- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:1.2.45-1.2.51
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-22
アテナイの立法者ソロンの事績、すなわち債務免除(セイサクテイア)や諸法律の制定、狂気を装ったサラミス島の奪還、ペイシストラトスの僭主化阻止の試み、そして諸国遍歴におけるクロイソスとの対話やキリキアの都市ソロイ創建が語られる。
Σόλων Ἐξηκεστίδου Σαλαμίνιος πρῶτον μὲν τὴν σεισάχθειαν εἰσηγήσατο Ἀθηναίοις· τὸ δὲ ἦν λύτρωσις σωμάτων τε καὶ κτημάτων. καὶ γὰρ ἐπὶ σώμασιν ἐδανείζοντο καὶ πολλοὶ διʼ ἀπορίαν ἐθήτευον. ἑπτὰ δὴ ταλάντων ὀφειλομένων αὐτῷ πατρῴων συνεχώρησε πρῶτος καὶ τοὺς λοιποὺς τὸ ὅμοιον προὔτρεψε πρᾶξαι. καὶ οὗτος ὁ νόμος ἐκλήθη σεισάχθεια· φανερὸν δὲ διὰ τί. Ἔπειτα τοὺς λοιποὺς νόμους ἔθηκεν, οὓς μακρὸν ἂν εἴη διεξιέναι, καὶ ἐς τοὺς ἄξονας κατέθετο.
エクセケスティデスの子であるサラミス人ソロンは、まずアテナイ人たちに「重荷下ろし(セイサクテイア)」を導入した。これは身体と財産の贖いである。というのも、彼らは身体を担保として借財し、多くの者が貧困のために日雇い農民(テース)となっていたからである。ソロンは父から相続した七タラントンの債権を自ら率先して免除し、他の者たちにも同様のことをなすよう促した。そしてこの法は「重荷下ろし」と呼ばれたが、その理由は明白である。 次いで彼はその他の法を制定したが、それらを列挙するのは長くなるであろう。そしてこれらを回転式木版(アクソネス)に刻んで奉納した。
Τὸ δὲ μέγιστον, τῆς πατρίδος αὐτοῦ [Σαλαμῖνος] ἀμφισβητουμένης ὑπό τε Ἀθηναίων καὶ Μεγαρέων καὶ πολλάκις τῶν Ἀθηναίων ἐπταικότων ἐν τοῖς πολέμοις καὶ ψηφισαμένων εἴ τις ἔτι συμβουλεύσοι περὶ Σαλαμῖνος μάχεσθαι, θανάτῳ ζημιοῦσθαι1, οὗτος μαίνεσθαι προσποιησάμενος καὶ στεφανωσάμενος εἰσέπαισεν εἰς τὴν ἀγοράν· ἔνθα τοῖς Ἀθηναίοις ἀνέγνω διὰ κήρυκος τὰ συντείνοντα περὶ Σαλαμῖνος ἐλεγεῖα καὶ παρώρμησεν αὐτούς. καὶ αὖθις πρὸς τοὺς Μεγαρέας ἐπολέμησαν καὶ ἐνίκων διὰ Σόλωνα.
そして何よりも重大なこととして、彼の祖国サラミスがアテナイ人とメガラ人の間で争われ、アテナイ人は戦いにおいて幾度も敗北を喫し、サラミスをめぐって戦うべしと今後誰かが勧告したならば死刑に処す、と議決したとき、ソロンは狂気を装い、花冠を頭に戴いて民衆広場(アゴラ)へと駆け込んだ。そこで彼はアテナイ人たちに対し、使者を介してサラミスについての哀歌を朗読し、彼らを奮起させた。そして彼らはふたたびメガラ人と戦い、ソロンのおかげで勝利を収めた。
ἦν δὲ τὰ ἐλεγεῖα τὰ μάλιστα καθαψάμενα τῶν Ἀθηναίων τάδε· "εἴην δὴ τότʼ ἐγὼ Φολεγάνδριος ἢ Σικινίτης ἀντί γʼ Ἀθηναίου, πατρίδʼ ἀμειψάμενος. αἶψα γὰρ ἂν φάτις ἥδε μετʼ ἀνθρώποισι γένοιτο· Ἀττικὸς οὗτος ἀνὴρ τῶν Σαλαμιναφετῶν." εἶτα· "ἴομεν εἰς Σαλαμῖνα μαχησόμενοι περὶ νήσου ἱμερτῆς χαλεπόν τʼ αἶσχος ἀπωσόμενοι." ἔπεισε δὲ αὐτοὺς καὶ τὴν ἐν Θρᾴκῃ Χερρόνησον προσκτήσασθαι.
