- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:1.1.28-1.1.33
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-22
漁師が引き揚げた三脚鼎(または黄金の杯)をめぐり、最も知恵ある者に与えるべしとの神託に従って七賢人の間で順繰りに譲り合われた顛末と、タレスが運命の神に感謝したという有名な言葉を伝える。
φασὶ γὰρ Ἰωνικούς τινας νεανίσκους βόλον ἀγοράσαι παρὰ Μιλησίων ἁλιέων. ἀνασπασθέντος δὲ τοῦ τρίποδος ἀμφισβήτησις ἦν, ἕως οἱ Μιλήσιοι ἔπεμψαν εἰς Δελφούς· καὶ ὁ θεὸς ἔχρησεν οὕτως· "ἔκγονε Μιλήτου, τρίποδος πέρι Φοῖβον ἐρωτᾷς; τίς σοφίῃ πάντων πρῶτος, τούτου τρίποδʼ αὐδῶ.1" διδοῦσιν οὖν Θαλῇ· ὁ δὲ ἄλλῳ καὶ ἄλλος ἄλλῳ ἕως Σόλωνος. ὁ δὲ ἔφη σοφίᾳ πρῶτον εἶναι τὸν θεὸν καὶ ἀπέστειλεν εἰς Δελφούς. ταῦτα δὴ ὁ Καλλίμαχος ἐν τοῖς Ἰάμβοις ἄλλως ἱστορεῖ, παρὰ Μαιανδρίου λαβὼν τοῦ Μιλησίου. Βαθυκλέα γάρ τινα Ἀρκάδα φιάλην καταλιπεῖν καὶ ἐπισκῆψαι δοῦναι τῶν σοφῶν ὀνηΐστῳ. ἐδόθη δὴ Θαλῇ καὶ κατὰ περίοδον πάλιν Θαλῇ·
人々が語るところによれば、イオニアのある若者たちがミレトスの漁師たちから一網の漁獲を買い取ったという。しかし三脚鼎が引き揚げられたため論争が生じ、ミレトス人たちはデルポイへ使者を送った。すると神は次のように神託を下した。 「ミレトスの裔よ、三脚鼎についてポイボスに問うのか。 誰であれ知恵において万人の第一である者、この者の三脚鼎であると告げる。」 そこで人々はタレスに鼎を与えた。しかし彼は別の者へ、その他者もまた別の者へと譲り渡し、ソロンに至った。だがソロンは知恵において第一であるのは神であると述べて、デルポイへ送り返した。これらの一件をカリマコスは『イアンボス』において、ミレトスのマイアンドリオスから得た話として異なった形で物語っている。アルカディア人のあるバテュクレスが杯を遺し、「賢人たちのうち最も優れた者に与えよ」と遺言したというのである。かくして杯はタレスに与えられ、一巡して再びタレスのもとに戻ってきた。
ὁ δὲ τῷ Διδυμεῖ Ἀπόλλωνι ἀπέστειλεν, εἰπὼν οὕτω κατὰ τὸν Καλλίμαχον· "Θαλῆς με τῷ μεδεῦντι Νείλεω δήμου δίδωσι, τοῦτο δὶς λαβὼν ἀριστεῖον." τὸ δὲ πεζὸν οὕτως ἔχει· Θαλῆς Ἐξαμύου Μιλήσιος Ἀπόλλωνι Δελφινίῳ Ἑλλήνων ἀριστεῖον δὶς λαβών. ὁ δὲ περιενεγκὼν τὴν φιάλην τοῦ Βαθυκλέους παῖς Θυρίων ἐκαλεῖτο, καθά φησιν Ἔλευσις ἐν τῷ Περὶ Ἀχιλλέως καὶ Ἀλέξων ὁ Μύνδιος ἐν ἐνάτῳ Μυθικῶν. Εὔδοξος δʼ ὁ Κνίδιος καὶ Εὐάνθης ὁ Μιλήσιός φασι τῶν Κροίσου τινὰ φίλων λαβεῖν παρὰ τοῦ βασιλέως ποτήριον χρυσοῦν, ὅπως δῷ τῷ σοφωτάτῳ τῶν Ἑλλήνων· τὸν δὲ δοῦναι Θαλῇ.
