ディオゲネス・ラエルティオス

ギリシア哲学者列伝

§1.1.22-1.1.27

タレスの家系と学問的業績および逸話

タレスの家系と出自、幾何学・天文学における業績、および政治的助言や私生活(独身と家族に関する逸話、オリーブ搾り所の逸話)について諸説を挙げて概説する。

← 前次 →

Ἦν τοίνυν Θαλῆς, ὡς μὲν Ἡρόδοτος καὶ Δοῦρις καὶ Δημόκριτός φασι, πατρὸς μὲν Ἐξαμύου, μητρὸς δὲ Κλεοβουλίνης, ἐκ τῶν Θηλιδῶν, οἵ εἰσι Φοίνικες, εὐγενέστατοι τῶν ἀπὸ Κάδμου καὶ Ἀγήνορος.ἦν δὲ τῶν ἑπτὰ σοφῶν〉, καθὰ καὶ Πλάτων φησί· καὶ πρῶτος σοφὸς ὠνομάσθη ἄρχοντος Ἀθήνησι Δαμασίου, καθʼ ὃν καὶ οἱ ἑπτὰ σοφοὶ ἐκλήθησαν, ὥς φησι Δημήτριος Φαληρεὺς ἐν τῇ τῶν ἀρχόντων Ἀναγραφῇ. ἐπολιτογραφήθη δὲ ἐν Μιλήτῳ, ὅτε ἦλθε σὺν Νείλεῳ ἐκπεσόντι Φοινίκης· ὡς δʼ οἱ πλείους φασίν, ἰθαγενὴς Μιλήσιος ἦν καὶ γένους λαμπροῦ.

さてタレスは、ヘロドトス、ドゥリス、デモクリトスが言うところによれば、父エクサミュエス、母クレオブリネの子であり、テリダイ氏族に属していた。この氏族はフェニキア人であり、カドモスとアゲノルの末裔のなかでも最も名門の出であった。またプラトンも言うように〈彼は七賢人の一人であった〉。そしてファレロンのデメトリオスが『アルコン表』で述べているように、アテナイでダマシアスがアルコンの職にあった年に最初の賢人と名づけられ、この年に七賢人もその名で呼ばれたのである。彼はフェニキアを追放されたネイレオスとともにやって来た折にミレトスの市民権を得たが、大方の者が言うところでは、生粋のミレトス人であり、輝かしい家柄の出であった。

Μετὰ δὲ τὰ πολιτικὰ τῆς φυσικῆς ἐγένετο θεωρίας. καὶ κατά τινας μὲν σύγγραμμα κατέλιπεν οὐδέν· γὰρ εἰς αὐτὸν ἀναφερομένη Ναυτικὴ ἀστρολογία Φώκου λέγεται εἶναι τοῦ Σαμίου. Καλλίμαχος δʼ αὐτὸν οἶδεν εὑρετὴν τῆς ἄρκτου τῆς μικρᾶς, λέγων ἐν τοῖς Ἰάμβοις οὕτως· "καὶ τῆς ἁμάξης ἐλέγετο σταθμήσασθαι τοὺς ἀστερίσκους, πλέουσι Φοίνικες." κατά τινας δὲ μόνα δύο συνέγραψε, Περὶ τροπῆς καὶ Ἰσημερίας, τὰ ἄλλʼ ἀκατάληπτα εἶναι δοκιμάσας. δοκεῖ δὲ κατά τινας πρῶτος ἀστρολογῆσαι καὶ ἡλιακὰς ἐκλείψεις καὶ τροπὰς προειπεῖν, ὥς φησιν Εὔδημος ἐν τῇ περὶ τῶν Ἀστρολογουμένων ἱστορίᾳ· ὅθεν αὐτὸν καὶ Ξενοφάνης καὶ Ἡρόδοτος θαυμάζει. μαρτυρεῖ δʼ αὐτῷ καὶ Ἡράκλειτος καὶ Δημόκριτος.

彼は政治活動の後、自然の観照へと向かった。ある人々によれば、彼は著作を一つも残さなかった。というのも、彼に帰せられる『航海天文学』はサモスのフォコスの作であると言われるからである。しかしカリマコスは彼をこぐま座の発見者とみなしており、『イアンボス』の中で次のように詠んでいる。 「そしてフェニキア人が船を走らせる目印である、 荷車の小星たちを測ったと言われた。」 またある人々によれば、他の事柄は不可知であると判断して、『至点について』と『分点について』の二篇のみを著したという。またある人々によれば、彼は最初に天文学を研究し、日食と至点を予言したと考えられている。これはエウデモスが『天文学史』で述べているとおりである。それゆえクセノパネスもヘロドトスも彼を称賛している。またヘラクレイトスとデモクリトスも彼を証言している。

