ディオゲネス・ラエルティオス

ギリシア哲学者列伝

§1.2.63-1.2.67

ソロンへの追悼詩と逸話および書簡群

著者は自身の全韻律集からソロンへの自作追悼詩を引用し、ソロンの臨終時の逸話を紹介した後、ソロンがペリアンドロス、エピメニデス、ペイシストラトス、クロイソスに宛てた書簡を録する。

← 前次 →

Ἔστι δὲ καὶ ἡμέτερον ἐπίγραμμα ἐν τῇ προειρημένῃ Παμμέτρῳ, ἔνθα καὶ περὶ πάντων τῶν τελευτησάντων ἐλλογίμων διείλεγμαι παντὶ μέτρῳ καὶ ῥυθμῷ, ἐπιγράμμασι καὶ μέλεσιν, ἔχον οὕτως· "σῶμα μὲν ἦρε Σόλωνος ἐν ἀλλοδαπῇ Κύπριον πῦρ· ὀστέʼ ἔχει Σαλαμίς, ὧν κόνις ἀστάχυες. ψυχὴν δʼ ἄξονες εὐθὺς ἐς οὐρανὸν ἤγαγον1· εὖ γὰρ θῆκε νόμους ἀστοῖς ἄχθεα κουφότατα." Ἀπεφθέγξατο δέ, φασί, Μηδὲν ἄγαν. καὶ αὐτόν φησι Διοσκουρίδης ἐν τοῖς Ἀπομνημονεύμασιν, ἐπειδὴ δακρύοι τὸν παῖδα τελευτήσαντα, ὃν ἡμεῖς οὐ παρειλήφαμεν, πρὸς τὸν εἰπόντα, ἀλλʼ οὐδὲν ἀνύτεις, εἰπεῖν, διʼ αὐτὸ δὲ τοῦτο δακρύω, ὅτι οὐδὲν ἀνύτω. Φέρονται δὲ αὐτοῦ καὶ ἐπιστολαὶ αἵδε·

先に言及した『全韻律集』には私自身のエピグラムもあり、そこではあらゆる韻律とリズムを用い、エピグラムや歌によって死去したすべての高名な人々について論じているが、そこでは次のように詠まれている。 「ソロンの亡骸は異国の地でキプロスの炎が焼き尽くし、 その骨はサラミスが抱く。その灰は豊かな穂となった。 だがその魂は法文の回転板(アクソネス)が直ちに天へと導いた。 彼は市民のために、最も軽き荷として正しく掟を定めたのだから。また、ソロンは「何事も過ぐることなかれ」と言ったと伝えられる。さらにディオスクリデスが『覚書』で語るところによれば、亡くなった息子――私たちはその息子の伝承を受け継いでいないが――のためにソロンが涙を流していたとき、「だが、泣いても何の役にも立たないではないか」と言った者に対して、「何にもならないからこそ、まさにそのために私は泣いているのだ」と答えたという。 また、彼の手紙として次のものが伝えられている。

Σόλων ΠεριάνδρῳἈπαγγέλλεις μοι πολλούς τοι ἐπιβουλεύειν. σὺ δὲ εἰ μὲν μέλλεις ἐκποδὼν ἅπαντας ποιήσεσθαι, οὐκ ἂν φθάνοις2. ἐπιβουλεύσειε δʼ ἄν τις καὶ τῶν ἀνυπόπτων, μὲν δεδιὼς περὶ αὑτῷ, δὲ σοῦ καταγνούς, οὐκ ἔσθʼ τι οὐκ ὀρρωδοῦντος· κἂν τῇ πόλει χάριν κατάθοιτο ἐξευρών, ἢν μὴ ὕποπτος εἴης. ἄριστον μὲν οὖν ἀπέχεσθαι, ἵνα τῆς αἰτίας ἀπαλλαγῇς. εἰ δὲ πάντως τυραννητέον, φροντίζειν ὅπως τὴν ἀλλοδαπὴν δύναμιν μείζονα ἕξεις τῶν ἐν τῇ πόλει, καὶ οὐδεὶς ἔτι τοι δεινός, μηδὲ σὺ ἐκποδών τινα ποιοῦ. Σόλων ἘπιμενίδῃΟὔτε οἱ ἐμοὶ θεσμοὶ ἄρα Ἀθηναίους ἐπιπολὺ ὀνήσειν ἔμελλον, οὔτε σὺ καθήρας τὴν πόλιν ὤνησας. τό τε γὰρ θεῖον καὶ οἱ νομοθέται οὐ καθʼ ἑαυτὰ δύνανται ὀνῆσαι τὰς πόλεις, οἱ δὲ ἀεὶ τὸ πλῆθος ἄγοντες ὅπως ἂν γνώμης ἔχωσιν3. οὕτω δὲ καὶ τὸ θεῖον καὶ οἱ νόμοι, εὖ μὲν ἀγόντων, εἰσὶν ὠφέλιμοι· κακῶς δὲ [ἀγόντων], οὐδὲν ὠφελοῦσιν.