そして彼はディデュマのアポロンにそれを奉納し、カリマコスによれば次のように述べた。 「タレスは、この最高の誉れを二度受けて、 ネイレオスの民を治める神に我を捧ぐ。」 また散文の銘文は次の通りである。 「エクサミュエスの子、ミレトス人タレスが、ギリシア人たちの最高の誉れを二度受けて、デルピニオス・アポロンに捧ぐ。」 なお杯を持って巡ったバテュクレスの息子はテュリオンと呼ばれていた。これはエレウシスが『アキレウスについて』の中で、またミュンドスのアレクソンが『神話誌』第九巻で述べている通りである。 クニドスのエウドクソスとミレトスのエウアンテスが言うには、クロイソスの友人の一人が王から黄金の杯を受け取ったが、それはギリシア人の中で最も賢い者に与えるためであった。そして彼はタレスにそれを与えたという。
Καὶ περιελθεῖν εἰς Χίλωνα, ὃν πυνθάνεσθαι τοῦ Πυθίου τίς αὑτοῦ σοφώτερος· καὶ τὸν ἀνελεῖν Μύσωνα, περὶ οὗ λέξομεν. (τοῦτον οἱ περὶ τὸν Εὔδοξον ἀντὶ Κλεοβούλου τιθέασι, Πλάτων δʼ ἀντὶ Περιάνδρου.) περὶ αὐτοῦ δὴ τάδε ἀνεῖλεν ὁ Πύθιος· "Οἰταῖόν τινα φημὶ Μύσωνʼ ἐνὶ Χηνὶ γενέσθαι σοῦ μᾶλλον πραπίδεσσιν ἀρηρότα πευκαλίμῃσιν2." ὁ δʼ ἐρωτήσας ἦν Ἀνάχαρσις. Δαΐμαχος δʼ ὁ Πλατωνικὸς καὶ Κλέαρχος φιάλην ἀποσταλῆναι ὑπὸ Κροίσου Πιττακῷ καὶ οὕτω περιενεχθῆναι. Ἄνδρων δʼ ἐν τῷ Τρίποδι Ἀργείους ἆθλον ἀρετῆς τῷ σοφωτάτῳ τῶν Ἑλλήνων τρίποδα θεῖναι· κριθῆναι δὲ Ἀριστόδημον Σπαρτιάτην, ὃν παραχωρῆσαι Χίλωνι.
そして杯はキロンへと巡り、キロンはピュティアの神に自分より誰が賢いかを尋ねた。神はミュソンであると神託を下したが、このミュソンについては後で述べる。(エウドクソスの一派はこの人物をクレオブロスの代わりに七賢人に数え、プラトンはペリアンドロスの代わりに数えている。)彼についてピュティアの神は次のように神託を下した。 「オイタの地、ケイネイに生まれたあるミュソンこそ、 汝よりも鋭敏なる思慮を備えていると我は言う。」 尋ねた者はアナカルシスであったとも言われる。他方、プラトン派のダイマコスとクレアルコスは、杯はクロイソスによってピッタコスへ送られ、このようにして巡り回ったのだと述べている。 またアンドロンは『三脚鼎』の中で、アルゴス人たちが徳の賞としてギリシア人で最も賢い者に三脚鼎を懸け、スパルタ人アリストデモスが選ばれたが、彼はそれをキロンに譲ったと述べている。
