- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:1.10.112-1.10.115
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-23
エピメニデスの著作・神域創設・別伝およびソロン宛ての書簡が紹介され、続いて彼の超人的な食性、神格化、数々の予言(ムウニュキアやスパルタの敗北)、遺体の行方と同名人物について記録される。
συνέγραψε δὲ καὶ καταλογάδην Περὶ θυσιῶν καὶ τῆς ἐν Κρήτῃ πολιτείας καὶ Περὶ Μίνω καὶ Ῥαδαμάνθυος εἰς ἔπη τετρακισχίλια1. ἱδρύσατο δὲ καὶ παρʼ Ἀθηναίοις τὸ ἱερὸν τῶν Σεμνῶν, ὥς φησι Λόβων ὁ Ἀργεῖος ἐν τῷ Περὶ ποιητῶν. λέγεται δὲ καὶ πρῶτος οἰκίας καὶ ἀγροὺς καθῆραι καὶ ἱερὰ ἱδρύσασθαι. εἰσὶ δʼ οἳ μὴ κοιμηθῆναι αὐτὸν λέγουσιν, ἀλλὰ χρόνον τινὰ ἐκπατῆσαι ἀσχολούμενον περὶ ῥιζοτομίαν. Φέρεται δʼ αὐτοῦ καὶ ἐπιστολὴ πρὸς Σόλωνα τὸν νομοθέτην, περιέχουσα πολιτείαν ἣν διέταξε Κρησὶ Μίνως. ἀλλὰ Δημήτριος ὁ Μάγνης ἐν τοῖς περὶ ὁμωνύμων ποιητῶν τε καὶ συγγραφέων διελέγχειν πειρᾶται τὴν ἐπιστολὴν ὡς νεαρὰν καὶ μὴ τῇ Κρητικῇ φωνῇ γεγραμμένην, Ἀτθίδι δὲ καὶ ταύτῃ νέᾳ. ἐγὼ δὲ καὶ ἄλλην εὗρον ἐπιστολὴν ἔχουσαν οὕτως·
彼はまた散文で『犠牲について』および『クレタの国制について』を著し、さらに『ミノスとラダマンテュスについて』四千行を書き著した。またアルゴス人ロボンが『詩人たちについて』で述べているように、アテナイ人たちのもとでセムナイ(崇厳なる女神たち)の神域を創建した。また家々や畑を浄め、聖域を創建した最初の人とも言われている。しかし彼が眠ったのではなく、薬草採集に打ち込んで、ある期間遊歴していたのだと言う人々もいる。 また彼から立法者ソロンへ送られた書簡も伝えられており、そこにはミノスがクレタ人たちに定めた国制が含まれている。しかしマグネシアのデメトリオスは『同名の詩人および散文作家について』の中で、その書簡が近世の作であり、クレタ方言ではなくアッティカ方言、しかも新しいアッティカ方言で書かれているとして偽作であることを論証しようとしている。しかし私(ディオゲネス)は、次のような別の書簡をも見出した。
Ἐπιμενίδης Σόλωνι “Θάρρει, ὦ ἑταῖρε. αἰ γὰρ ἔτι θητευόντεσσιν Ἀθηναίοις καὶ μὴ εὐνομημένοις ἐπεθήκατο Πεισίστρατος, εἶχέ κα τὰν ἀρχὰν ἀεί2, ἀνδραποδιξάμενος τὼς πολιήτας· νῦν δὲ οὐ κακὼς ἄνδρας δουλῶται· τοὶ μεμναμένοι τᾶς Σόλωνος μανύσιος ἀλγιόντι πεδʼ αἰσχύνας οὐδὲ ἀνεξοῦνται τυραννούμενοι. ἀλλʼ αἴ κα Πεισίστρατος 〈αὐτὸσ〉 κατασχέθῃ τὰν πόλιν, οὐ μὰν ἐς παῖδάς γε τήνω ἔλπομαι τὸ κράτος ἵξεσθαι· δυσμάχανον γὰρ ἀνθρώπως ἐλευθεριάξαντας ἐν τεθμοῖς ἀρίστοις δούλως ἦμεν. τὺ δὲ μὴ ἀλᾶσθαι, ἀλλʼ ἕρπε ἐς Κρήτην ποθʼ ἁμέ. τουτᾶ γὰρ οὐκ ἐσεῖταί τιν δεινὸς ὁ μόναρχος· αἰ δέ πη ἐπʼ ἀλατείᾳ ἐγκύρσωντί τοι τοὶ τήνω φίλοι, δειμαίνω μή τι δεινὸν πάθῃς.