ソロンからペリアンドロスへ「多くの者がそなたに対して陰謀を企てていると私に知らせてきたな。だが、もしそなたが彼ら全員を排除しようとするなら、到底追いつくことはできまい。疑われていない者の中からも陰謀を企てる者が出るであろう。ある者は自らの身を恐れて、またある者はそなたが何でも疑って恐れを抱いているのを軽蔑するがゆえに企てるのだ。そして、そなたに疑われていない者であれば、隙を見出してそれを実行し、都市に恩恵を施したと誇るであろう。したがって、最善なのは支配から退き、非難を免れることである。しかしどうしても僭主であり続けねばならぬというのなら、都市内の勢力よりも外国の傭兵部隊を大きくするよう配慮せよ。そうすればもはや何者もそなたにとって脅威ではなくなり、そなたも誰かを排除する必要はなくなるであろう。」 ソロンからエピメニデスへ 「私の掟も結局はアテナイ人に長く役立つことはなく、そなたが都市を浄めたことも益をもたらさなかったようだ。というのも、神的なものも立法者たちも、それ自体だけでは都市を益することはできず、常に民衆を導く者たちがどのような心構えでいるかによるからだ。神的なものも法律も同様に、善き導き手のもとでは有益であるが、悪しき導き手のもとでは何の役にも立たないのだ。

Οὐδʼ οἱ ἐμοὶ ἀμείνους εἰσὶ καὶ ὅσα ἐγὼ ἐνομοθέτησα. οἱ δʼ ἐπιτρέποντες τὸ ξυνὸν ἔβλαπτον, οἳ οὐκ ἐγένοντο ἐμποδὼν Πεισιστράτῳ ἐπιθέσθαι τυραννίδι. οὐδʼ ἐγὼ προλέγων πιστὸς ἦν. ἐκεῖνος δὲ πιστότερος κολακεύων Ἀθηναίους ἐμοῦ ἀληθεύοντος. ἐγὼ δὴ θέμενος πρὸ τοῦ στρατηγείου τὰ ὅπλα εἶπον τῶν μὲν μὴ αἰσθανομένων Πεισίστρατον τυραννησείοντα εἶναι ξυνετώτερος, τῶν δὲ ὀκνούντων ἀμύνεσθαι ἀλκιμώτερος4. οἱ δὲ μανίαν Σόλωνος κατεγίγνωσκον. τελευτῶν δὲ ἐμαρτυράμην, πατρίς, οὗτος μὲν Σόλων ἕτοιμός τοι καὶ λόγῳ καὶ ἔργῳ ἀμύνειν· τοῖς δʼ αὖ καὶ μαίνεσθαι δοκῶ. ὥστε ἄπειμί τοι ἐκ μέσου μόνος ἐχθρὸς Πεισιστράτου· οἱ δὲ καὶ δορυφορούντων αὐτόν εἴ τι βούλονται. ἴσθι γὰρ τὸν ἄνδρα, ἑταῖρε, δεινότατα ἁψάμενον τῆς τυραννίδος.