μέμνηται τοῦ Ἀριστοδήμου καὶ Ἀλκαῖος οὕτως· "ὣς γὰρ δή ποτʼ Ἀριστόδαμόν φασʼ οὐκ ἀπάλαμνον ἐν Σπάρτᾳ λόγον εἰπεῖν· χρήματʼ ἀνήρ, πενιχρὸς δʼ οὐδεὶς πέλετʼ ἐσλός." ἔνιοι δέ φασιν ὑπὸ Περιάνδρου Θρασυβούλῳ τῷ Μιλησίων τυράννῳ πλοῖον ἔμφορτον ἀποσταλῆναι· τοῦ δὲ περὶ τὴν Κῴαν θάλασσαν ναυαγήσαντος, ὕστερον εὑρεθῆναι πρός τινων ἁλιέων τὸν τρίποδα. Φανόδικος δὲ περὶ τὴν Ἀθηναίων θάλασσαν εὑρεθῆναι καὶ ἀνενεχθέντα εἰς ἄστυ γενομένης ἐκκλησίας Βίαντι πεμφθῆναι·
アルカイオスもアリストデモスについて次のように言及している。 「かつてアリストダモスがスパルタで愚かならぬ言葉を語ったと人は言う。 『富こそが人であり、貧しい者には善き人は誰一人としていない』と。」 ある人々が言うには、ペリアンドロスによってミレトスの僭主トラシュブロスへ積み荷を積んだ船が送られたが、それがコス島周辺の海で難破し、後に漁師たちによって三脚鼎が発見されたという。他方パノディコスは、それがアテナイ周辺の海で発見され、市街へ運び込まれて民会が開かれた後、ビアスへ送られたと述べている。
διὰ τί δέ, ἐν τῷ περὶ Βίαντος λέξομεν. Ἄλλοι φασὶν ἡφαιστότευκτον εἶναι αὐτὸν καὶ δοθῆναι πρὸς τοῦ θεοῦ Πέλοπι γαμοῦντι· αὖθίς τε εἰς Μενέλαον ἐλθεῖν καὶ σὺν τῇ Ἑλένῃ ἁρπασθέντα ὑπʼ Ἀλεξάνδρου ῥιφῆναι εἰς τὴν Κῴαν θάλασσαν πρὸς τῆς Λακαίνης, εἰπούσης ὅτι περιμάχητος ἔσται. χρόνῳ δὲ Λεβεδίων τινῶν αὐτόθι γρῖφον ὠνησαμένων καταληφθῆναι καὶ τὸν τρίποδα, μαχομένων δὲ πρὸς τοὺς ἁλιέας γενέσθαι τὴν ἄνοδον ἕως τῆς Κῶ· καὶ ὡς οὐδὲν ἤνυτον, τοῖς Μιλησίοις μητροπόλει οὔσῃ μηνύουσιν. οἱ δʼ ἐπειδὴ διαπρεσβευόμενοι ἠλογοῦντο, πρὸς τοὺς Κῴους πολεμοῦσι. καὶ πολλῶν ἑκατέρωθεν πιπτόντων ἐκπίπτει χρησμὸς δοῦναι τῷ σοφωτάτῳ· καὶ ἀμφότεροι συνῄνεσαν Θαλῇ. ὁ δὲ μετὰ τὴν περίοδον τῷ Διδυμεῖ τίθησιν Ἀπόλλωνι.
