ディオゲネス・ラエルティオス

ギリシア哲学者列伝

§1.prol.17-1.prol.21

学派名の由来と哲学の三分科および諸系統

哲学者たちの学派名の多様な起源(地名・教祖名・学風など)と、自然学・倫理学・弁証法という三区分が示され、倫理学に連なる諸学派の系統とポタモンによる折衷派が概括される。

← 前次 →

Τῶν δὲ φιλοσόφων οἱ μὲν ἀπο πόλεων προσηγορεύθησαν, ὡς οἱ Ἠλιακοὶ καὶ Μεγαρικοὶ καὶ Ἐρετρικοὶ καὶ Κυρηναϊκοί· οἱ δὲ ἀπὸ τόπων, ὡς οἱ Ἀκαδημαϊκοὶ καὶ Στωϊκοί. καὶ ἀπὸ συμπτωμάτων δέ, ὡς οἱ Περιπατητικοί, καὶ ἀπὸ σκωμμάτων, ὡς οἱ Κυνικοί· οἱ δὲ ἀπὸ διαθέσεων, ὡς οἱ Εὐδαιμονικοί· τινὲς ἀπὸ οἰήσεως, ὡς οἱ Φιλαλήθεις καὶ Ἐλεγκτικοὶ καὶ Ἀναλογητικοί· ἔνιοι δʼ ἀπὸ τῶν διδασκάλων, ὡς οἱ Σωκρατικοὶ καὶ Ἐπικούρειοι, καὶ τὰ ὅμοια. καὶ οἱ μὲν ἀπὸ τῆς περὶ φύσιν πραγματείας φυσικοί· οἱ δʼ ἀπὸ τῆς περὶ τὰ ἤθη σχολῆς ἠθικοί· διαλεκτικοὶ δὲ ὅσοι περὶ τὴν τῶν λόγων τερθρείαν καταγίνονται.

哲学者たちのうち、ある者たちは都市の名から呼ばれた。エリス派、メガラ派、エレトリア派、キュレネ派がそうである。他の者たちは場所の名から呼ばれ、アカデメイア派やストア派がそうである。また偶発的な出来事による者たちもあり、ペリパトス派がそうであり、嘲笑による者たちもあり、犬儒派がそうである。また心構えによる者たちもあり、幸福派がそうである。自負による者たちもあり、真理愛好派、論駁派、類推派がそうである。一部の者たちは教師たちの名から呼ばれ、ソクラテス派やエピクロス派、その他同種のものがそうである。そして、自然に関する探究から「自然学者」、倫理に関する精進から「倫理学者」と呼ばれる者たちがおり、議論の言葉遊びに携わる者たちはみな「弁証法学者」である。

Μέρη δὲ φιλοσοφίας τρία, φυσικόν, ἠθικόν, διαλεκτικόν· φυσικὸν μὲν τὸ περὶ κόσμου καὶ τῶν ἐν αὐτῷ· ἠθικὸν δὲ τὸ περὶ βίου καὶ τῶν πρὸς ἡμᾶς· διαλεκτικὸν δὲ τὸ ἀμφοτέρων τοὺς λόγους πρεσβεῦον1. καὶ μέχρι μὲν Ἀρχελάου τὸ φυσικὸν ἦν εἶδος· ἀπὸ δὲ Σωκράτους, ὡς προείρηται, τὸ ἠθικόν· ἀπὸ δὲ Ζήνωνος τοῦ Ἐλεάτου τὸ διαλεκτικόν. τοῦ δὲ ἠθικοῦ γεγόνασιν αἱρέσεις δέκα, Ἀκαδημαϊκή, Κυρηναϊκή, Ἠλιακή, Μεγαρική, Κυνική, Ἐρετρική, Διαλεκτική, Περιπατητική, Στωϊκή, Ἐπικούρειος.

