§3.1Ἀκούσατε τὸν λόγον τοῦτον ὃν ἐλάλησεν Κύριος ἐφʼ ὑμᾶς, οἶκος Ἰσραήλ, καὶ κατὰ πάσης φυλῆς ἧς ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, λέγων
이스라엘의 집아, 주님께서 너희를 대항하여, 곧 내가 이집트 땅에서 인도하여 올린 모든 부족을 대항하여 하신 이 말씀을 들으라.
§3.2Πλὴν ὑμᾶς ἔγνων ἐκ πασῶν φυλῶν γῆς·
그분께서 말씀하시기를, ‘내가 땅의 모든 부족 중에서 오직 너희만을 알았노라.
διὰ τοῦτο ἐκδικήσω ἐφʼ ὑμᾶς πάσας τὰς ἁμαρτίας ὑμῶν. §3.3εἰ πορεύσονται δύο ἐπὶ τὸ αὐτὸ καθόλου ἐὰν μὴ γνωρίσωσιν ἑαυτούς;
그러므로 내가 너희의 모든 죄 때문에 너희를 벌하리라.’ 두 사람이 서로 약속하지 않고서야 어찌 함께 걷겠느냐?
§3.4εἰ ἐρεύξεται λέων ἐκ τοῦ δρυμοῦ αὐτοῦ θήραν οὐκ ἔχων; εἰ δώσει σκύμνος φωνὴν αὐτοῦ ἐκ τῆς μάνδρας αὐτοῦ καθόλου ἐὰν μὴ ἁρπάσῃ τί;
사자가 움킨 것이 없는데 어찌 수풀에서 부르짖겠으며, 젊은 사자가 잡은 것이 없는데 어찌 그 굴에서 소리를 내겠느냐?
§3.5εἰ πεσεῖται ὄρνεον ἐπὶ τὴν γῆν ἄνευ ἰξευτοῦ; εἰ σχασθήσεται παγὶς ἐπὶ τῆς γῆς ἄνευ τοῦ συλλαβεῖν τι;
새가 사냥꾼의 덫이 없는데 어찌 땅에 떨어지겠으며, 잡힌 것이 아무것도 없는데 어찌 덫이 땅에서 튀어 오르겠느냐?
§3.6εἰ φωνήσει σάλπιγξ ἐν πόλει καὶ λαὸς οὐ μὴ πτοηθήσεται; εἰ ἔσται κακία ἐν πόλει ἣν Κύριος οὐκ ἐποίησεν;
성업에서 나팔이 울리는데 백성이 어찌 떨지 않겠으며, 성읍에 재앙이 임하는데 어찌 주님께서 행하신 일이 아니겠느냐?
§3.7διότι οὐ μὴ ποιήσει Κύριος ὁ θεὸς πρᾶγμα ἐὰν μὴ ἀποκαλύψῃ παιδείαν πρὸς τοὺς δούλους αὐτοῦ τοὺς προφήτας.
참으로 주 하느님께서는 당신의 종들인 예언자들에게 당신의 가르침을 밝히지 않고서는 아무 일도 하지 아니하시느니라.
§3.8λέων ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται Κύριος ὁ θεὸς ἐλάλησεν, καὶ τίς οὐ προφητεύσε;
사자가 부르짖는데 누가 두려워하지 않겠으며, 주 하느님께서 말씀하시는데 누가 예언하지 않을 수 있겠느냐?
§3.9Ἀπαγγείλατε χώραις ἐν Ἀσσυρίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου, καὶ εἴπατε Συνάχθητε ἐπὶ τὸ ὄρος Σαμαρείας. καὶ ἴδετε θαυμαστὰ πολλὰ ἐν μέσῳ αὐτῆς καὶ καταδυναστείαν τὴν ἐν αὐτῇ·
아시리아 사람들의 영토와 이집트 땅의 영토에 선포하여 이르기를, “사마리아 산 위에 모여 그 가운데에 있는 많은 기이한 일들과 그 안에 있는 학대를 보라” 하라.
§3.10καὶ οὐκ ἔγνω ἃ ἔσται ἐναντίον αὐτῆς, λέγει Κύριος, οἱ θησαυρίζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν ταῖς χώραις αὐτῶν. §3.11διὰ τοῦτο τάδε λέγει Κύριος ὁ θεός Τύρος κυκλόθεν ἡ γῆ σου ἐρημωθήσεται, καὶ κατάξει ἐκ σοῦ ἰσχύν σου, καὶ διαρπαγήσονται αἱ χῶραί σου. §3.12τάδε λέγει Κύριος Ὃν τρόπον ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη ἢ λοβὸν ὠτίου, οὕτως ἐκσπασθήσονται οἱ υἱοὶ Ἰσραὴλ οἱ κατοικοῦντες ἐν Σαμαρείᾳ κατέναντι τῆς φυλῆς καὶ ἐν Δαμασκῷ ἱερεῖς. §3.13ἀκούσατε καὶ ἐπιμαρτύρασθε τῷ οἴκῳ Ἰακώβ, λέγει Κύριος ὁ θεὸς ὁ παντοκράτωρ,
“그녀는 자기 앞에 닥칠 일을 알지 못하느니라.” 주님께서 말씀하시느니라. “그들은 자기 영토 안에 불의와 비참함을 쌓아 두는 자들이라.” 그러므로 주 하느님께서 이같이 말씀하시되, “티로야, 네 사방의 땅이 황폐해질 것이요, 그가 네게서 네 힘을 끌어내릴 것이며 네 영토가 약탈당하리라.” 주님께서 이같이 말씀하시되, “목자가 사자의 입에서 두 다리나 귀 조각 하나를 건져냄과 같이, 사마리아에 거주하는 이스라엘 자손들도 부족의 맞은편에서, 그리고 다마스쿠스에서 사제들이 그렇게 건져내짐을 당하리라.” “너희는 듣고 야곱의 집에 증언하라.” 전능하신 주 하느님께서 말씀하시느니라.
§3.14διότι ἐν τῇ ἡμέρᾳ ὅταν ἐκδικῶ ἀσεβείας τοῦ Ἰσραὴλ ἐπʼ αὐτόν, καὶ ἐκδικήσω ἐπὶ τὰ θυσιαστήρια Βαιθήλ, καὶ κατασκαφήσεται τὰ κέρατα τοῦ θυσιαστηρίου καὶ πεσοῦνται ἐπὶ τὴν γῆν·
“내가 이스라엘의 불의를 그에게 벌하는 날에, 내가 베텔의 제단들도 벌하리니, 제단의 뿔들이 꺾여 땅에 떨어지리라.
§3.15συνχεῶ καὶ πατάξω τὸν οἶκον τὸν περίπτερον ἐπὶ τὸν οἶκον τὸν θερινὸν, καὶ ἀπολοῦνται οἶκοι ἐλεφάντινοι, καὶ προστεθήσονται ἕτεροι οἶκοι πολλοί, λέγει Κύριος.
내가 겨울 궁궐을 여름 궁궐과 함께 쳐서 허물어뜨리리니, 상아 궁궐들이 파멸되고 다른 많은 궁궐들이 끝장나리라.” 주님께서 말씀하시느니라.