アテナイ人たちを最も強く心打った哀歌は、次のものであった。 「願わくはそのとき、私がアテナイ人ではなく 祖国を替えてポレガンドロスかシキノスの島人であったなら。 というのも、人々の間にたちまちこのような噂が広まるであろうから。 『かの男はアテナイ人、サラミスを見捨てた者たちの一人だ』と。」 続いて、 「行こう、サラミスへ、かの愛すべき島をめぐって戦い、 耐えがたき恥辱を打ち払うために。」 彼はまた、アテナイ人たちを説得してトラキアのケルソネソスをも獲得させた。
ἵνα δὲ μὴ δοκοίη βίᾳ μόνον, ἀλλὰ καὶ δίκῃ τὴν Σαλαμῖνα κεκτῆσθαι, ἀνασκάψας τινὰς τάφους ἔδειξε τοὺς νεκροὺς πρὸς ἀνατολὰς ἐστραμμένους, ὡς ἦν ἔθος θάπτειν Ἀθηναίοις· ἀλλὰ καὶ αὐτοὺς τοὺς τάφους πρὸς ἕω βλέποντας καὶ ἀπὸ τῶν δήμων τοὺς χρηματισμοὺς ἐγκεχαραγμένους, ὅπερ ἦν ἴδιον Ἀθηναίων. ἔνιοι δέ φασι καὶ ἐγγράψαι αὐτὸν εἰς τὸν κατάλογον τοῦ Ὁμήρου μετὰ τὸν "Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας— ""στῆσε δʼ ἄγων, ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες."
サラミスが単に力によってだけでなく、正義によっても自らのものとなったのだと認められるように、彼はいくつかの墓を掘り起こし、死者たちがアテナイ人の埋葬の習俗に従って東を向いて埋葬されていることを示した。それだけでなく、墓そのものが東を向いており、アテナイ人に特有の慣行である区名による身元刻名がなされていることまで示した。さらに、ホメロスの目録において、「アイアスはサラミスより十二隻の船を率い来たり――」という行の次に、彼が次の行を挿入したとも言われている。 「率い来たって、アテナイ人の軍列が陣取る所に船を据えた。」
Τοῦ δὴ λοιποῦ προσεῖχον αὐτῷ ὁ δῆμος καὶ ἡδέως κἂν τυραννεῖσθαι ἤθελον πρὸς αὐτοῦ· ὁ δʼ οὐχ εἵλετο, ἀλλὰ καὶ Πεισίστρατον τὸν συγγενῆ, καθά φησι Σωσικράτης, προαισθόμενος τὸ ἐφʼ ἑαυτῷ2 διεκώλυσεν. ᾅξας γὰρ εἰς τὴν ἐκκλησίαν μετὰ δόρατος καὶ ἀσπίδος προεῖπεν αὐτοῖς τὴν ἐπίθεσιν τοῦ Πεισιστράτου· καὶ οὐ μόνον, ἀλλὰ καὶ βοηθεῖν ἕτοιμος εἶναι, λέγων ταῦτα· ἄνδρες Ἀθηναῖοι, τῶν μὲν σοφώτερος, τῶν δὲ ἀνδρειότερός εἰμι· σοφώτερος μὲν τῶν τὴν ἀπάτην τοῦ Πεισιστράτου μὴ συνιέντων, ἀνδρειότερος δὲ τῶν ἐπισταμένων μέν, διὰ δέος δὲ σιωπώντων. καὶ ἡ βουλή, Πεισιστρατίδαι ὄντες, μαίνεσθαι ἔλεγον αὐτόν· ὅθεν εἶπε ταυτί· "δείξει δὴ μανίην μὲν ἐμὴν βαιὸς χρόνος ἀστοῖς, δείξει, ἀληθείης ἐς μέσον ἐρχομένης."
それ以降、民衆は彼に注目し、喜んで彼によって僭主支配を受けようとさえ望んだ。しかし彼はそれを選ばず、ソシクラテスが述べるように、親族であるペイシストラトスの野心を事前に察知して、自らの力の及ぶかぎりこれを阻止しようとした。彼は槍と盾を携えて民会へと駆け込み、ペイシストラトスの企図を彼らに予告した。そればかりか、自ら救援に赴く用意があるとして、次のように述べた。 「アテナイの男たちよ、私はある者たちよりは賢明であり、他の者たちよりは勇敢である。ペイシストラトスの欺瞞を理解せぬ者たちよりは賢明であり、それを知りながらも恐怖ゆえに沈黙している者たちよりは勇敢である。」 しかしペイシストラトスの一派であった評議会は、彼が狂っているのだと言った。そこで彼は次のように詠んだ。 「やがて短い時が、わが狂気を市民たちに明かすであろう、 真実が白日の下に現れ出るとき、明かすであろう。」
τὰ δὲ περὶ τῆς τοῦ Πεισιστράτου τυραννίδος ἐλεγεῖα προλέγοντος αὐτοῦ ταῦτα ἦν· "ἐκ νεφέλης φέρεται χιόνος μένος ἠδὲ χαλάζης· βροντή τʼ ἐκ λαμπρῆς γίγνεται ἀστεροπῆς· ἀνδρῶν δʼ ἐκ μεγάλων πόλις ὄλλυται· ἐς δὲ μονάρχου δῆμος ἀϊδρίῃ δουλοσύνην ἔπεσεν." Ἤδη δὲ αὐτοῦ κρατοῦντος οὐ πείθων3 ἔθηκε τὰ ὅπλα πρὸ τοῦ στρατηγείου καὶ εἰπών, ὦ πατρίς, βεβοήθηκά σοι καὶ λόγῳ καὶ ἔργῳ, ἀπέπλευσεν εἰς Αἴγυπτον καὶ εἰς Κύπρον, καὶ πρὸς Κροῖσον ἦλθεν. ὅτε καὶ ἐρωτηθεὶς ὑπʼ αὐτοῦ, τίς σοι δοκεῖ εὐδαίμων; Τέλλος, ἔφη, Ἀθηναῖος καὶ Κλέοβις καὶ Βίτων καὶ τὰ θρυλούμενα.