私の法律も、私が定めたあらゆる掟も、これ以上どうしようもなかった。だが、ペイシストラトスが僭主の座を襲うのを阻まなかった政治家(委ねられた者たち)こそが、公の利益を損なったのだ。私が前もって警告したときも信じてもらえなかった。彼がアテナイ人にへつらう言葉のほうが、私が真実を語るよりも信じられたのだ。そこで私は将軍府の前に武器を置き、ペイシストラトスが僭主になろうとしていることに気づいていない者たちよりも自分は賢明であり、防ぎ戦うのを躊躇している者たちよりも勇敢であると宣言した。しかし人々はソロンの狂気を責め立てた。そして最後に私は証言して言った。 『祖国よ、このソロンは言葉においても行動においてもそなたを守る用意がある。だが彼らにとっては、私は狂っているように思えるらしい。それゆえ、私はペイシストラトスの唯一の敵としてその場を立ち去る。彼らは望むなら彼に護衛の兵を与えればよい。』 友よ、知ってのとおり、あの男は極めて巧妙に僭主の権力を掌握したのだ。

ἤρξατο μὲν δημαγωγεῖν· εἶτα δὲ ἑαυτῷ τραύματα ποιήσας, παρελθὼν ἐπʼ Ἠλιαίαν ἐβόα φάμενος πεπονθέναι ταῦτα ὑπὸ τῶν ἐχθρῶν· καὶ φύλακας ἠξίου παρασχεῖν οἱ τετρακοσίους τοὺς νεωτάτους. οἱ δὲ ἀνηκουστήσαντές μου παρέσχον τοὺς ἄνδρας. οὗτοι δὲ ἦσαν κορυνηφόροι. καὶ μετὰ τοῦτο τὸν δῆμον κατέλυσεν. μάτην ἔσπευδον ἀπαλλάξαι τοὺς πένητας αὐτῶν τῆς θητείας, οἵ γε δὴ νῦν ξύμπαντες ἑνὶ δουλεύουσι Πεισιστράτῳ. Σόλων ΠεισιστράτῳΠιστεύω μηδὲν κακὸν ἐκ σοῦ πείσεσθαι. καὶ γὰρ πρὸ τῆς τυραννίδος φίλος σοὶ ἦν, καὶ νῦν οὐ μᾶλλον διάφορος τῶν ἄλλων τις Ἀθηναίων ὅτῳ μὴ ἀρέσκει τυραννίς. εἴτε δὲ ὑφʼ ἑνὸς ἄρχεσθαι ἄμεινον αὐτοῖς, εἴτε δημοκρατεῖσθαι, πεπείσθω ἑκάτερος γιγνώσκει.

彼はまず民衆扇動から始め、次いで自らに傷を負わせて民衆裁判所に赴き、敵からこの仕打ちを受けたと叫び立てた。そして最年少の者たちからなる四百人の護衛兵を自らに与えるよう要求した。人々は私の諫めに耳を貸さず、それらの兵を与えてしまった。彼らは棍棒持ちの護衛兵となった。そしてこの後、彼は民主制を打ち倒したのだ。今やすべての者が一人のペイシストラトスに隷属しているというのに、彼らのうちの貧民たちを日雇い労働の軛から解放しようと私が奔走したのも、まことに無駄なことであった。 ソロンからペイシストラトスへ 「私はそなたから何ら危害を被ることはないと信じている。というのも、僭主となる前には私はそなたの友であったし、今でも、僭主制を好まぬ他のアテナイ人の誰よりもそなたに敵対しているわけではないからだ。彼らにとって一人の者に支配されるのがよいのか、民主制によるのがよいのかは、各自が信じるところに任せておけばよい。

