοῦν τοὺς ἁμαρτάνοντας σώματι· ὁ δὲ τὰς ψυχικάς. τὴν γοῦν σάρκα τὸ παρὸν μόνον χειμάζειν, τὴν δὲ ψυχὴν καὶ τὸ παρελθὸν καὶ τὸ παρὸν καὶ τὸ μέλλον. οὕτως οὖν καὶ μείζονας ἡδονὰς εἶναι τὰς τῆς ψυχῆς. ἀποδείξει δὲ χρῆται τοῦ τέλος εἶναι τὴν ἡδονὴν τῷ τὰ ζῷα ἅμα τῷ γεννηθῆναι τῇ μὲν εὐαρεστεῖσθαι, τῷ δὲ πόνῳ προσκρούειν φυσικῶς καὶ χωρὶς λόγου. αὐτοπαθῶς οὖν φεύγομεν τὴν ἀλγηδόνα· ἵνα καὶ ὁ Ἡρακλῆς καταβιβρωσκόμενος ὑπὸ τοῦ χιτῶνος βοᾷ "δάκνων ἰύζων· ἀμφὶ δʼ ἔστενον πέτραι Λοκρῶν τʼ ὄρειοι πρῶνες Εὐβοίας τʼ ἄκραι."
さらにキュレネ派に対して、彼らは肉体の苦痛を魂の苦痛よりも過酷なものとみなしているが――実際、過ちを犯した者たちが肉体において処罰されるのはそのためである――、エピクロスは魂の苦痛をより過酷なものとみなしている。肉体は現在のみによって嵐に揉まれるが、魂は過去・現在・未来のすべてによって嵐に揉まれるからである。したがって同様に、魂の快楽のほうがより大いなるものであるとされる。また彼は快楽が究極目的であることの証明として、生き物は生まれるやいなや快楽を自然に受け入れ、苦痛には理屈なしに生まれつき反発するという事実を用いている。それゆえわれわれは直感的に苦痛を避けるのである。ヘラクレスでさえ、衣によって蝕まれたときに叫び声を上げたほどである。 「身を噛み、わめき叫びながら。周囲の岩々や、ロクロイ人の山の峰、エウボイアの岬が響き渡った。」
- 10.1.133Ἐπεὶ τίνα νομίζεις εἶναι κρείττονα τοῦ καὶ περὶ θεῶν ὅσια δοξάζοντος...
文頭の Ἐπεὶ τίνα νομίζεις εἶναι κρείττονα(「…より優れた者が誰であるとそなたは考えるのか」)に対して、比較の属格 τοῦ に導かれた一連の分詞(δοξάζοντος, ἔχοντος, ἐπιλελογισμένου, διαλαμβάνοντος, διαγελῶντος, §134 の ὑπολαμβάνοντος, §135 の νομίζοντος)が §135 まで並列されて長大な一文を形成している。途中の καὶ μᾶλλον 以下や括弧内の議論は各分詞句の補足説明として挿入されている。
- 10.1.134ἐπεὶ κρεῖττον ἦν
接続詞 ἄν を伴わない直説法未完了過去 ἦν は、義務・妥当性・可能を表す形容詞(κρεῖττον, ἔδει, προσῆκον など)とともに用いられ、「…するほうがましであった(…するのがふさわしかった)」という反事実的・仮想的なニュアンスを表す構文。
- 10.1.135μαντικὴ οὖσα ἀνύπαρκτος, εἰ δὲ καὶ ὑπαρκτή, οὐδὲν πρὸς ἡμᾶς ἡγητέα γινόμενα
引用文の構文は省略的である。前半 μαντικὴ οὖσα ἀνύπαρκτος は μαντικὴ ἀνύπαρκτός ἐστι の変形あるいは絶対主格的な把握であり、主節の形容詞 ἡγητέα(動詞的形容詞中性複数)は γινόμενα を意味上の主語として「生じる事柄はわれわれにとって無関係なものと見なすべきである」と述べている。
- 10.1.137οἱ μὲν γὰρ χείρους τὰς σωματικὰς ἀλγηδόνας τῶν ψυχικῶν
対格 τὰς σωματικὰς ἀλγηδόνας と述語的対格 χείρους の間に、判断を表す動詞(νομίζουσι や ἡγοῦνται など)が省略されている。後半の ὁ δὲ τὰς ψυχικάς も同様に χείρους νομίζει が省略された対比構文である。