哲学の部門は三つあり、自然学、倫理学、弁証法である。自然学とは宇宙とその中にある事物に関するものであり、倫理学とは生活と我々に関わる事柄に関するものであり、弁証法とは両者の論拠を支持するものである。そしてアルケラオスまでは自然学の部門であったが、すでに述べたようにソクラテスからは倫理学となり、エレアのゼノンからは弁証法となった。倫理学の部門からは十の学派が生じた。アカデメイア派、キュレネ派、エリス派、メガラ派、犬儒派、エレトリア派、弁証法派、ペリパトス派、ストア派、エピクロス派である。

Ἀκαδημαϊκῆς μὲν οὖν τῆς ἀρχαίας προέστη Πλάτων, τῆς μέσης Ἀρκεσίλαος, τῆς νέας Λακύδης· Κυρηναϊκῆς Ἀρίστιππος Κυρηναῖος, Ἠλιακῆς Φαίδων Ἠλεῖος, Μεγαρικῆς Εὐκλείδης Μεγαρεύς, Κυνικῆς Ἀντισθένης Ἀθηναῖος, Ἐρετρικῆς Μενέδημος Ἐρετριεύς, Διαλεκτικῆς Κλειτόμαχος Καρχηδόνιος, Περιπατητικῆς Ἀριστοτέλης Σταγειρίτης, Στωϊκῆς Ζήνων Κιτιεύς· δὲ Ἐπικούρειος ἀπʼ αὐτοῦ κέκληται Ἐπικούρου. Ἱππόβοτος δʼ ἐν τῷ Περὶ αἱρέσεων ἐννέα φησὶν αἱρέσεις καὶ ἀγωγὰς εἶναι· πρώτην Μεγαρικήν, δευτέραν Ἐρετρικήν, τρίτην Κυρηναϊκήν, τετάρτην Ἐπικούρειον, πέμπτην Ἀννικέρειον, ἕκτην Θεοδώρειον, ἑβδόμην Ζηνώνειον τὴν καὶ Στωϊκήν, ὀγδόην Ἀκαδημαϊκὴν τὴν ἀρχαίαν, ἐνάτην Περιπατητικήν·

アカデメイア派では古アカデメイアの指導者はプラトン、中期はアルケシラオス、新アカデメイアはラキュデスであった。キュレネ派はキュレネのアリスティッポス、エリス派はエリスのパイドン、メガラ派はメガラのエイクレイデス、犬儒派はアテナイのアンティステネス、エレトリア派はエレトリアのメネデモス、弁証法派はカルタゴのクレイトマコス、ペリパトス派はスタゲイラのアリストテレス、ストア派はキティオンのゼノンが指導者であり、エピクロス派はエピクロス自身から名づけられている。 しかしヒッポボトスは『学派について』の中で、九つの学派と指導方針があると述べている。第一にメガラ派、第二にエレトリア派、第三にキュレネ派、第四にエピクロス派、第五にアンニケリス派、第六にテオドロス派、第七にストア派とも呼ばれるゼノン派、第八に古アカデメイア派、第九にペリパトス派である。

οὔτε δὲ Κυνικήν, οὔτε Ἠλιακήν, οὔτε Διαλεκτικήν. τὴν μὲν γὰρ Πυρρώνειον οὐδʼ οἱ πλείους προσποιοῦνται διὰ τὴν ἀσάφειαν· ἔνιοι δὲ κατά τι μὲν αἵρεσιν εἶναί φασιν αὐτήν, κατά τι δὲ οὔ. δοκεῖ δὲ αἵρεσις εἶναι. αἵρεσιν μὲν γὰρ λέγομεν τὴν λόγῳ τινὶ κατὰ τὸ φαινόμενον ἀκολουθοῦσαν δοκοῦσαν ἀκολουθεῖν2· καθʼ εὐλόγως ἂν αἵρεσιν τὴν Σκεπτικὴν καλοῖμεν. εἰ δὲ αἵρεσιν νοοῖμεν πρόσκλισιν δόγμασιν ἀκολουθίαν ἔχουσιν, οὐκέτʼ ἂν προσαγορεύοιτο αἵρεσις· οὐ γὰρ ἔχει δόγματα. αἵδε μὲν ἀρχαὶ καὶ διαδοχαὶ καὶ τοσαῦτα μέρη καὶ τόσαι φιλοσοφίας αἱρέσεις.

彼は犬儒派もエリス派も弁証法派も数えていない。というのも、ピュロン派については、その不明瞭さゆえに多くの人々も自分たちの体系に含めないからである。ある人々は、これをある点では学派であると言い、ある点ではそうではないと言う。しかしそれは学派であると考えられる。なぜなら我々は、現象にしたがって何らかの論理に追随する、あるいは追随しているように思われるものを学派と呼ぶからであり、その点に基づけば懐疑派を学派と呼ぶのはもっともである。しかし、もし体系的整合性を持つドグマへの傾倒を学派と解するならば、もはや学派とは呼ばれないだろう。なぜならドグマを持たないからである。哲学の起源、継承、そしてこれら多くの部門とこれほど多くの学派は以上のとおりである。