「エピメニデスからソロンへ。 勇気をお出しなさい、友よ。もしアテナイ人たちがまだ隷属民のようであり、良い法を持たないままであった時にペイシストラトスが襲いかかったのであれば、彼は市民たちを奴隷にして、いつまでも権力を保持したことでしょう。しかし今、彼が服従させているのは卑劣な男たちではありません。彼らはソロンの教えを心に留め、恥辱の念に苦しみ、僭主に支配されることに耐えないでしょう。仮にペイシストラトス自身が都市を掌握したとしても、その権力が彼の子らに及ぶとは到底思われません。最高の法制のもとで自由を享受した人間たちが奴隷となることは耐え難いことだからです。あなたは放浪したりせず、私たちのいるクレタへと来なさい。ここなら独裁者もあなたにとって恐るるに足りません。もし放浪中に彼の味方たちがどこかであなたに出くわしたなら、あなたが何か恐ろしい目に遭いはしないかと危惧しております。」
Καὶ οὗτος μὲν ὧδε. φησὶ δὲ Δημήτριός τινας ἱστορεῖν ὡς λάβοι παρὰ Νυμφῶν ἔδεσμά τι καὶ φυλάττοι ἐν χηλῇ βοός· προσφερόμενός τε κατʼ ὀλίγον μηδεμιᾷ κενοῦσθαι ἀποκρίσει μηδὲ ὀφθῆναί ποτε ἐσθίων. μέμνηται αὐτοῦ καὶ Τίμαιος ἐν τῇ δευτέρᾳ. λέγουσι δέ τινες ὅτι Κρῆτες αὐτῷ θύουσιν ὡς θεῷ· φασὶ γὰρ καὶ 〈προ〉γνωστικώτατον γεγονέναι. ἰδόντα γοῦν τὴν Μουνιχίαν παρʼ Ἀθηναίοις ἀγνοεῖν φάναι αὐτοὺς ὅσων κακῶν αἴτιον ἔσται τοῦτο τὸ χωρίον αὐτοῖς· ἐπεὶ κἂν τοῖς ὀδοῦσιν αὐτὸ διαφορῆσαι3· ταῦτα ἔλεγε τοσούτοις πρότερον χρόνοις. λέγεται δὲ ὡς καὶ πρῶτος αὑτὸν Αἰακὸν λέγοι, καὶ Λακεδαιμονίοις προείποι τὴν ὑπʼ Ἀρκάδων ἅλωσιν προσποιηθῆναί τε πολλάκις ἀναβεβιωκέναι.