Ἔνιοι δὲ καὶ αὐτὸν πρῶτον εἰπεῖν φασιν ἀθανάτους τὰς ψυχάς· ὧν ἐστι Χοιρίλος ποιητής. πρῶτος δὲ καὶ τὴν ἀπὸ τροπῆς ἐπὶ τροπὴν πάροδον εὗρε, καὶ πρῶτος τὸ τοῦ ἡλίου μέγεθοςτοῦ ἡλιακοῦ κύκλου ὥσπερ καὶ τὸ τῆς σελήνης μέγεθοςτοῦ σεληναίου ἑπτακοσιοστὸν καὶ εἰκοστὸν μέρος ἀπεφήνατο κατά τινας. πρῶτος δὲ καὶ τὴν ὑστάτην ἡμέραν τοῦ μηνὸς τριακάδα εἶπε. πρῶτος δὲ καὶ περὶ φύσεως διελέχθη, ὥς τινες. Ἀριστοτέλης δὲ καὶ Ἱππίας φασὶν αὐτὸν καὶ τοῖς ἀψύχοις μεταδιδόναι ψυχῆς, τεκμαιρόμενον ἐκ τῆς λίθου τῆς μαγνήτιδος καὶ τοῦ ἠλέκτρου. παρά τε Αἰγυπτίων γεωμετρεῖν μαθόντα φησὶ Παμφίλη πρῶτον καταγράψαι κύκλου τὸ τρίγωνον ὀρθογώνιον1, καὶ θῦσαι βοῦν.

さらに、彼が最初に魂は不死であると主張したと言う者たちもおり、詩人コイリロスはその一人である。また彼は、一方の至点から他方の至点への太陽の運行を最初に発見し、ある人々によれば、太陽の大きさを〈太陽軌道の、月の大きさを〉月の軌道の七百二十分の一であると最初に言明した。また月の最後の日を「三十日(トリアカス)」と呼んだのも彼が最初であった。さらにある人々によれば、自然について最初に論じたのも彼であった。 アリストテレスとヒッピアスは、彼が無生物にも魂を分け与えたと述べており、それは磁石や琥珀から推論してのことである。またパンフィレは、彼がエジプト人から幾何学を学んで、円の中に直角三角形を最初に作図し、牛を生贄に捧げたと述べている。

οἱ δὲ Πυθαγόραν φασίν, ὧν ἐστιν Ἀπολλόδωρος λογιστικός. οὗτος προήγαγεν ἐπὶ πλεῖστον, φησι Καλλίμαχος ἐν τοῖς Ἰάμβοις Εὔφορβον εὑρεῖν τὸν Φρύγα, οἷον σκαληνὰ καὶ τρίγωνα καὶ ὅσα γραμμικῆς ἔχεται θεωρίας. Δοκεῖ δὲ καὶ ἐν τοῖς πολιτικοῖς ἄριστα βεβουλεῦσθαι. Κροίσου γοῦν πέμψαντος πρὸς Μιλησίους ἐπὶ συμμαχίᾳ ἐκώλυσεν· ὅπερ Κύρου κρατήσαντος ἔσωσε τὴν πόλιν. καὶ αὐτὸς δέ φησιν, ὡς Ἡρακλείδης ἱστορεῖ, μονήρη αὑτὸν γεγονέναι καὶ ἰδιαστήν.

しかしこれをピュタゴラスであるとする人々もおり、算術家アポロドロスはその一人である。このピュタゴラスこそ、カリマコスが『イアンボス』でプリュギア人エウフォルボスが発見したと述べていること、例えば不等辺三角形や三角形、ならびに線分理論に関わるあらゆるものを最大限に発展させた人物である。 また彼は政治においても極めて優れた助言を与えたと考えられている。事実、クロイソスが同盟を求めてミレトス人に使者を送ったとき、彼はそれを押しとどめたのであり、この判断はキュロスが勝利した際に町を救うこととなった。そしてヘラクレイデスが伝えているように、彼自身も自分が独居を好む市井の隠士であったと語っている。

ἔνιοι δὲ καὶ γῆμαι αὐτὸν καὶ Κύβισθον υἱὸν σχεῖν· οἱ δὲ ἄγαμον μεῖναι, τῆς δὲ ἀδελφῆς τὸν υἱὸν θέσθαι. ὅτε καὶ ἐρωτηθέντα διὰ τί οὐ τεκνοποιεῖ, διὰ φιλοτεκνίαν εἰπεῖν. καὶ λέγουσιν ὅτι τῆς μητρὸς ἀναγκαζούσης αὐτὸν γῆμαι, [νὴ Δία], ἔλεγεν, οὐδέπω καιρός. εἶτα, ἐπειδὴ παρήβησεν ἐγκειμένης2, εἰπεῖν, οὐκέτι καιρός. φησὶ δὲ καὶ Ἱερώνυμος Ῥόδιος ἐν τῷ δευτέρῳ Τῶν σποράδην ὑπομνημάτων, ὅτι βουλόμενος δεῖξαι ῥᾴδιον εἶναι πλουτεῖν, φορᾶς μελλούσης ἐλαιῶν ἔσεσθαι, προνοήσας ἐμισθώσατο τὰ ἐλαιουργεῖα καὶ πάμπλειστα συνεῖλε χρήματα.