彼がペイシストラトスの僭主支配について予告した哀歌は、次のとおりであった。 「雲より雪と雹の猛威がもたらされ、 輝く稲妻より雷鳴が生じる。 大いなる男たちによって都市は滅び、君主の 隷属へと、民衆は無知ゆえに陥った。」 すでにペイシストラトスが権力を掌握するに及び、人々を説得できぬと知ると、ソロンは将軍府の前に武器を置き、「祖国よ、私は言葉においても行いにおいても汝を救援した」と言って、エジプトおよびキプロスへと船出し、クロイソスのもとを訪れた。その際、彼から「誰が最も幸福に見えるか」と尋ねられると、「アテナイのテロス、そしてクレオビスとビトン」と答え、世に語り継がれているあの話を続けた。
Φασὶ δέ τινες ὅτι κοσμήσας ἑαυτὸν ὁ Κροῖσος παντοδαπῶς καὶ καθίσας εἰς τὸν θρόνον ἤρετο αὐτὸν εἴ τι θέαμα κάλλιον τεθέαται· ὁ δέ ἀλεκτρυόνας, εἶπε, καὶ φασιανοὺς καὶ ταώς· φυσικῷ γὰρ ἄνθει κεκόσμηνται καὶ μυρίῳ καλλίονι. ἐκεῖθέν τε ἀπαλλαγεὶς ἐγένετο ἐν Κιλικίᾳ, καὶ πόλιν συνῴκισεν ἣν ἀπʼ αὐτοῦ Σόλους ἐκάλεσεν· ὀλίγους τέ τινας τῶν Ἀθηναίων ἐγκατῴκισεν, οἳ τῷ χρόνῳ τὴν φωνὴν ἀποξενωθέντες σολοικίζειν ἐλέχθησαν. καί εἰσιν οἱ μὲν ἔνθεν Σολεῖς, οἱ δʼ ἀπὸ Κύπρου Σόλιοι. ὅτε δὲ τὸν Πεισίστρατον ἔμαθεν ἤδη τυραννεῖν, τάδε ἔγραψε πρὸς τοὺς Ἀθηναίους·
ある人々によれば、クロイソスは全身をさまざまに着飾り、玉座に就いて、これまでに何かこれより美しい光景を見たことがあるかと彼に問うた。それに対しソロンは、「雄鶏、キジ、そして孔雀です。それらは自然の美によって飾られており、無数に美しいからです」と答えたという。 そこを去ると彼はキリキアに赴き、自らの名にちなんでソロイと名付けた都市を建設した。そしてアテナイ人のうち少数をそこへ入植させたが、彼らは時を経て言葉が訛り、「破格構文(ソロイキスモス)を用いる」と言われるようになった。そしてこの地の人々はソレイエスと呼ばれ、キプロス出身の人々はソリオイと呼ばれる。ソロンはペイシストラトスがすでに僭主となっていることを知ると、アテナイ人たちに向けて次のように書き送った。
- 1.2.46ψηφισαμένων εἴ τις ἔτι συμβουλεύσοι περὶ Σαλαμῖνος μάχεσθαι, θανάτῳ ζημιοῦσθαι
間接話法における条件文の構造。条件節 εἴ τις ἔτι συμβουλεύσοι は、直接話法における未来形(または ἐάν τις συμβουλεύσῃ)が過去の文脈で希求法(希求法過去・代用希求法)へと推移したものであり、帰結節は動詞 ψηφίζομαι に依存する対格不定詞(受動相現在不定詞 ζημιοῦσθαι)となっている。
- 1.2.49τὸ ἐφʼ ἑαυτῷ
前置詞句 ἐφʼ ἑαυτῷ に中性定冠詞 τὸ が付された対格の名詞的・副詞的表現。「彼に依存する範囲で」「彼自身の能力の及ぶかぎり」を意味し、後続の動詞 διεκώλυσεν を修飾する限定句として機能している。
- 1.2.50οὐ πείθων
現在分詞 πείθων に否定詞 οὐ が付された未遂(conative)的用法の分詞構文。「説得を試みても功を奏しない(説得できなかった)」という未完結・試みのニュアンスを表し、理由を表す副詞的分詞として後続の主動詞 ἔθηκε に係る。