なぜそうされたのかは、ビアスの章で述べることにしよう。 他の人々が言うには、その三脚鼎はヘパイストスが造ったもので、結婚するペロプスに神から贈られた。その後メネラオスのもとに渡り、ヘレネとともにアレクサンドロスに略奪されたが、スパルタの女ヘレネによってコス島周辺の海へ投げ込まれたという。それが争いの種になるであろうと彼女が言ったからである。時を経てレベドスのある人々がその地で一網の漁獲を買い取ったところ、三脚鼎も一緒に引き揚げられた。しかし漁師たちと争いが生じたため、コス島まで出頭することになった。それでも何の解決にも至らなかったため、彼らは母市であるミレトス人たちに事の次第を知らせた。ミレトス人たちは使節を送ったものの無視されたため、コス人たちと戦争を始めた。双方に多くの戦死者が出たため、「最も賢い者に与えよ」という神託が下り、双方はタレスに与えることで合意した。そして彼は一巡した後にディデュマのアポロンにそれを奉納したという。
Κῴοις μὲν οὖν τοῦτον ἐχρήσθη τὸν τρόπον· "οὐ πρότερον λήξει νεῖκος Μερόπων καὶ Ἰώνων, πρὶν τρίποδα χρύσειον, ὃν Ἥφαιστος βάλε πόντῳ, ἐκ πόλιος πέμψητε καὶ ἐς δόμον ἀνδρὸς ἵκηται, ὃς σοφὸς ᾖ τὰ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα." Μιλησίοις δέ· "ἔκγονε Μιλήτου, τρίποδος πέρι Φοῖβον ἐρωτᾷς;" καὶ ὡς προείρηται. καὶ τόδε μὲν οὕτως. Ἕρμιππος δʼ ἐν τοῖς Βίοις εἰς τοῦτον ἀναφέρει τὸ λεγόμενον ὑπό τινων περὶ Σωκράτους. ἔφασκε γάρ, φασί, τριῶν τούτων ἕνεκα χάριν ἔχειν τῇ Τύχῃ· πρῶτον μὲν ὅτι ἄνθρωπος ἐγενόμην3 καὶ οὐ θηρίον, εἶτα ὅτι ἀνὴρ καὶ οὐ γυνή, τρίτον ὅτι Ἕλλην καὶ οὐ βάρβαρος.
コス人には次のような神託が下された。 「メロプス人とイオニア人の争いは、決して止むことはないであろう、 ヘパイストスが海に投げ入れた黄金の三脚鼎を汝らが都市から送り出し、 今あることとこれからあること、かつてあったことについて知恵ある人の館へとそれが至るまでは。」 またミレトス人には、「ミレトスの裔よ、三脚鼎についてポイボスに問うのか」と、前に引用した通りであった。この件については以上のようである。 ヘルミッポスは『列伝』において、ある人々がソクラテスについて語っている言葉をタレスに帰している。すなわちタレスは、これら三つのことのゆえに運命に感謝していると語っていたという。「第一には人間として生まれ動物でなかったこと、次に男であって女でなかったこと、第三にギリシア人であって異民族でなかったこと」である。
- 1.1.28τίς σοφίῃ πάντων πρῶτος, τούτου τρίποδʼ αὐδῶ.
τίς は関係代名詞 ὅστις(誰であれ〜な者)相当の無条件関係詞として機能している。主節の τούτου は所有の属格であり、述語的に「この者のものである」の意をなす。αὐδῶ は「〜と宣言する」を意味し、対格 τρίποδα(エリジオンで τρίποδʼ)と属格補語 τούτου を取って「三脚鼎はこの者のものであると宣言する」という構文を形成している。
- 1.1.30σοῦ μᾶλλον πραπίδεσσιν ἀρηρότα πευκαλίμῃσιν
ἀρηρότα は動詞 ἀραρίσκω(適合させる・備えさせる)の完了能動分詞対格男性単数(主語は先行する Μύσωνα)。ここでは状態を表す自動詞的意味「〜を備えた、適合した」として用いられ、与格句 πραπίδεσσιν πευκαλίμῃσιν(鋭敏なる思慮をもって)と結合している。また比較級の副詞 μᾶλλον が σοῦ(比較の属格)および ἀρηρότα を修飾し、「汝よりも鋭敏な思慮をよく備えた」の意となる。
- 1.1.33ὅτι ἄνθρωπος ἐγενόμην
間接話法の動詞(ἔφασκε... χάριν ἔχειν)に従属する ὅτι 節でありながら、主語と動詞が三人称(ἐγένετο など)ではなく一人称過去形 ἐγενόμην に保たれている。これは直接話法的な発話者の視点がそのまま引用節内に保持された話法転換の破格(構文交替)である。
