- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:1.2.57-1.2.62
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-22
本節は、印章彫刻や片目の者への傷害、執政官の酩酊、ホメロス朗唱規定などの諸法と名言・道徳的訓戒、ミムネルモスへの応酬、著作一覧、そしてキプロスでの最期とサラミス島への散骨の伝承を記録する。
δακτυλιογλύφῳ μὴ ἐξεῖναι σφραγῖδα φυλάττειν τοῦ πραθέντος δακτυλίου· καὶ ἐὰν ἕνα ὀφθαλμὸν ἔχοντος ἐκκόψῃ τις, ἀντεκκόπτειν τοὺς δύο. ἃ μὴ ἔθου, μὴ ἀνέλῃ· εἰ δὲ μή, θάνατος ἡ ζημία. τῷ ἄρχοντι, ἐὰν μεθύων ληφθῇ, θάνατον εἶναι τὴν ζημίαν. Τά τε Ὁμήρου ἐξ ὑποβολῆς1 γέγραφε ῥαψῳδεῖσθαι, οἷον ὅπου ὁ πρῶτος ἔληξεν, ἐκεῖθεν ἄρχεσθαι τὸν ἐχόμενον. μᾶλλον οὖν Σόλων Ὅμηρον ἐφώτισεν ἢ Πεισίστρατος, ὥς φησι Διευχίδας ἐν πέμπτῳ Μεγαρικῶν. ἦν δὲ μάλιστα τὰ ἔπη ταυτί· οἳ δʼ ἄρʼ Ἀθήνας εἶχον καὶ τὰ ἑξῆς.
印章彫刻師は売却した指輪の印影(型)を保管してはならない。また、片目しかない者の目を誰かがえぐり出したなら、その者は両目をえぐり出される。自分が置かなかったものは拾い上げてはならない。これに反した場合は死が刑罰となる。執政官(アルコン)が酩酊しているところを捕らえられたなら、刑罰は死刑である。 また、ホメロスの詩を交代で(前の朗唱者が終えた箇所から次の者が受け継ぐように)朗唱することを法として定めた。それゆえ、ディエウキダスが『メガラ史』第五巻で述べているように、ペイシストラトス以上にソロンがホメロスを世に知らしめたのである。その詩行とは主に次のものであった。 「さてアテナイを領していた者たちは」およびそれに続く詩行である。
Πρῶτος δὲ Σόλων τὴν τριακάδα ἔνην καὶ νέαν ὠνόμασε. καὶ πρῶτος τὴν συναγωγὴν τῶν ἐννέα ἀρχόντων ἐποίησεν εἰς τὸ συνειπεῖν2, ὡς Ἀπολλόδωρός φησιν ἐν δευτέρῳ Περὶ νομοθετῶν. ἀλλὰ καὶ τῆς στάσεως γενομένης οὔτε μετὰ τῶν ἐξ ἄστεος, οὔτε μετὰ τῶν πεδιέων, ἀλλʼ οὐδὲ μετὰ τῶν παράλων ἐτάχθη. Ἔλεγε δὲ τὸν μὲν λόγον εἴδωλον εἶναι τῶν ἔργων· βασιλέα δὲ τὸν ἰσχυρότατον τῇ δυνάμει. τοὺς δὲ νόμους τοῖς ἀραχνίοις ὁμοίους· καὶ γὰρ ἐκεῖνα, ἐὰν μὲν ἐμπέσῃ τι κοῦφον καὶ ἀσθενές, στέγειν· ἐὰν δὲ μεῖζον, διακόψαν οἴχεσθαι. ἔφασκέ τε σφραγίζεσθαι τὸν μὲν λόγον σιγῇ, τὴν δὲ σιγὴν καιρῷ.