καὶ σὲ φημὶ πάντων τυράννων εἶναι βέλτιστον. ἐπανήκειν δέ μοι Ἀθήναζε οὐ καλῶς ἔχον ὁρῶ, μή μέ τις μέμψηται, εἰ διαθεὶς Ἀθηναίοις ἰσοπολιτείαν, καὶ παρὸν τυραννεῖν αὐτὸς οὐκ ἀξιώσας, νῦν ἐπανελθὼν ἀρεσκοίμην οἷς σὺ πράσσεις. Σόλων ΚροίσῳἌγαμαί σε τῆς περὶ ἡμᾶς φιλοφροσύνης· καὶ νὴ τὴν Ἀθηνᾶν, εἰ μὴ περὶ παντός μοι ἦν5 οἰκεῖν ἐν δημοκρατίᾳ, ἐδεξάμην ἂν μᾶλλον τὴν δίαιταν ἔχειν ἐν τῇ παρὰ σοὶ βασιλείᾳ Ἀθήνησι, τυραννοῦντος βιαίως Πεισιστράτου. ἀλλὰ καὶ ἡδίων ἡμῖν βιοτή, ἔνθα πᾶσι τὰ δίκαια καὶ ἴσα. ἀφίξομαι δʼ οὖν παρὰ σέ, σπεύδων τοι ξένος γενέσθαι.

また、私はそなたがあらゆる僭主の中で最善の人物であると公言している。しかし、私がアテナイへ帰還することは良策とは思われない。アテナイ人に平等の国制を整え、自ら僭主となる機会があったにもかかわらずそれを望まなかった私が、今になって戻り、そなたの行う政策を容認していると誰かに非難されるのを恐れるからである。」 ソロンからクロイソスへ 「私に対するそなたの親愛の情を賞賛する。そしてアテナ女神にかけて、民主制の中で生きることが私にとって何よりも優先されることでなかったなら、ペイシストラトスが暴力によって支配しているアテナイにいるよりは、そなたのもとの王国で生活することを喜んで選んだであろう。しかし、すべての人に公正と平等が保障されている地での生活こそが、私たちにとってはより快いものなのだ。とはいえ、何としてもそなたのもとを訪れ、客分となることを熱望している。

構文注5 件
  1. 1.2.63ψυχὴν δʼ ἄξονες εὐθὺς ἐς οὐρανὸν ἤγαγον

    「ἄξονες(回転板、木製法文板)」が主語で、「魂(ψυχήν)」を直接天へと導いたという擬人化表現。ソロンの制定した法を刻んだ三面または四面の木製回転板を指す。

  2. 1.2.64οὐκ ἂν φθάνοις

    「οὐκ ἂν φθάνοις(+分詞、ここでは文脈上 ποιούμενος 相当の意)」は「いくら急いでも間に合わない」「追いつくことはできない」を意味するギリシア語の慣用表現。

  3. 1.2.64οἱ δὲ ἀεὶ τὸ πλῆθος ἄγοντες ὅπως ἂν γνώμης ἔχωσιν

    前半の「οὐ καθʼ ἑαυτὰ δύνανται ὀνῆσαι τὰς πόλεις」と対比される統語的倒置ないしアナコロウトン。「(都市を益するかどうかは)民衆を導く者たちがどのような考え(心構え)を持っているかによる」という補完関係をなす。ἔχωσιν は属格 γνώμης を伴って「〜の心の状態にある」を表す。

  4. 1.2.65εἶπον τῶν μὲν μὴ αἰσθανομένων ... ξυνετώτερος, τῶν δὲ ὀκνούντων ... ἀλκιμώτερος

    対格不定詞構文(εἶπον [ἐμαυτὸν] ... εἶναι)において主語が省略されている。また、τῶν μὴ αἰσθανομένων と τῶν ὀκνούντων は、それぞれ比較級 ξυνετώτερος と ἀλκιμώτερος に係る比較の属格。

  5. 1.2.67εἰ μὴ περὶ παντός μοι ἦν

    「περὶ παντός ἐστί μοι(〜が私にとって最も重要である・何よりも大切である)」という慣用表現の未完了過去で、後続の「ἐδεξάμην ἂν μᾶλλον」と連動して過去の事実に反する仮定(反実仮想)を形成している。

モデル:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:1.2.63-1.2.67