そしてこの書簡はこのように述べている。デメトリオスによれば、彼がニンフたちからある食物を受け取り、それを牛の蹄の中に保管していたと物語る者たちがいるという。彼はそれを少しずつ摂取し、いかなる排泄によっても体内を空にすることがなく、物を食べているところを目撃されたこともなかったという。ティマイオスも第二巻で彼に言及している。またクレタ人たちが彼に神に対するように犠牲を捧げていると言う者たちもいる。彼は極めて予知能力に長けていたと言われるからである。事実、彼はアテナイ人たちのもとでムウニュキアの丘を見て、この場所が自分たちにとってどれほど多くの災厄の原因となるかを彼らが知らずにいると語った。もし知っていれば歯でさえそれを食い散らかして破壊したであろうに、というのである。彼はこれほど遠い昔にこれらのことを語っていたのである。また、彼が自らをアイアコスと呼んだ最初の人であったとも、スパルタ人たちに対してアルカディア人による捕囚を予言したとも、何度も蘇生したと称したとも言われている。
Θεόπομπος δʼ ἐν τοῖς Θαυμασίοις, κατασκευάζοντος αὐτοῦ τὸ τῶν Νυμφῶν ἱερὸν ῥαγῆναι φωνὴν ἐξ οὐρανοῦ, Ἐπιμενίδη, μὴ Νυμφῶν, ἀλλὰ Διός· Κρησί τε προειπεῖν τὴν Λακεδαιμονίων ἧτταν ὑπʼ Ἀρκάδων, καθάπερ προείρηται· καὶ δὴ καὶ ἐλήφθησαν πρὸς Ὀρχομενῷ. Γηρᾶσαί τʼ ἐν τοσαύταις ἡμέραις αὐτὸν ὅσαπερ ἔτη κατεκοιμήθη· καὶ γὰρ τοῦτό φησι Θεόπομπος. Μυρωνιανὸς δὲ ἐν Ὁμοίοις φησὶν ὅτι Κούρητα αὐτὸν ἐκάλουν Κρῆτες· καὶ τὸ σῶμα αὐτοῦ φυλάττουσι Λακεδαιμόνιοι παρʼ ἑαυτοῖς κατά τι λόγιον, ὥς φησι Σωσίβιος ὁ Λάκων. Γεγόνασι δὲ καὶ Ἐπιμενίδαι ἄλλοι δύο, ὅ τε γενεαλόγος καὶ τρίτος ὁ Δωρίδι γεγραφὼς περὶ Ῥόδου.
テオポンポスは『奇異記』において、彼がニンフたちの神域を造営していたとき、天から次のような声が轟き出たと伝えている。 「エピメニデスよ、ニンフたちの神域ではなく、ゼウスの神域を造るのだ。」 またクレタ人たちに対して、すでに述べられたように、スパルタ人たちがアルカディア人に敗北することを予言したとも述べている。そして実際にスパルタ人たちはオルコメノス近郊で捕らえられた。 さらに彼が眠り込んでいた年数と同じ日数で老化したともいう。テオポンポスはこのことも述べているのである。ミュロニアノスは『類似のものについて』において、クレタ人たちが彼をクレースと呼んでいたと述べている。またラコニア人ソシビオスが言うところによれば、スパルタ人たちはある神託に従って彼自身の遺体を保管しているという。 なお、エピメニデスには他に二人が存在した。系図学者と、ドーリス方言でロドスについて記した第三の人である。
- 1.10.112συνέγραψε δὲ καὶ καταλογάδην Περὶ θυσιῶν καὶ τῆς ἐν Κρήτῃ πολιτείας καὶ Περὶ Μίνω καὶ Ῥαδαμάνθυος εἰς ἔπη τετρακισχίλια
副詞 καταλογάδην(散文で)は直後の二作(『犠牲について』『クレタの国制について』)に係り、三作目の『ミノスとラダマンテュスについて』には末尾の εἰς ἔπη τετρακισχίλια(四千行にわたる詩句で)が対比的に掛かっている。全体として三著作が列挙されている。
- 1.10.113αἰ γὰρ ἔτι θητευόντεσσιν Ἀθηναίοις καὶ μὴ εὐνομημένοις ἐπεθήκατο Πεισίστρατος, εἶχέ κα τὰν ἀρχὰν ἀεί
書簡全体がドーリス方言で書かれており、αἰ γάρ はアッティカ方言の εἰ γάρ(反実仮想の条件節「もし〜であったなら」)に相当し、帰結節の εἶχέ κα は εἶχεν ἄν(直説法未完了過去+ἄν)に対応する。θητευόντεσσιν は与格複数形(アッティカ方言 θητεύουσιν に相当)。
- 1.10.114ἐπεὶ κἂν τοῖς ὀδοῦσιν αὐτὸ διαφορῆσαι
ἐπεί(さもなければ/なぜなら)に導かれる節であり、κἂν は καὶ ἄν の縮約形。ἄν が不定詞 διαφορῆσαι に係り、潜在あるいは過去の反実仮想(「そうでなければ歯でさえそれを引き裂いて破壊したであろうに」)を表す間接話法構文。