ソロンは月の三十日目を「旧くかつ新しい日(晦朔の日)」と名づけた最初の人である。また、アポロドロスが『立法者について』第二巻で述べているように、九人の執政官が共に協議するために集会を行うことを定めた最初の人でもあった。さらに内紛が生じた際にも、都市の派閥にも、平野の派閥にも、また海岸の派閥にも加わらなかった。 また、彼は言論を行為の影(似姿)であるとし、王とは力において最も強い者であると言っていた。そして法は蜘蛛の巣に似ているとも語っていた。蜘蛛の巣は、軽くて弱いものが落ちたなら受け止めるが、より大きなものが落ちたなら引き裂いて飛び去ってしまうからである。さらに彼は、言論は沈黙によって封じられ、沈黙は好機(潮時)によって封じられると語っていた。
ἔλεγε δὲ τοὺς παρὰ τοῖς τυράννοις δυναμένους παραπλησίους εἶναι ταῖς ψήφοις ταῖς ἐπὶ τῶν λογισμῶν. καὶ γὰρ ἐκείνων ἑκάστην ποτὲ μὲν πλείω σημαίνειν, ποτὲ δὲ ἥττω· καὶ τούτων τοὺς τυράννους ποτὲ μὲν ἕκαστον μέγαν ἄγειν καὶ λαμπρόν, ποτὲ δὲ ἄτιμον. ἐρωτηθεὶς διὰ τί κατὰ πατροκτόνου νόμον οὐκ ἔθηκε, διὰ τὸ ἀπελπίσαι3, ἔφη. πῶς τε ἥκιστʼ ἂν ἀδικοῖεν οἱ ἄνθρωποι, εἰ ὁμοίως, ἔφη, ἄχθοιντο τοῖς ἀδικουμένοις οἱ μὴ ἀδικούμενοι. καὶ τὸν μὲν κόρον ὑπὸ τοῦ πλούτου γεννᾶσθαι, τὴν δὲ ὕβριν ὑπὸ τοῦ κόρου. ἠξίωσέ τε Ἀθηναίους τὰς ἡμέρας κατὰ σελήνην ἄγειν. καὶ Θέσπιν ἐκώλυσε τραγῳδίας διδάσκειν, ὡς ἀνωφελῆ τὴν ψευδολογίαν. ὅτʼ οὖν
また、僭主のもとで権勢を振るう者たちは、計算盤の計算珠に似ていると語っていた。計算珠の各々があるときはより大きな数を、あるときはより小さな数を表すように、僭主たちもこれら側近の各人をあるときは偉大で輝かしい者として扱い、あるときは無価値な者として扱うからである。父親殺しに対する法をなぜ定めなかったのかと問われたとき、彼は「そのようなことはあり得ないと諦めていた(思いもよらなかった)からだ」と答えた。また、人間が不正を犯すことを最も少なくするにはどうすればよいかと問われると、「不正を被っていない者たちが、不正を被っている者たちと同じように憤りを覚えることだ」と答えた。また、「飽食(驕り)は富から生まれ、傲慢(ヒュブリス)は飽食から生まれる」とも語った。さらにアテナイ人に日数を月の満ち欠けに従って数えるよう求めた。また、虚偽の語り(作り話)は無益であるとして、テスピスが悲劇を上演することを禁じた。それゆえ、
Πεισίστρατος ἑαυτὸν κατέτρωσεν, ἐκεῖθεν ἔφη ταῦτα φῦναι4. τοῖς τε ἀνθρώποις συνεβούλευσεν, ὥς φησιν Ἀπολλόδωρος ἐν τῷ Περὶ τῶν φιλοσόφων αἱρέσεων, τάδε· καλοκἀγαθίαν ὅρκου πιστοτέραν ἔχε. μὴ ψεύδου. τὰ σπουδαῖα μελέτα. φίλους μὴ ταχὺ κτῶ· οὓς δʼ ἂν κτήσῃ μὴ ἀποδοκίμαζε. ἄρχε πρῶτον μαθὼν ἄρχεσθαι. συμβούλευε μὴ τὰ ἥδιστα, ἀλλὰ τὰ ἄριστα. νοῦν ἡγεμόνα ποιοῦ. μὴ κακοῖς ὁμίλει. θεοὺς τίμα, γονέας αἰδοῦ. φασὶ δʼ αὐτὸν καὶ Μιμνέρμου γράψαντος, "αἲ γὰρ ἄτερ νούσων τε καὶ ἀργαλέων μελεδωνέων ἑξηκονταέτη μοῖρα κίχοι θανάτου,"
ペイシストラトスが自らを傷つけたとき、このような企てはそこ(悲劇の虚構)から生じたのだとソロンは語った。また、アポロドロスが『哲学諸派について』の中で述べているように、人々に次のように助言した。「高潔さを誓いよりも確かなものとせよ。偽りを語るな。真面目な事柄を修めよ。友を急いで作るな、だが一度得た友を退けるな。まず支配されることを学んでから人を支配せよ。最も心地よいことではなく、最善のことを助言せよ。理性を導き手とせよ。悪人たちと交わるな。神々を敬い、両親を尊べ。」また、ミムネルモスが、 「願わくは病もなく辛い憂いもなしに、 六十年ののち死の運命が我を捉えんことを」と書いたのに対し、
ἐπιτιμῶντα αὐτῷ εἰπεῖν· "ἀλλʼ εἴ μοι κἂν νῦν ἔτι πείσεαι, ἔξελε τοῦτον· μηδὲ μέγαιρʼ ὅτι σεῦ λῷον ἐπεφρασάμην· καὶ μεταποίησον, Λιγυαστάδη, ὧδε δʼ ἄειδε· ὀγδωκονταέτη μοῖρα κίχοι θανάτου." Τῶν δὲ ᾀδομένων αὐτοῦ ἐστι τάδε· "πεφυλαγμένος ἄνδρα ἕκαστον, ὅρα μὴ κρυπτὸν ἔχθος ἔχων κραδίῃ, φαιδρῷ προσενέπῃ προσώπῳ, γλῶσσα δέ οἱ διχόμυθος ἐκ μελανῆς φρενὸς γεγωνῇ." Γέγραφε δὲ δῆλον μὲν ὅτι τοὺς νόμους, καὶ δημηγορίας καὶ εἰς ἑαυτὸν ὑποθήκας, ἐλεγεῖα, καὶ τὰ περὶ Σαλαμῖνος καὶ τῆς Ἀθηναίων πολιτείας ἔπη πεντακισχίλια, καὶ ἰάμβους καὶ ἐπῳδούς.