またある人々は彼が結婚してキュビスソスという息子を得たと言い、他の人々は独身のままであり、姉妹の息子を養子にしたと言う。その際、なぜ子を作らないのかと尋ねられ、「子どもを愛するがゆえだ」と答えたとされる。また人々が言うには、母が彼に結婚を強いたとき、「まだその時ではない」と語っていた。その後、若さを過ぎてなお母が執拗に迫ったときには、「もうその時ではない」と答えたという。またロードスのヒエロニュモスは『雑録ノート』の第二巻において、オリーブが豊作になる見通しであることを予見した彼が、富を得るのが容易であることを示そうとして油搾り所をすべて借り上げ、莫大な財を築いたと述べている。

Ἀρχὴν δὲ τῶν πάντων ὕδωρ ὑπεστήσατο, καὶ τὸν κόσμον ἔμψυχον καὶ δαιμόνων πλήρη. τάς τε ὥρας τοῦ ἐνιαυτοῦ φασιν αὐτὸν εὑρεῖν καὶ εἰς τριακοσίας ἑξήκοντα πέντε ἡμέρας διελεῖν. Οὐδεὶς δὲ αὐτοῦ καθηγήσατο, πλὴν ὅτι εἰς Αἴγυπτον ἐλθὼν τοῖς ἱερεῦσι συνδιέτριψεν. δὲ Ἱερώνυμος καὶ ἐκμετρῆσαί φησιν αὐτὸν τὰς πυραμίδας ἐκ τῆς σκιᾶς, παρατηρήσαντα ὅτε ἡμῖν ἰσομεγέθης ἐστίν3. συνεβίω δὲ καὶ Θρασυβούλῳ τῷ Μιλησίων τυράννῳ, καθά φησι Μινύης. Τὰ δὲ περὶ τὸν τρίποδα φανερὰ τὸν εὑρεθέντα ὑπὸ τῶν ἁλιέων καὶ διαπεμφθέντα τοῖς σοφοῖς ὑπὸ τοῦ δήμου τῶν Μιλησίων.

彼は万物の原理を水とし、世界には魂が宿り神霊に満ちているとした。また彼らは、彼が一年の季節を見出し、一年を三百六十五日に分割したと伝えている。 彼の師となった者は誰一人いなかったが、ただエジプトへ赴いて神官たちと時を過ごした。ヒエロニュモスは、彼が我々の影が我々と等しい長さになる時を観察して、影によってピラミッドを測定したとも述べている。またミニュエスが言うように、彼はミレトスの僭主トラシュブロスとも親交を結んでいた。 なお、漁師たちによって発見され、ミレトスの民衆によって賢人たちのもとに送り届けられた三脚鼎に関する事柄は、あまねく知られているとおりである。

構文注3 件
  1. 1.1.24κύκλου τὸ τρίγωνον ὀρθογώνιον

    名詞 κύκλου は属格であり、場所あるいは関係を表す。τὸ τρίγωνον は καταγράψαι の目的語(対格)であり、ὀρθογώνιον はその叙述的対格補語(「三角形を直角のものとして」)である。幾何学的には「半円に内接する三角形が直角三角形となること」を作図したことを意味する。

  2. 1.1.26ἐπειδὴ παρήβησεν ἐγκειμένης

    分詞 ἐγκειμένης は前文の「母」(τῆς μητρός)を意味上の主語とする属格絶対構文であるが、主語が省略されている。その中に接続詞 ἐπειδὴ と定動詞 παρήβησεν(主語はタレス)からなる時間節が挿入されており、主語の転換を伴う複雑な入れ子構造を成している。

  3. 1.1.27παρατηρήσαντα ὅτε ἡμῖν ἰσομεγέθης ἐστίν

    παρατηρήσαντα は主語の対格(タレス)に一致するアオリスト分詞。ὅτε 節の動詞 ἐστίν の主語は文脈上「影」(ἡ σκιά)が補われる。与格 ἡμῖν は形容詞 ἰσομεγέθης に係る基準の与格(「我々と等しい大きさの」)である。

モデル:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:1.1.22-1.1.27