Ἔτι δὲ πρὸ ὀλίγου καὶ ἐκλεκτική τις αἵρεσις εἰσήχθη ὑπὸ Ποτάμωνος τοῦ Ἀλεξανδρέως, ἐκλεξαμένου τὰ ἀρέσκοντα ἐξ ἑκάστης τῶν αἱρέσεων. ἀρέσκει δʼ αὐτῷ, καθά φησιν ἐν τῇ Στοιχειώσει, κριτήρια τῆς ἀληθείας εἶναι· τὸ μὲν ὡς ὑφʼ οὗ γίνεται κρίσις, τουτέστι τὸ ἡγεμονικόν· τὸ δὲ ὡς διʼ οὗ, οἷον τὴν ἀκριβεστάτην φαντασίαν3. ἀρχάς τε τῶν ὅλων τήν τε ὕλην καὶ τὸ ποιοῦν, ποιότητά τε καὶ τόπον· ἐξ οὗ γὰρ καὶ ὑφʼ οὗ καὶ ποίῳ καὶ ἐν . τέλος δὲ εἶναι ἐφʼ πάντα ἀναφέρεται, ζωὴν κατὰ πᾶσαν ἀρετὴν τελείαν, οὐκ ἄνευ τῶν τοῦ σώματος κατὰ φύσιν καὶ τῶν ἐκτός. Λεκτέον δὲ περὶ αὐτῶν τῶν ἀνδρῶν, καὶ πρῶτόν γε περὶ Θαλοῦ.

さらに少し前には、各学派から自らの気に入るものを選り集めたアレクサンドリアのポタモンによって、ある折衷学派が導入された。彼が『綱要』で述べているところによれば、彼が首肯しているのは、真理の基準が存在することである。一方は判断が行われる主体としての基準、すなわち統御理法であり、他方は手段としての基準、たとえば最も精確な表象である。また万物の原理としては質料と動因、性質と場所を認めている。というのも、「何から」「誰によって」「いかなる様態で」「どこにおいて」生じるかによるからである。さらに万物がそれへと帰着する究極目的とは、身体および外部の自然にかなったものを伴う、あらゆる徳にしたがう完全な生であるとしている。 さて、これら個々の人物自身について述べることとし、まずはタレスから始めよう。

構文注3 件
  1. 1.prol.18διαλεκτικὸν δὲ τὸ ἀμφοτέρων τοὺς λόγους πρεσβεῦον

    動詞 πρεσβεύω は本来「年長者として敬う」「首位に置く」の意だが、ここでは後続の対格(ἀμφοτέρων τοὺς λόγους「自然学と倫理学の双方の論拠/論理」)を目的語に取り、「(両者の論理を)支持・擁護する」「権威づける・確証する」という文脈的意味で用いられている。

  2. 1.prol.20αἵρεσιν μὲν γὰρ λέγομεν τὴν λόγῳ τινὶ κατὰ τὸ φαινόμενον ἀκολουθοῦσαν ἢ δοκοῦσαν ἀκολουθεῖν

    定冠詞付き女性単数対格分詞 τὴν ... ἀκολουθοῦσαν ἢ δοκοῦσαν ἀκολουθεῖν は、先行詞となる女性名詞(προαίρεσιν「選択」や ἀγωγήν「指導方針」など)を潜在的に補うか、あるいは抽象的な生き方・態度・傾向性を指す実質的用法である。補語 αἵρεσιν とともに二重対格構造(λέγομεν A B「AをBと呼ぶ」)をなす。

  3. 1.prol.21ἀρέσκει δʼ αὐτῷ... κριτήρια τῆς ἀληθείας εἶναι· τὸ μὲν ὡς ὑφʼ οὗ γίνεται ἡ κρίσις... τὸ δὲ ὡς διʼ οὗ, οἷον τὴν ἀκριβεστάτην φαντασίαν

    非人称動詞 ἀρέσκει(〜の意にかなう、〜が説く)の主語として不定詞節(κριτήρια... εἶναι)が導かれ、それに続く τὸ μὲν... τὸ δὲ は κριτήρια の並列的説明(名詞的同格)となっている。後半の οἷον τὴν ἀκριβεστάτην φαντασίαν では、前置詞句(ὡς διʼ οὗ)と並置されつつも、文脈全体の対格不定詞構文に引きずられて対格となっている。

モデル:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:1.prol.17-1.prol.21