彼をとがめて次のように詠んだと伝えられている。 「だがもし今からでも我が言葉に耳を傾けるなら、その句を削り去れ。 我がお前より良き思慮を抱いたことを妬むな。 リギュアスタデスの子よ、詩を改め、このように歌え。 『八十年ののち死の運命が我を捉えんことを』と。」 また、人々に歌い継がれている彼の詩には次のものがある。 「すべての者に用心し、心の中に隠れた敵意を抱きながら、 晴れやかな顔で語りかけ、 その二枚舌が暗き胸の底から声を発することのないよう、 油断なく見張れ。」 彼が著したのは、言うまでもなく法律群、民衆への演説、自省的な訓戒、エレゲイア詩、さらにはサラミスとアテナイ人の国制に関する五千行の叙事詩、そしてイアンボス詩やエポードス詩である。
Ἐπὶ δὲ τῆς εἰκόνος αὐτοῦ ἐπιγέγραπται τάδε· "ἡ Μήδων ἄδικον παύσασʼ ὕβριν, ἥδε Σόλωνα τόνδε τεκνοῖ Σαλαμὶς θεσμοθέτην ἱερόν." Ἤκμαζε μὲν οὖν περὶ τὴν τεσσαρακοστὴν ἕκτην Ὀλυμπιάδα, ἧς τῷ τρίτῳ ἔτει ἦρξεν Ἀθήνησι, καθά φησι Σωσικράτης· ὅτε καὶ τίθησι τοὺς νόμους. ἐτελεύτησε δʼ ἐν Κύπρῳ βιοὺς ἔτη ὀγδοήκοντα, τοῦτον ἐπισκήψας τοῖς ἰδίοις τὸν τρόπον, ἀποκομίσαι αὐτοῦ τὰ ὀστᾶ εἰς Σαλαμῖνα καὶ τεφρώσαντας εἰς τὴν χώραν σπεῖραι. ὅθεν καὶ Κρατῖνος ἐν τοῖς Χείρωσί φησιν, αὐτὸν ποιῶν λέγοντα· "οἰκῶ δὲ νῆσον, ὡς μὲν ἀνθρώπων λόγος, ἐσπαρμένος κατὰ πᾶσαν Αἴαντος πόλιν."
彼の像には次のような碑文が刻まれている。 「メディア人の不正な傲慢を鎮め、このサラミスが 神聖なる立法者、このソロンを生み落とした。」 ソロンが全盛期を迎えたのは第四十六オリンピア紀の頃であり、その第三年にアテナイの執政官に就任したとソシクラテスは述べている。彼が法律を制定したのもその時である。彼は八十歳まで生きてキプロスで死んだが、自分の骨をサラミスへ運び、火葬してその灰をその地に撒くように親族に遺言した。それゆえクラティノスも『ケイロンたち』の中で、ソロンに次のように語らせている。 「人々が語る言葉によれば、余は島に住まい、 アイアースの都市全土に撒き散らされているのだ。」
- 1.2.57ἐξ ὑποβολῆς
前置詞句「ἐξ ὑποβολῆς」は「合図に従って」「先行者の提示を受けて(リレー式・交代で)」を意味する慣用表現である。直後の同格的説明節「οἷον ὅπου ὁ πρῶτος ἔληξεν, ἐκεῖθεν ἄρχεσθαι τὸν ἐχόμενον」(すなわち最初の朗唱者が終えた箇所から次の者が始めるように)によってその具体的な朗唱手順が規定されている。
- 1.2.58εἰς τὸ συνειπεῖν
前置詞 εἰς に冠詞付き不定詞 τὸ συνειπεῖν が後続する目的・結果を表す構文である。動詞 συνλέγω / συνάγω 系の名詞 συναγωγή を修飾し、「九人の執政官が共に評議・協議を行うために(あるいはその目的で)」集会を設けたことを表す。
- 1.2.59διὰ τὸ ἀπελπίσαι
前置詞 διά に中性単数対格の冠詞とアオリスト不定詞が後続する原因・理由の構文である。ἀπελπίζω は通常「絶望する」「諦める」の意だが、ここでは「そのような悪行(親殺し)が起こるとは全く予想もしなかった(起こり得ないと見限っていた)」という否定的な予想・断念のニュアンスを表す。
- 1.2.59-1.2.60ἐκεῖθεν ἔφη ταῦτα φῦναι
副詞 ἐκεῖθεν(そこから)の指示対象は、直前の「Θέσπιν ἐκώλυσε τραγῳδίας διδάσκειν, ὡς ἀνωφελῆ τὴν ψευδολογίαν」(テスピスが虚偽の作り話を演じるのを禁じたこと)を指す。ペイシストラトスが身体を自傷して民衆を欺いた策略(ταῦτα)が、悲劇の演劇的虚構・偽りの振る舞いに由来して生じた(φῦναι)と見なしたことを意味する。
